48
τῶν ἐχθρῶν λυτρώσασθαι τὸν αἰχμάλωτον λαόν, εἰ δ' ουν, ἀλλὰ τούς γε τέως πρὸς γένος αὐτῷ πλησιάζοντας καὶ ἐπὶ συμμαχίαν αὐτῷ ἀποσταλέντας ἐκεῖ. ἀλλὰ μέγα μὲν ουν γαυριῶν μέγα δέ γε φυσῶν ἐκείνους τε τοὺς πρώτους καὶ τοὺς δευτέρους τούτους ἀνταπέστειλε πρέσβεις, καταμωκώμενός τε καὶ πλύνων υβρεσι, "τοσούτοις μόνοις" φάσκων "ἐξωνήσασθαι βού- λεσθε κεντηναρίοις, ενθα τῶν χιλίων μέχρι φιλοτιμίας ενεκα καὶ δωρεᾶς ὑμῖν κατανάλωται;" οις καὶ τὴν καρδίαν παθὼν ὁ Θεό- φιλος, καὶ ωσπερ ὑπὸ πυρός τινος ἀναζέων η ἐλαυνόμενος, ἐδεῖτο τοῦ περιψύχοντος υδατος ἐκ χιόνος προσφερομένου. χλιαροῦ δέ πως τῷ τῆς καρδίας καύσωνι δοκοῦντος, συνέβη κἀκεῖνον ἐξ ἐκεί- νης τῆς πόσεως δυσεντερίας νόσῳ περιληφθῆναι καὶ ακοντα, καὶ τῇ νόσῳ ταύτῃ τοῦ γενέσθαι ἐκτός. καὶ τὰ μὲν κατὰ τὸ ̓Αμόριον ουτως. 132 35 Κατὰ δὲ τὴν οἰκείαν χώραν παλινδρομήσας ὁ ̓Αγα- ρηνὸς τοὺς εἰρημένους ἀρχηγοὺς ἐν φρουρᾷ τινὶ σκοτεινῇ τῷ ξύλῳ ἀσφαλισάμενος καθεῖρξεν, βραχεῖ τινὶ υδατι καὶ αρτῳ τούτους ἐντειλάμενος ἀποζῆν. ἐν τοσούτῳ δὲ σκότει ἀσφαλείᾳ κατείχοντο ὡς μήτε κατὰ τὴν σταθερὰν μεσημβρίαν μικρόν τι αὐγάζεσθαι, ἀλλ' η τῇ ἀλλήλων φωνῇ γινώσκεσθαί τε μόνῃ καὶ μόνων τῶν φυλάκων ἀπολαύειν, τῶν αλλων στερουμένους ἀνθρώπων, καὶ ὡς ἐν ἐρημίᾳ βαθυτάτῃ διάγειν. τούτοις τοῖς δεινοῖς ἐπὶ ἑπτὰ ολοις ετεσι προσεκαρτέρησαν. αρτι δὲ κατὰ τὴν πέμπτην τοῦ Μαρτίου μηνὸς ὁ τὸ ̓Αμόριόν τε προδοὺς καὶ τὸν Χριστὸν ἀρνησάμενος Βοϊδίτζης κατὰ τὴν φυλακὴν γενόμενος, Κωνσταντῖνον ανδρα φρόνιμον καὶ σοφίᾳ ἐντεθραμμένον φωνήσας (Κωνσταντῖνος δὲ ουτος ην ὑπηρετῶν τῷ πατρικίῳ κατὰ τὴν ἐν λόγῳ γραφήν), οὐ χρῄζειν εφη τινὰ τῶν ἐντὸς παρεῖναί σοι καὶ τῶν ἐμῶν τυγχάνειν μυστηρίων ἀκροατήν. ὡς δ' οὐδένα παρεῖναι ὁ Κωνσταντῖνος καθωμολόγει, "αγε μοι" εφησεν, "ω φιλτάτη καὶ γλυκεῖα ψυχή (γινώσκεις γὰρ τὸν ἀρχῆθεν πόθον σου συμφυέντα μοι), βουλή- θητι μετὰ τοῦ πατρικίου τῷ πρωτοσυμβούλῳ συνεύξασθαι καὶ μαγαρίσαι τὴν αυριον, ινα μὴ παρανάλωμα γίνησθε μαχαίρας καὶ αἰκισμῶν. τοῦτο γὰρ αὐτῷ διὰ σπουδῆς εχοντι καὶ μελετῶντι συμφέρον ἡγησάμην σοι ὡς φίλῳ δηλοποιῆσαι πιστῷ. θέλησον γοῦν αὐτῷ μὲν κατὰ τὸ φανερὸν συνεύξασθαι, θεῷ δὲ τὰ κρυπτὰ 133 ἐτάζοντι πίστευε κατὰ ψυχήν, καὶ τῆς αὐτοῦ οὐχ ἁμαρτήσετε αἰω- νίου ζωῆς." τούτοις οὐ μαλακισθεὶς μηδὲ φρεναπατηθεὶς ὁ ἀήτ- τητος "ἀπόστηθι" εφη "ἀπ' ἐμοῦ, ἐργάτα τῆς ἀνομίας, ἀπό- στηθι." καὶ αμα τῷ λόγῳ ἀπεφοίτησεν, διηγησάμενος ἰδίᾳ τῷ πατρικίῳ τῶν λεχθέντων μὲν οὐδὲν φανερόν, ινα μή τις δειλαν- δρίας ἐναποτεχθῇ αὐτῷ λογισμός, μόνον δὲ οτι θανάτου ψῆφος ἐς αυριον καθ' ἡμῶν ἐξενήνεκται. εὐχαρίστησεν ἐπὶ τούτοις τῷ θεῷ ὁ πατρίκιος, καὶ διαθέμενος τὰ κατ' αὐτὸν διὰ Κωνσταντί- νου τοὺς συμπαρόντας απαντας εἰς πάννυχον ὑμνῳδίαν ἀνίστησιν. (36) εωθεν δὲ μετὰ σοβαρᾶς τις φαντασίας αρχων ἐξεληλυθὼς τοὺς προεξάρχοντας μόνους τῶν αλλων ἐξελθεῖν ἐπιτρέπει. καὶ δὴ ἐξίασιν ανδρες δύο καὶ τεσσαράκοντα, καὶ εὐθὺς κλεισθῆναι προστάττει τὴν φυλακήν. ἠρώτα γοῦν πόσον ετος αὐτοῖς ἐστὶν κατὰ τὴν φρουράν, καὶ αλλας ἐκίνει βαττολογίας, κατηκόους τού- τους βουλόμενος τῶν αὐτοῦ ποιῆσαι φλυαριῶν. ἀλλ' ουτοι τό τε ετος ἀποκριθέντες, ὡς εβδομον, καὶ πρὸς τοὺς ἐκείνων ἐκ τῆς θείας γραφῆς ῥωμαλέως καὶ μετὰ γενναίας ψυχῆς ἀντιταχθέντες λόγους, τὴν ἐπὶ θάνατον φέρουσαν κατεκρίθησαν. ὡς δὲ κατὰ τὸν Εὐφράτην ἐγένοντο, καὶ περὶ αὐτὸν ἡ πόλις αὐτῶν ᾠκοδόμη- ται Σάμαρα, ἐλέγχειν ἐπειρᾶτο τὸν Κρατερὸν Θεόδωρον ὁ ἀλιτή- ριος, ει πως ἀλλὰ τούτῳ γε πείσει τὸν θάνατον ἐξαρνήσασθαι. καὶ "πῶς" εφη "σὺ Θεόδωρε παρρησιαζόμενος διὰ θανάτου φοι- τᾶν ἐλπίζεις πρὸς θεόν, ου τὰς σωτηρίας, ὡς φατέ, οὐκ ἠγάπησας 134 ἐντολάς; οὐδὲ γὰρ αν ἐξ ἱερατικοῦ κλήρου, ῳ σὺ πάλαι ἐγκατε- λέξω, πρὸς σχῆμα ηλθες τῶν λαϊκῶν· οὐδὲ χεῖρας ἀθώους ουσας αἱμάτων σου νῦν ἐν πολέμοις