52
σχολῶν μετὰ τοῦ ἐσκουβίτου καὶ τῶν δύο δημάρ- χων, τοῦ τε πρασίνου τοῦ τε βενέτου, πλησίον μὲν τοῦ δομεστίκου ἱσταμένου τοῦ τῶν βενέτων δημάρχου, πλησίον δὲ τοῦ ἐσκουβίτου τοῦ τῶν πρασίνων, εἰ δὲ μὴ τύχοι ἐνίοτε δομέστικος καὶ ὁ ἐσκού- βιτος, ἀλλὰ τέως τούς γε δημάρχους εχοντες. τούτων εφορος ην ἁπάντων ὁ βασιλεύς, καὶ θυμηδίας ἁπάσης πληρούμενος, ἐν χρυ- σῷ διαλίθῳ θρόνῳ καθήμενος, καὶ μὴ πρότερον ἐξανιστάμενος, ὡς καὶ τακτικὰ βιβλία καὶ βασιλικὰ διαγορεύουσιν, η τῶν σκιρ- τημάτων ἐκείνων ἐπαπολαῦσαι διὰ τῆς θέας καὶ τῶν πολιτικῶν ἐξαλμάτων. ουτω μὲν ταῦτα καὶ διὰ τοῦτο τῷ Θεοφίλῳ κατε- σκευάσθησαν, τοσοῦτος δὲ ερως ην τούτων αὐτῷ ὡς καὶ τὰς συνή- θεις τῶν πραγμάτων ἀντιλήψεις καὶ καθ' ἡμέραν προελεύσεις ἐν αὐτῷ δὴ Τρικόγχῳ ἐκτελεῖν. ου καὶ κατὰ πρόσωπον τῆς ἐξ ἀρ- 143 γύρου κατεσκευασμένης τῶν πυλῶν ἀνεστηκυῖά ἐστιν ὀροφὴ τέσ- σαρσι κίοσι μετεωριζομένη ἐκ Θετταλικοῦ, τοῦ καὶ πρασίνου, λί- θου. ἀντικρὺ δὲ ταύτης καὶ κατὰ μέτωπον, πλησίον δὴ τῶν εἰ- ρημένων ἀναβαθμῶν, κατὰ τὸ πρὸς δυσμὰς μέρος τοῦ Σίγμα τρίκλινοι πεφυκότες τῷ Θεοφίλῳ ἐξῳκοδόμηνται· Πυξίτης ονομα τῷ ἑνί τε καὶ κατωτέρῳ, ατερος δὲ ἀνώνυμος μὲν ἀνώτερος δέ, καὶ αὐτοῦ τὸν βασίλειον κλῆρον ἐν ἑαυτῷ διαιτᾶσθαι λαχών. τούτου δὴ Πυξίτου κατὰ τὴν πλευρὰν στίχοι λελατόμηνται, ἀση- κρῆτις οντες γεννήματα Στεφάνου μὲν εχοντος τουνομα, ουτω δὲ τοῦ Καπετωλίτου προσαγορευομένου. οἱ δὲ κατὰ τὸν τοῦ Σίγμα περίδρομον ἐγκολαφθέντες τοῦ οἰκουμενικοῦ διδασκάλου ( ̓Ιγνάτιος ουτος ἐκαλεῖτο) τυγχάνουσιν. κατὰ τὸ εὐώνυμον δὲ μέρος, ὡς πρὸς ἀνατολὰς τοῦ Σίγμα, ετερός τις τρίκλινος ἐξήρτηται, οςΕρως μὲν ἐπικέκληται, ὁπλοθήκη δὲ αὐτῷ ἐχρημάτιζεν. ἐντεῦ- θεν οὐκ αλλο τι η ἱστορημένας ἀσπίδας καὶ οπλα παντοῖα ιδοι τις ἐν αὐτῷ, καὶ ταύταις τοὺς τοίχους διαμορφουμένας, ὡς τὸ εἰκός. καὶ τὰ μὲν ἐξ αὐτοῦ τοῦ Τρικόγχου αχρι δὴ τῶν δυσμῶν ουτως ενεστιν ἰδεῖν τοὺς ἀνεγηγερμένους οικους ἐκεῖ· κατὰ δὲ τὸ πρὸς ἀνατολὰς μέρος ιδοις μὲν καὶ τὸν Μαργαρίτην προσαγορευόμενον. τρίκλινος ουτος ἐκ βάθρων τῷ Θεοφίλῳ ἀνεστηκώς, ος ὀκτὼ μὲν κίοσιν ῥοδοποικίλοις τὸν οροφον στηρίζεται, τοὺς τοίχους δὲ ζῴοις πεποικιλμένους παντοδαπῶς καὶ τὸ εδαφος εχει ἐκ Προικοννησίου λίθου καὶ συγκοπῆς απαν κατεστρωμένον. ιδοις δὲ καὶ τοῦ ἐν 144 αὐτῷ κοιτῶνος ἐκ τεσσάρων μὲν κιόνων Βαθυΐνων τὸν χρυσῷ κα- τάστικτον κύκλον τῆς ὀροφῆς ἀνεχόμενον, ἐκ τεσσάρων δὲ Θεττα- λικῶν τὰς στοὰς ἀνεγηγερμένας καὶ βασταζομένας, τοῦ τε ἀνατο- λικοῦ μέρους καὶ τοῦ μεσημβρινοῦ, τοὺς τοίχους δὲ καὶ τὸ εδαφος ὁμοίως τοῖς Μαργαρίτου κατεστρωμένα λαμπρῶς. ουτος μὲν ὁ κοιτὼν ειχεν ἐν ἑαυτῷ διαιτώμενον τὸν Θεόφιλον ἀπὸ τῆς ἐαρινῆς μεσημερίας μέχρι τῆς μετοπωρινῆς καὶ αυθις· αρτι δὲ τῆς χει- μερινῆς γειτνιαζούσης τροπῆς κατὰ τὸν αλλον μετῳκίζετο κοιτῶνα τὸν κατὰ τὸν Καριανὸν τρίκλινον, καὶ αὐτὸν ὑπ' ἐκείνου ᾠκοδο- μημένον διὰ τὰς τῶν νότων ἰσχυροτέρας καὶ βιαιοτέρας πνοάς· ο καὶ νῦν τοῦ παππίου εστιν ἰδεῖν καταγώγιον. οὐχ ηττον δὲ κατό- ψει καὶ τὸ ἐκεῖσε δὴ ἡλιακὸν ὑπ' ἐκείνου καταβεβλημένον κατὰ πρόσωπον τοῦ βορρᾶ, ἐξ ου δὴ ὡρᾶτο καὶ τὸ παλαιὸν τζουκανι- στήριον, ἐκεῖσε τηνικαῦτα τυγχάνον, ενθα καὶ ἡ νέα εκτισται ἐκ- κλησία καὶ αἱ δύο φιάλαι εἰσὶν καὶ τὸ μεσοκήπιον ὑπὸ Βασιλείου τοῦ ἀοιδίμου γενόμενα βασιλέως. καὶ πρὸς μὲν τὸ ἀνατολικὸν μέρος αυται αὐτοῦ αἱ οἰκοδομαί· πρὸς δὲ τὸν νότον πρῶτον μὲν αὐτὰ τὰ ἡλιακὰ προτείνας, ὡς ἡμῖν πρότερον ειρηται, καὶ τοὺς νῦν οντας κήπους ποιήσας κουβούκλεια προσεδείματο, τόν τε Κα- μιλᾶν ουτω λεγόμενον καὶ τὸ πλησίον ἐκείνου κουβούκλειον δεύτε- ρον καὶ τὸ τούτου πάλιν κατὰ τάξιν πλησίον τρίτον, ο καὶ νῦν τῆς Αὐγούστης ἐστὶ βεστιάριον. ἀλλ' ὁ μὲν Καμιλᾶς εξ κίοσιν ἐκ Θετταλικοῦ λίθου, τοῦ καὶ πρασίνου, τὴν χρυσοκατάστικτον ὀρο- 145 φὴν μετεωριζόμενος, τῶν δὲ τοίχων τὰ κάτω μὲν