49
ἐπλήρους πάλιν αὐτὰς τῶν μολυσμά- των τε καὶ μιασμάτων." καὶ ὁ Θεόδωρος οὐκ ἐμβραδύνας, μηδέ τινα χρόνον ἀναβαλλόμενος, "διὰ τοῦτο" εφη "καὶ τὸ ἐμὸν ἐκχέαι αιμα οὐ κατοκνήσω, ινα μοι λύτρον τε καὶ λουτρὸν τῶν πεπλημ- μελημένων ἀναφανὲν τὴν βασιλείαν δώῃ αὐτοῦ, ῃ ἀποδράσας τίς σου τῶν οἰκετῶν καὶ αυθις ἐπανακάμψας τήν σοι φίλην λειτουρ- γίαν ἐκτελοίη, εἰς τὴν συγγνώμης χώραν ἀλλ' οὐκ ἀγνωμοσύνης χωροίη." καὶ αμα εἰς τὸ τῆς ἀθλήσεως εἰσῄει ωσπερ τις ̓Ολυμ- πιονίκης στάδιον, καὶ πρὸς τὸν πατρίκιον Κωνσταντῖνόν φησι, τὴν ὑφέρπουσαν ωσπερ αὐτοῦ δειλίαν καὶ φόβον ἀποσοβῶν, "αγε δή, ω στρατιῶτα Χριστοῦ, τὸ πρόκριτος ειναι πάντων ἡμῶν πρὸς τὸν ἐπὶ γῆς βασιλέα λαχών, πρῶτος καὶ τὸν τοῦ μαρτυρίου ἀνα- λάμβανε στέφανον." ὁ δ' ἱερὸς Κωνσταντῖνος "σοὶ μᾶλλον ὡς γενναίῳ καὶ κρατερῷ" εφη "τὸ τοιοῦτον προσῆκεν ἀξίωμα, οθεν ἀκόλουθον εξεις με, σαυτὸν πρῶτον εἰς θάνατον παραδιδούς." ἐπιρρώσαντες ουν ἀλλήλους τοῖς παρακλητικοῖς, κατὰ τὰς κοσμι- κὰς ἀξίας πρὸς τὸν διὰ μαρτυρίου εκαστος ἐχώρει δὴ θάνατον, πάντων θαυμαζόντων τὴν μετὰ πεποιθήσεως καὶ γενναίας τούτων ψυχῆς αθλησιν. ἀλλὰ ταῦτα μὲν υστερον. 135 37 Τότε δὲ ὁ βασιλεὺς Θεόφιλος οὐ φέρων τὴν ἐκ τῶν ̓Αγαρηνῶν ητταν καὶ ἀδοξίαν, πατρίκιον Θεοδόσιον, ος ουτως ἐλέ- γετο ὁ Βαβούτζικος, πρὸς τὸν ῥῆγα Φραγγίας ἐξαποστέλλει, στρα- τεύματα ἐκεῖ αἰτῶν γενναῖά τε καὶ πολυάνθρωπα. οὐδὲ γὰρ χει- ρῶν ἀσθενείᾳ η ψυχῆς μαλακότητι τοὺς ἑαυτοῦ κέκρικεν ἡττᾶσθαι ποτέ, φυγομαχίᾳ δὲ καὶ ταὐτὸν εἰπεῖν προδοσίᾳ τοῦτο πάσχειν ἀεί. ἀλλὰ καὶ αν ελαβεν πεῖραν καὶ τῶν ων προσεκαλεῖτο ἐθνῶν δύνα- μιν καὶ ἰσχὺν [ῃσθετο] (μετ' εὐφροσύνης γὰρ τὴν πρὸς βασιλέα ἐπικουρίαν ὁ ῥὴξ ἀπεδέδεκτο) καὶ αυθις κατὰ τῶν ̓Αγαρηνῶν ἐστράτευσεν ὁ δυστυχὴς Θεόφιλος (ταύτην δὲ τὴν προσηγορίαν ἐκ τοῦ ἀεί πως ἡττᾶσθαι κατὰ πόλεμον ἐκληρώσατο), εἰ μὴ ὁ ἀποστα- λεὶς Θεοδόσιος ἐκ τοῦ βίου γενέσθαι προέφθασεν. ἐκείνου τε γὰρ ἡ ἀποβίωσις τὸν στρατὸν ἐκεῖνον πρὸς τὴν βασιλεύουσαν ἐλθεῖν οὐ πεποίηκε, καὶ τοῦ βασιλέως ἐπικρατήσασα ἡ τῆς δυσεντερίας νόσος θανατεῖν ἐποίει ἀλλ' οὐ πρὸς οπλα χωρεῖν. 38Ωρα δὲ καὶ τὰ τοῦ Θεοφόβου εἰς μέσον θεῖναι καὶ πᾶσι καταστῆσαι σαφῆ. εκ τε γὰρ τῆς εἰρημένης ηδη κατὰ τῶν ̓Αγαρηνῶν ἐν νυκτὶ τὸν πόλεμον συστήσεσθαι αἰτίας, ἀλλὰ καὶ τῆς κατὰ τὴν νύκτα γενομένης λαθραίας ὁμιλίας πρὸς τοὺς Σαρα- κηνούς, ὡς εφαμεν, καὶ αλλοθεν δέ ποθεν κατ' αὐτοῦ λοιδορίαι καθοσιώσεως ἐπιφυεῖσαι καὶ αὐξηθεῖσαι μισητὸν εἰργάζοντο τὸν ανδρα καὶ φοβερόν. καὶ ἐπεὶ μὴ οιός τε ην ἀντισχεῖν, εὐεξαπά- 136 τητον οντα εἰδὼς τὸν Θεόφιλον, φυγαδείᾳ χρησάμενος πρὸς τὴνΑμαστριν (πόλις δὲ αὐτὴ Ποντικὴ) μετὰ τέκνων ὁμοῦ χωρεῖ τε καὶ γυναικῶν καί τινων ἐκκρίτων ἀνδρῶν. ἀνήγετο ουν στόλος εὐθὺς κατ' αὐτοῦ, καὶ πόλεμος σφοδρὸς ἐξηρτύετο ὡς πρὸς ἐχθρὸν τοῦ βασιλέως κατάδηλον, καὶ τοῦ τοιούτου στόλου ἀρχηγὸς ὁ τῆς βίγλης δρουγγάριος ουτως ̓Ωορύφας λεγόμενος. ἀλλ' ὁ Θεόφο- βος τὸν τοῦ θεοῦ φόβον ἐν ἑαυτῷ συλλαβὼν οὐκ εφησε δίκαιον ειναι Χριστιανὸν οντα αιμασιν ἀνθρώπων χαίρειν πιστῶν· οθεν ὑπείκει τῷ βασιλεῖ ορκοις δελεασθείς, καὶ πρὸς αὐτὸν ἐπανάγεται τοῖς ορκοις θαρρῶν. ἀλλ' ὁ Θεόφιλος τούτους θέμενος εἰς οὐδὲν νῦν μὲν εἱρκτῇ τινὶ καὶ φρουρᾷ τῇ κατὰ τὸν Βουκολέοντα τοῦτον τίθησι, φρουρεῖσθαι προστάξας· μιᾷ δέ τινι τῶν ἡμερῶν, ἐπεὶ εγνω ἑαυτὸν ηδη ἀποβιοῦντα καὶ τὰ εσχατα πνέοντα, κελεύει ἐν νυκτὶ ἐξ αὐθεντίας ἀποτμηθῆναι οιόν τι πικρὸν αὐτοῦ ἐντάφιον καὶ λυπηρόν, καὶ πρὸς ἑαυτὸν τὴν ἐκείνου ἀχθῆναι κεφαλήν. ἐπεὶ γοῦν ηχθη κατὰ τὸ πρόσταγμα, τῇ ἑαυτοῦ χειρὶ τὴν ἐκείνου ῥῖνα λαβὼν "νῦν γε" εφησεν "οὐδὲ σὺ Θεόφοβος οὐδ' ἐγὼ Θεόφιλος." εἰσὶ δὲ οι τὸν θάνατον τοῦ Θεοφόβου τῷ ̓Ωορύφᾳ ἀλλ' οὐ τῷ βα- σιλεῖ διδόασιν, φάσκοντες ὡς αμα τῷ πιστεῦσαι τούτῳ αὐτόν, τὴν κεφαλικὴν ἐπαγαγεῖν τιμωρίαν αὐτῷ λάθρα διὰ νυκτός. ἐκεῖθεν ουν διαβεβόηται μέχρι τοῦδε