53
εχων ἐξ ὁμοίων κατεστρωμένα πλακῶν, τὰ δ' ανω ἐκ χρυσοαυγῶν ψηφίδων ἀγάλ- ματά τινα τρυγῶντα καρπούς, ετι δὲ καὶ τουδαφος ἐκ λίθων Προικοννησίων, συνῳκοδομημένον εχει καὶ εὐκτήριον, δύο περίε- χον βήματα, εν μὲν εἰς ονομα τῆς ὑπεραγίας δεσποίνης θεοτόκου, θάτερον δὲ εἰς ονομα τοῦ ἀρχιστρατήγου Μιχαήλ. ὑποβεβηκὸς δὲ τούτου μεσόπατόν ἐστιν, ο τὴν μὲν σκοπιὰν διὰ μαρμαρίνου κλου- βίου πρὸς τὸν Χρυσοτρίκλινον εχον εἰς βιβλιοθήκην ἀφώρισται παρὰ Κωνσταντίνου τοῦ φιλοχρίστου πορφυρογεννήτου βασιλέως· ουπερ τὸ ἀριστητήριον αυθίς ἐστιν ἐκ λίθων μὲν Βαθυΐνων τοὺς τοίχους εχον λελαμπρυσμένους, ἐκ συγκοπῶν δὲ καὶ διαφόρων χροιῶν τὸ εδαφος πᾶν. τὸ δὲ μετὰ τὸν Καμιλᾶν κουβούκλειον δεύτερον, τὴν ὀροφὴν ὁμοίαν τῷ προτέρῳ εχον καὶ ὑπὸ τεσσάρων κιόνων ἐστηριγμένον δοκιμίνων, τὸ εδαφος ἐκ Προικοννησίου λίθου κατέστρωται, τῶν τοίχων, ὡς τὸ πρότερον, τὸν μὲν ἀέρα ἐκ χρυ- σοειδῶν ψηφίδων ολως κατηγλαϊσμένον φέρον, δένδρα δέ τινα καὶ ποικίλματα ἐκ πρασίνων εχοντα τὸ λεῖπον ψηφίδων ἀναπληρού- μενον. τὸ τούτῳ δὲ ὑποβεβηκός, ο καὶ Μεσόπατος λέγεται, εἰς οικησιν τῶν τὴν γυναικωνῖτιν πεπιστευμένων καρτζιμάδων ἐστίν. τὸ δὲ τρίτον μετὰ τοῦ κουβουκλείου, τὸ καὶ νῦν τῆς Αὐγούστης βεστιάριον χρηματίζον, ὁμοίαν εχει τούτοις τὴν ὀροφὴν καὶ του- δαφος ἐκ λευκοῦ λίθου Προικοννησίου κατεστρωμένον, τοὺς τοί- 146 χους δὲ απαντας ὑπὸ εἰκόνων υστερον ἀλλ' οὐ τότε καταγλαϊσθέν- τας ὑπὸ τοῦ υἱοῦ Μιχαήλ. τὸ τούτῳ δὲ ἡνωμένον καὶ συμπεφυ- κὸς κατώγεον ἑπτὰ μὲν κίοσι Καριανοῖς τὴν ὀροφὴν στηρίζεται, πέντε μὲν πρὸς μεσημβρίαν δύο δὲ πρὸς ἀνατολήν, τοίχοις δὲ δύο ὠχύρωται, ἐκ πλακῶν ̔Ρωμαίων καὶ Πηγανουσίων καὶ Καριανῶν, πρὸς δὲ καὶ πρασίνων καλλωπιζομένοις ποταμίων Θετταλικῶν· Μουσικὸς ουτος κατονομάζεται διὰ τὴν τῶν μαρμάρων ἀκριβῆ συγκοπήν, οθεν καὶ τὴν τοῦ ἐδάφους λείωσιν ἐκ διαφόρων μὲν σχημάτων ἐκ διαφόρων δὲ καὶ ὡραίων λίθων ἐξηρτυμένην εχει. ειποις αν αὐτὸ ἰδὼν λειμῶνα ειναι διαφόροις ανθεσι βρύοντα. τούτῳ πρὸς μὲν δύσιν κατὰ πλευρὰν κουβούκλειον ηνωται τὴν τῶν μαρμάρων ὡραιότητα κατὰ πάντα φέρον ἐφόμοιον, ετι δὲ καὶ κίοσι πέντε Καριανοῖς, τρισὶ μὲν πρὸς μεσημβρίαν δύο δὲ πρὸς δυσμάς, τὴν ὀροφὴν βαστάζουσιν. ετερον δὲ πρὸς πόδας τούτου ἐστίν, εἰς δύο μὲν δόμους διῃρημένον, τῷ Αὐγουστιακῷ δὲ πλησιάζον κοιτῶνι· ενθα καὶ Λέων ὁ φιλόχριστος βασιλεὺς εὐκτήριον τῆς ἁγίαςΑννης ἐδείματο καὶ αὐτὸ ἐκ τεσσάρων μὲν κιόνων Βαθυΐνων τὴν ὀροφὴν ἀνεγειρόμενον, τὸ εδαφος δὲ ἐκ λίθου λευκοῦ Προι- κοννησίου, πρὸς τοὺς τοίχους ἐκ Βαθυΐνων πλακῶν διαμορφούμε- νον. ἀλλὰ τοῦτο μὲν τῷ τῆς Αὐγούστης πλησιάζει κοιτῶνι, ὡς εφαμεν· ἐκεῖνο δὲ τὸ πρὸς δύσιν τοῦ Μουσικοῦ τὴν μὲν κάθοδον ἐν τῷ προρρηθέντι εχει κοιτῶνι διὰ κλίμακος, ὁμοίως δὲ καὶ τὴν εισοδον· εἰσάγει δὲ καὶ πρὸς τὸ καινούργιον, κοιτῶνα καὶ τρίκλι- 147 νον ον Βασίλειος ὁ ἀοίδιμος εκτισε βασιλεύς, καὶ πρὸς τὸν πόρ- τικα τοῦ πέμπτου κουβουκλείου, ἐν ῳ τὸ τοῦ ἁγίου Παύλου εὐ- κτήριον ὑπὸ Βασιλείου τοῦ ἀοιδίμου ιδρυται βασιλέως. 44 Ταῦτα μὲν ουν ἐν τοῖς ἀνακτόροις κατά τε βορρᾶν καὶ νότον ὑπὸ Θεοφίλου μὲν ἀνῳκοδόμηνται, ὑφ' ἡμῶν δὲ ἱστορίᾳ πα- ραδίδονται, οτι μὴ βουλόμεθα τὰ ἐκείνου εργα, ὁποῖά ποτ' αν ῃ, λήθῃ παραδίδοσθαι, εἰς διάγνωσιν τῆς ἐκείνου περὶ τὸν βίον προ- αιρέσεως. ἀλλὰ καὶ τοὺς τρικλίνους, τόν τε ουτω καλούμενον Λαυ- σιακόν, προσέτι δὲ μὴν καὶ τὸν ̓Ιουστινιανοῦ, ἐκεῖνος τοῖς χρυσο- ειδέσι ψήφοις ἐκόσμησε· καὶ τὴν καλάθωσιν ἐκ τῶν Βασιλίσκου τοῦ τυράννου παλατίων μεταγαγὼν τῷ Λαυσιακῷ περιέθηκεν. καὶ ετερον δὲ τρίκλινον μετὰ τεσσάρων κουβουκλείων σεμνῶν τε καὶ λαμπρῶν, ων τὰ δύο μὲν πρὸς τὸ μεσόπατον τοῦ δευτέρου κουβου- κλείου τοῦ μετὰ τὸν Καμιλᾶν, ὑπὸ τεσσάρων ἁψίδων τὴν χρυσοειδῆ ὀροφὴν εχοντα, πρὸς τὴν Πορφύραν εἰσίν, ητις ουτω λέγεται