51
ἐνταῦθα καταλιπόντες ἐπὶ τὰς καταλοίπους οἰκοδομὰς αὐτοῦ που περὶ τὰ ἀνάκτορα ουσας βαδιούμεθα, ἀξιολογωτάτας ουσας καὶ μνήμης τυχεῖν ἱκανάς. 42 Εὐθὺς γοῦν ἀπὸ τοῦ Κυρίου εἰσιὼν κατὰ τὸ πρόσω- πον ὑπαντώσας εὑρήσεις αὐτάς. ο τε γὰρ Καριανός, ος ουτω φέρει τὴν κλῆσιν διὰ τὸ ἀπὸ τῆς γραδώσεως εχειν ἀπὸ λίθου Κα- ριανοῦ οιόν τινα πλατὺν ποταμόν, ὁ καὶ χρηματίζων σήμερον βε- 140 στιάριον τῶν ἀποθησαυριζομένων πέπλων [ἐκ] σηρικῶν, τῆς ἐκεί- νου προνοίας εργον ἐστίν, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ γείτων αὐτοῦ κε- χρυσωμένην εχων ὀροφὴν Τρίκογχος, ἐκ τοῦ σχήματος τὴν κλῆσιν λαχών· τρισὶ γὰρ κόγχαις μετεωρίζεται, μιᾷ μὲν κατὰ τὴν ἀνατο- λὴν συνοικοδομούμενος, η καὶ ἐκ τεσσάρων κιόνων ̔Ρωμαίων ὑπο- στηρίζεται, δυσὶ δὲ ἐγκαρσίαις, κατὰ αρκτον καὶ μεσημβρίαν φημί. τὸ πρὸς δύσιν δὲ τοῦ οικου μέρος ὑπὸ δύο μὲν κιόνων ἀνέ- χεται, τριῶν δὲ πυλῶν τὴν εξοδον δίδωσιν. τούτων ἡ μέση μὲν ἐξ ἀργύρου κατεσκεύασται, αἱ ταύτης δὲ ἑκατέρωθεν ἐκ γεγανω- μένου χαλκοῦ. ἡ εξοδος εἰς τὸ καλούμενον ουτω Σίγμα ἐξάγει, ἐκ τῆς πρὸς τὸ στοιχεῖον ὁμοιότητος τὴν ἐπωνυμίαν λαβόν, ο ισην τε καὶ ὁμοίαν τοῦ Τρικόγχου τὴν εἰς τοὺς τοίχους ἐπανθοῦσαν ὡραιότητα φέρει· ἐκ γὰρ λακαρικῶν παμποικίλων τοῦτό τε κἀκεῖνο μαρμάρωται. ἀλλὰ τοῦτο μὲν τὴν ὀροφὴν εχει στερράν τε καὶ λαμπράν, οτι καὶ πεντεκαίδεκα κίοσιν ηδρασται ἐκ λίθου δοκιμί- νου· διὰ στύρακος δὲ πρὸς τὸν θεμέλιον αὐτοῦ κατιὼν τὴν αὐτὴν εχοντα τοῦ σχήματος εἰκόνα τε καὶ ὁμοίωσιν εὑρήσεις, ἐννέα πρὸς ταῖς δέκα κίοσιν διαβασταζόμενον, καὶ τὸν περίπατον εχοντα κατ- εστρωμένον ἐκ λίθου πιπεράτου. τούτου δὲ πλησίον τοῦ περι- πάτου, ἐνδότερόν που καὶ ἀνατολικώτερον, Τετράσερόν τι ὁ τεχνί- της ἐξήγειρεν, τρισὶ καὶ αὐτὸ κόγχαις διειλημμένον κατὰ τὴν εἰ- κόνα τοῦ ἐπικειμένου αὐτῷ Τρικόγχου. ἀλλὰ τὴν μὲν μίαν πρὸς τὴν ἀνατολήν, τὰς ἑτέρας δὲ δύο μίαν μὲν πρὸς τὴν δύσιν θατέ- 141 ραν δὲ πρὸς τὴν μεσημβρίαν συμπεριείληφεν. τὸ δὲ ἀρκτῷον μέ- ρος ἐκ δύο κιόνων ἀληθινοπιπέρων εχει διανειργόμενον Μυστή- ριον· ουτω τὴν κλῆσιν εχει τοῦτο κατάλληλον. καὶ ἡ αἰτία οτι καθάπερ τὰ αντρα συνεπηχῶν ἀβλαβῆ τὴν ἠχὼ διαπέμπει πρὸς τοὺς ἀκούοντας· καὶ ει τις τῷ τοίχῳ πλησιάσας τῆς ἀνατολικῆς κόγχης ειτε δὴ καὶ δυτικῆς ἐν μυστηρίῳ τι ειπῃ καὶ καθ' ἑαυτόν, ἐκ διαμέτρου τε καὶ ἀντιπέρας ἱστάμενος ετερος, εἰ τὸ ους τῷ τοίχῳ ἐπιθῆται, τῆς ἐν μυστηρίῳ λαλουμένης ἐκείνης φωνῆς αὐτή- κοός πως γενήσεται. τοιοῦτόν τι περὶ αὐτὸ θαῦμα ἐγγίνεται. 43 Τούτῳ δὴ τῷ οικῳ παρεπεπήγει πως καὶ συγκατ- εσκεύασται ὁ τοῦ Σίγμα περίστυλος, ὁ πρότερον ἡμῖν εἰρημένος. ἐκ δὲ τούτου υπαιθρόν τι καὶ ἐξάερον κέχυται, μέσον μὲν φιάλην εχον χαλκῆν, ἐξ ἀργύρου τὸ χεῖλος εχουσαν ἐστεμμένον· η διά- χρυσον στροβίλιον εχουσα ουτω κατωνόμασται, μυστικὴ τοῦ Τρι- κόγχου φιάλη, εκ τε τοῦ πλησίον ᾠκοδομημένου Μυστηρίου καὶ τοῦ τρικόγχου οἰκήματος ἐπωνυμίαν λαβοῦσα. ἐκ δὲ ταύτης αὐ- τοῦ που πλησίον καὶ ἀναβάθραι ἑστήκασιν ἐκ Προικοννησίου λί- θου λευκοῦ, καὶ μέσον τῶν εἰρημένων ἀναβαθμῶν τροπικὴ ἐκ μαρμάρων, ὑπὸ δύο λεπτοκαλάμων κιόνων ἐστηριγμένη. αὐτοῦ που παρὰ τὴν πλευρὰν τοῦ πρὸς τὸ ευρος Σίγμα καὶ δύο χαλκᾶ λεοντοχάσματα ἐπεπήγεισαν. ἀλλὰ ταῦτα μὲν υδωρ ἐκφέροντα τὸ κοῖλον απαν τοῦ Σίγμα ἐπλήρουν τοῦ νάματος, τέρψιν οὐ μι- 142 κρὰν παρέχοντα· ἡ δὲ δὴ φιάλη κατὰ τὸν καιρὸν τῶν δοξίμων, πιστακίων καὶ ἀμυγδάλων, ἀλλὰ μὴν καὶ κουναρίων πεπληρωμένη, κονδίτου ἐκ στροβιλίου ἐκδιδομένου, πᾶσιν ἐκίρνα καὶ παρεῖχε τρυφᾶν τοῖς οσοι δι' ἐφέσεως ειχον τῶν ἑστηκότων ἐκεῖ, πᾶσι μὲν ἀναντιρρήτως τοῖς ἐκ θυμέλης, πλέον δὲ τοῖς ἐξ ὀργάνων ψάλλουσι καὶ τὸ σύντονον. κατὰ μὲν δὴ τὰς ἀναβάθρας ὁ δῆμος απας ἱστάμενος καὶ τὸ πολίτευμα μετὰ τῶν περατικῶν ταγμάτων τὴν τάξιν ἐπλήρουν τὴν βασιλικήν, μέσον αὐτῶν δηλαδὴ κατὰ τὴν εἰρημένην μαρμάρινον τροπικήν, εἰ μὲν τύχοιεν, εχοντες καὶ τὸν δομέστικον τῶν