47
τῶν ̔Ρωμαίων καταπροδοῦναι καὶ πρὸς τὴν ἐξ ης ἀπέστησαν χωρεῖν κεφαλήν. δῆλα γοῦν τῷ βασι- λεῖ λάθρα ποιεῖ, καὶ ἑαυτὸν σώζειν μετὰ λογάδων ἠξίου καὶ μὴ περιμένειν τὴν αλωσιν. καὶ "πῶς εσται τοῦ τοσούτου λαοῦ" ἐπε- ρωτήσαντος τοῦ βασιλέως "ἡ σωτηρία, ἐμοὶ προσμεινάντων;" "σοί" φησί "μόνον εστω, βασιλεῦ, τὸ σώζεσθαι ἐκ θεοῦ· ουτοι δὲ ταχέως τὰ κατ' αὐτοὺς διοικήσουσιν." ὀψὲ γοῦν κατὰ τὸ πε- ρίορθρον τοῦ βασιλέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ Χιλιοκόκω- 129 μον διασωθέντος, οἱ λειποτάκται τῶν στρατηγῶν τῷ βασιλεῖ προσ- απαντήσαντες ἀναξίους εφασκον ειναι τῆς ζωῆς, βασιλέα ἐν πολέ- μῳ καταπροέντας, καὶ αμα τοῖς ἑαυτῶν ἐγυμνοῦντο ξίφεσι καὶ τοῖς ποσὶν ὑπετίθουν αὐτοῦ, δάκρυσι βρεχόμενοι παρειάς. ἀλλ' ὁ Θεόφιλος τρωθεὶς ἐκείνων μᾶλλον αὐτοῦ τὴν ψυχὴν τῷ παρα- δόξῳ τοῦ πράγματος, "εἰ ἐγώ" φησί "σέσωσμαι ἐκ θεοῦ, σωθή- σεσθε καὶ ὑμεῖς ἀγωνιζόμενοι κατὰ τῶν ἐχθρῶν." Τοῦτο ουν τὸ παρὰ ἐχθρῶν στρατήγημα καὶ ἡ νυκτερινή πως λαλιὰ τῶν Περσῶν, ταὐτὸν δὲ καὶ σπονδὴ εἰπεῖν, τοῖς μὲν Θεοφόβου ἐχθροῖς καὶ θάνατον ψηφιζομένοις αὐτοῖ δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ ευκαιρος εἰς διαβολήν, (33) τῷ δ' ἀμε- ραμνουνῇ ἀκηκοότι νίκης οὐ μικρᾶς καὶ κατὰ τοῦ ̓Αμορίου κατα- δρομή. ηνωτο γοῦν κατὰ τὴν τοῦ βασιλέως πατρίδα ἀμφότερα τὰ στρατόπεδα, αὐτοῦ τε τοῦ ἀμεραμνουνῆ καὶ τοῦτο δὴ τὸ προ- πολεμῆσαν σφοδρῶς τοῦ υἱοῦ, καὶ χάρακα περιέβαλλον καὶ τῆς πολιορκίας ἀπήρχοντο. καὶ τέως ἀπόπειραν ἐποίει ἀποστραφεὶς κατὰ ∆ορύλαιον ὁ Θεόφιλος τοῦ δώροις αὐτὸν ἐκεῖθεν ἀποστῆσαι καὶ πρὸς τὰ οἰκεῖα ποιῆσαι παλινοστῆσαι. ἀλλ' οὐ πείθεται, ἐνδομυχοῦσαν φέρων τὴν τῆς πατρίδος αὐτοῦ αλωσίν τε καὶ πόρ- θησιν. μᾶλλον μὲν ουν ἐξουθένει καὶ ἀνδράποδον ἐκάλει τε καὶ δειλόν, μυκτηρίζων καὶ διακωμῳδῶν οις οὐ πρὸ τούτου τούτῳ ἀλλὰ νῦν ἐπὶ ξυροῦ ἑστῶτι ἐπείθετο. ειχε μὲν ουν καὶ τοὺς ἀποσταλέντας 130 πρέσβεις αὐτόθι που, τῶν δρωμένων ἐπόπτας καὶ μάρτυρας. (34) καὶ δὴ χρόνου παρῳχηκότος διέφυγεν αν ἡ πόλις τὸν ολε- θρον, τῷ πᾶσαν ἰδέαν πολιορκίας τῶν μὲν ἐνδεικνυόντων τῶν δὲ καταβαλλόντων, καὶ πολλῶν ἀνῃρημένων ἐξ ἀμφοτέρων ἀνδρῶν, τῶν μὲν ἀμυνομένων τῶν δὲ πολιορκούντων, ἀπράκτων δὲ τέως μενόντων τῶν ̓Αγαρηνῶν καὶ τῆς πολλῆς ὀφρύος κατασπωμένων τῷ πλῆθος ἀνῃρῆσθαι λαοῦ. καὶ γὰρ ὡσεὶ χιλιάδες ἑβδομήκοντα ἐκλελοιπότες εὑρέθησαν μετὰ τὴν αλωσιν ἀριθμούμενοι. ἀλλ' οὐκ ην παρελθεῖν τὴν ἐκ θεοῦ μάχαιραν ἠπειλημένην ανωθεν, οις ὑβρίζετο τὸ θεῖον αὐξανομένης δὴ τῆς αἱρέσεως. διὰ τοῦτο ἀνήρ τις τῶν ὑποβεβηκότων (Βοϊδίτζης ουτος ἐκαλεῖτο ὁ αθλιος) μέλ- λουσιν ηδη πως ἀναχωρεῖν καὶ πρὸς τὴν οἰκείαν μετ' αἰσχύνης παλινοστεῖν "τί" φησίν, "ω ουτοι," γράμματα διὰ βελῶν πεπομ- φώς, "τοσοῦτον τεταλαιπωρηκότες μέλλετε ἀποφοιτᾶν, κεκμηκό- τες απρακτα καὶ πεπονηκότες; ελθετε τοιγαροῦν κατὰ τοὺς πύρ- γους ἐκείνους, ενθα μὲν βοΐδιον ανωθεν λίθινον εξωθεν δὲ λέων ἐκ μαρμάρου ἐφίσταται· κἀκεῖσέ μοι περιτυχόντες, τὰ ὑμέτερα δηλαδὴ φρονοῦντά τε καὶ διευθετοῦντα, καὶ αλλως ἀσθενεστέρων πεφυκότων ενθα δὴ τῶν ἐπάλξεων, ἐγκρατεῖς τε τῶν εσω γενή- σεσθε καὶ ἐμὲ πολλοῦ αξιον κρίνετε." ηλθον κατὰ τὸν λόγον ἐκείνου, καὶ εἰσῆλθον αμα τῇ προσβολῇ, παίοντες καὶ τιτρώσκον- τες τοὺς καταλαμβανομένους. οὐκ ην δὲ οστις τῶν ἀποθνησκόν- 131 των οὐκ ην. πάντες δὲ ἀνῃροῦντο καὶ επιπτον ποταμοὺς κινοῦν- τες ἐξ αιματος. ουτω μὲν ουν αἱρεῖται τὸ ̓Αμόριον καὶ χερσὶν ἀνόμων ἀνομωτέρως προδίδοται, ἐκείνων μόνον ζώντων τῶν μέχρι τοῦ Βαγδὰδ παραπεμφθέντων, τῶν κατὰ τὰ θέματα τελούντων μεγιστάνων τε καὶ κραταιοτέρων ἀνδρῶν, οις καὶ οἱ μβʹ μάρτυρες συνηρίθμηντο. οἱ δ' αλλοι απαντες μαχαίρας πολεμικῆς ἐγίνοντο τρόπαιον. οὐδὲ γὰρ οὐδ' ουτως επεισε τὸν ἐχθρὸν ὁ Θεόφιλος πρέσβεις δευτέρους ἀποστείλας, ἐπὶ κεντηναρίοις διακοσίοις ἐξω- νήσασθαί τε καὶ