1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

50

παρὰ Πέρσαις μὴ οψεσθαι θάνατον τὸν Θεόφοβον ἀλλ' ἐν ἀφθαρσίᾳ διαζῆν, τῷ κρύβδην ἀλλ' οὐκ ἀναφανδὸν τὸν ἐκείνου θάνατον γενέσθαι ποτέ. 137 39 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Κρῆτες παντὶ στόλῳ ἀρά- μενοι τὴν παράλιον ἐδῄουν τῶν Θρᾳκησίων καὶ ᾐχμαλώτιζον. παρὰ τοσοῦτον δὲ αὐτῶν ἐχώρουν τὰ νεανιεύματα καὶ τὰ στρατη- γήματα παρ' οσον οὐ τὴν αἰγιαλῖτιν μόνον ἐπειρῶντο καταδρα- μεῖν, ἀλλὰ καὶ κατὰ τῶν ἐν τῷ ορει, οπερ ουτω καλεῖται Λάτρος, ἐνσκηνούντων καὶ τῶν μοναύλιον βίον ἀσπαζομένων γυμνῷ τῷ ξίφει χωρεῖν καὶ Μυσῶν λείαν τὰ ἐκεῖσε ποιεῖν. ἀλλὰ Κωνσταν- τῖνος ὁ κατὰ τὸν Κοντομύτην τηνικαῦτα τὴν πρόνοιαν τοῦ θέμα- τος τούτου ποιῶν, ἐπείπερ εξω πρὸς τὴν χέρσον ἐγένοντο, ὡς δελ- φῖνας τούτους ἀπέσφαξε καὶ γενναίᾳ χειρὶ τῇ ἀφανείᾳ πάντας παρ- έδωκεν. καὶ κατὰ τὸν τῆς αὐτοκρατορίας δὲ χρόνον αὐτοῦ καὶ τὸν ̓Οκτώβριον μῆνα, εἰς ἰνδικτιῶνα ὀγδόην, ὁ τῶν ̔Ρωμαίων στόλος ἐν τῇ νήσῳ τῇ Θάσῳ καταναυμαχηθεὶς αρδην απας ἀπώ- λετο. καὶ κατὰ τὸ ἑξῆς δὲ τὰς Κυκλάδας νήσους, ἀλλὰ μὴν καὶ τὰς αλλας ἁπάσας, ὁ τῶν ̓Ισμαηλιτῶν κατασύρων στρατὸς οὐκ ἐπαύετο. καὶ αυθις ἐν ̓Αβασγίᾳ ο τε Θεόφοβος καὶ ὁ τῆς Θεοδώ- ρας ἀδελφὸς Βάρδας ἀποσταλέντες μετὰ στρατιᾶς ἰσχυρῶς ἐδυστύ- χησαν, ὀλίγων αγαν ἐκεῖθεν ὑποστρεψάντων. ἀλλὰ καὶ αὐχμοὶ καὶ πάλιν χειμῶνες ἐξαίσιοι καὶ ολως ἀνωμαλίαι καὶ δυσκρασίαι κατὰ τὸν ἀέρα γινόμεναι ἐκάκουν τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ, ἐξ ων σιτοδεῖαι καὶ λιμοὶ καὶ γῆς ἐκ σεισμῶν ἀνατιναγμοὶ οὐκ ην οτε μὴ ἐγίνοντο κατὰ τὴν αὐτοῦ απασαν τῆς βασιλείας ἡμέραν. 138 40 ̓Επεὶ δὲ ολην ἐκκενώσας τὴν τοῦ σώματος οὐσίαν τῇ τῆς γαστρὸς διαρροίᾳ καὶ φθόῃ, ὡς μηδαμοῦ στῆναι τῆς ψυχῆς ετι δυναμένης ἀλλ' ἀποπτῆναι αὐτῆς ζητούσης καὶ ἀποστῆναι, ἐδε- δίει [δὲ] περὶ τοῦ υἱοῦ καὶ τῆς αὐτοῦ γαμετῆς, ἐν τῇ Μαγναύρᾳ πάντας ἐκκλησιάσας [οτε] καὶ μόγις κλίνης ὑπὸ τῶν ἐπιτηδείων κουφισθεὶς καὶ ἀρθείς, καὶ πολὺ ἀθροίσας πνεῦμα ἐν στεναγμῷ, "αλλος μὲν" εφη "ἀπολοφυρόμενος ἐν τοιαύτῃ νόσῳ καὶ καταιγίδι τὸ τῆς νεότητος ανθος ἐξετραγῴδησε καὶ τὴν τοσούτην εὐδαιμο- νίαν, αις ὁ ἐξ ἀρχῆς φθόνος ἐπιβασκαίνων με δεινῶς τὰ νῦν ἐπο- φθαλμίζει καὶ ἐξ ἀνθρώπων με ποιεῖ. ἐγὼ δὲ τὴν τῆς γαμετῆς μου χηρείαν προορῶν καὶ τὴν τοῦ υἱοῦ δυσποτμίαν καὶ ὀρφανίαν, πρὸς δὲ καὶ διακόνων ηθεσι καλοῖς ἐντραφέντων καὶ θεραπείαις καὶ τῆς ἐμῆς συγκλήτου καὶ γερουσίας τὴν στέρησιν, ἀνακλαίομαι, ω παρόντες, καὶ ἀποδύρομαι οις τε ὑμᾶς χειροήθεις οντας καὶ πραεῖς καταλιμπάνων πρὸς ον οὐκ οιδα πορεύομαι βίον, καὶ ἀλ- λάσσομαι δόξαν ἀνθ' ης οὐδ' ολως ο τι μοι προσαπαντήσεται εγνωκα. ἀλλὰ μέμνησθέ μου τέως τῆς ης οὐκέτι γλώττης ἀκού- σεσθε καὶ ην οτε πικρὰ τοῦ πρέποντος ενεκεν καὶ συμφέροντος· καὶ τὴν μετὰ θάνατον ευνοιαν εις τε υἱὸν καὶ γυναῖκα διαβαίνου- σαν ταμιεύσασθε, ἐκεῖνο πάντως προσενθυμούμενοι, ὡς ὁποῖός περ εκαστος τῷ πέλας τούτου γενήσεται, τοιοῦτον καὶ αὐτῷ τὸ πρὸς τὸ μέλλον συμβήσεται." τοιούτοις ῥήμασι τῆς βασιλικῆς 139 πάντας κατακηλούσης γλώττης καὶ ἡμερούσης, οὐκ ην οστις ἀδά- κρυτος ην, οὐδ' ην εἰκάσαι τὸν ἀναπεμφθέντα ἐκ τῶν παρόντων στεναγμόν τε καὶ ὀδυρμόν. 41 Μικρὸν ουν ετι ἐπιβιώσας κατὰ τὴν εἰκάδα τοῦ ̓Ια- νουαρίου μηνὸς τὸν βίον μετήλλαξεν, τῆς βασιλείας γενόμενος ἐγ- κρατὴς μῆνας τρεῖς ἐπὶ δώδεκα ετεσιν, πολλὰ τοὺς τῆς ὀρθοδόξου πίστεως περιεχομένους παρ' ολον αὐτοῦ τὸν βίον μυσαττόμενός τε καὶ χειμῶνα πάντα κατὰ πᾶσαν ωραν καιροῦ ἐπάγων αὐτοῖς ἀφει- δῶς, ἀνθ' ων ενεκεν καὶ τὸ δυστυχὴς ονομα παρὰ παντὸς ἀνθρώ- που ωσπερ τινὰ κλῆρον ἐπήγετο, μηδέποτε τρόπαιον στήσας κατὰ τῶν ἐχθρῶν βασιλικόν τε καὶ ἀξιέπαινον, μήτε μὴν τὴν προτέραν ητταν ἀναμάχεσθαι δυνηθείς, καίτοι γε ὀκτωκαίδεκα πολέμους παρ' ολην αὐτοῦ τὴν ζωὴν κατὰ τῶν ἐχθρῶν συστήσας, καὶ τοσαυ- τάκις αὐτοῖς συμπλακεὶς καὶ πρὸς παρατάξεις χωρήσας οὐκ ἀγεν- νεῖς. ἀλλὰ τοῦτον μὲν ουτω καταστρέψαντα τὸν βίον