1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

54

διὰ τὸ τὴν δέσποιναν ἐκεῖσε εκπαλαι διανέμειν τὸ ὀξὺ ταῖς ἀρχοντίσσαις κατὰ τὸν τῶν βρουμαλίων καιρόν· ετερα δὲ δύο πρὸς τὸ μέρος τοῦ Λαυσιακοῦ, ἐξ ων καὶ τὴν πρὸς αὐτὸν εχει κατασκοπήν, εἰργάσατο μέν, ἐκ λίθου Προικοννησίου τὰ ἐδάφη καταστρώσας αὐτῶν, καὶ ἐκ χρωμάτων ἀλλ' οὐ μαρμάρων τοὺς τοίχους ὡραΐσας, ὑπὸ ἐμ- πρησμοῦ δὲ ομως ἀφανείᾳ παρεδόθησαν. καὶ Θέκλα δὲ ἡ τούτου πρώτη θυγάτηρ τὸ κατὰ τὰς Βλαχέρνας κουβούκλειον, ενθα καὶ 148 τὸ τῆς πρωτομάρτυρος Θέκλης εὐκτήριον ιδρυται, ἐκ τοῦ μὴ οντος ηγαγεν εὐμορφότατον· ἐκεῖσε δὲ καὶ τὸν βίον ουσα κλινοπετὴς ἐξέλιπεν.

{1ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΙΧΑΗΛ ΤΟΥ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ. ΛΟΓΟΣ ∆.}

1 Τοιούτῳ μὲν τέλει βίου ὁ Θεόφιλος ἐχρήσατο, τὴν δὲ βασιλείαν Μιχαὴλ ὁ τούτου υἱὸς διεδέξατο, τρίτον ετος διανύων ἀφ' ου εἰς τὸν βίον προήχθη τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ. τῶν δὲ πραγμάτων ὑπῆρχον φροντισταὶ καὶ ἐπίτροποι ους ὁ Θεόφιλος κατέλιπεν, ο τε Θεόκτιστος ὁ εὐνοῦχος, τηνικαῦτα κανίκλειος καὶ λογοθέτης τοῦ δρόμου τυγχάνων, καὶ ὁ πατρίκιος Βάρδας ὁ τῆς Αὐγούστης ἀδελφός, καὶ Μανουὴλ ὁ μάγιστρος ἐκ τῶν ̓Αρμενίων καταγόμε- νος, ος καὶ θεῖος ἀπὸ πατρὸς τῆς δεσποίνης ὑπῆρχεν. ἐπεπήγει μὲν ουν τὰ πολιτικά, καὶ καλῶς τέως τὰ πράγματα διηυθύνετο, εμελλε δὲ καὶ ἡ τῶν θείων εἰκόνων προσκύνησις ἀνακαινίζεσθαί τε καὶ πρὸς τὴν ἀρχαίαν παλινδρομεῖν αυθις τιμήν. καὶ δὴ Μα- νουὴλ νόσῳ πιέζεται δεινῇ καὶ χαλεπῇ· πρὸς ον εἰσρέοντες μοναχοὶ τοῦ Στουδίου (καὶ γὰρ ην αὐτῷ πίστις οὐκ ἀγεννὴς πρὸς αὐτούς) 149 ἀνάκλησιν τῆς ὑγιείας ὑπισχνοῦντο ῥᾳδίαν τε καὶ ταχεῖαν γενέσθαι, ην μόνον τὴν τῶν ἁγίων προσκύνησιν εἰκόνων αὐτός τε θελήσῃ καὶ τοὺς κρατοῦντας πείσοι θεσπίσαι ἁπανταχοῦ. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐκ τῶν αλλων ὀρῶν πολλοὶ τῶν θεοφόρων πατέρων προσφιλεῖς τούτῳ τυγχάνοντες, ἐκεῖθεν τὰς ἀρχὰς πρὸς αὐτὸν λαβόντες οτε τῶν ̓Αρμενιακῶν ἐστρατήγει, προσφοιτῶντες καὶ ἐπὶ τοῖς ὁμοίοις παρακαλοῦντες επεισαν ὀρθὰ φρονῆσαί ποτε καὶ τὸ ποθούμενον ὑποσχέσθαι αὐτοῖς, εἰ μόνον ῥᾴων γένοιτο· ο καὶ γέγονε τῇ αὐ- τῶν πρὸς τὸν θεὸν εὐχῇ καὶ σπουδῇ. (2) ἐπεὶ γοῦν ουτος τῆς νόσου ἀπήλλακτο καὶ οἱ μοναχοὶ τῆς πρὸς τὸ πρᾶγμα σπουδῆς οὐκ ἠμέλουν, ἀλλὰ παρακλήσεσι χρώμενοι τῶν πρὸς θεὸν ὑποσχέσεων ἠξίουν μεμνῆσθαι, πλήρη τοῦτον τοῦ θείου ζήλου εἰργάσαντο· καὶ δὴ τοῖς συνεπιτρόποις ἀνακοινώσας τὰ τῆς βουλῆς, καὶ πεί- σας ὡς εστι καλὸν ἀρχὴν δεξιὰν τοῖς πράγμασιν ἐπιθεῖναι, καὶ μεταρρυθμίσας αὐτοὺς καὶ πρὸς τὸ ἑαυτοῦ βούλημα ἀγαγών, πρὸς τὴν Θεοδώραν εἰσῄει τὰ περὶ τῆς ὑποθέσεως κοινολογησόμε- νος. καὶ ἐκείνη μὲν θεοφιλὴς καὶ οντως βασίλεια, ἐπεὶ περὶ τῆς ὀρθοδοξίας ηκουσε, "τοῦτο" εφη "καὶ δι' ἐπιθυμίας ηγον ἀεὶ καὶ μελετῶσα διέλειπον οὐδαμῶς· ἀλλ' ἡ τῶν πολλῶν συγκλητικῶν καὶ τῶν ἐν τέλει τῇ τοιαύτῃ προσανακειμένων αἱρέσει πληθὺς ἐκώ- λυεν αχρι τῆς σήμερον, οὐχ ηττον δὲ καὶ οἱ τῆς ἐκκλησίας ὑπερ- μαχοῦντες μητροπολῖται, καὶ μάλιστα ὁ πατριάρχης, ος μικρὰν 150 εχοντα τῆς τοιαύτης αἱρέσεως τὸν ἐμὸν ανδρα τὴν ῥίζαν ἐκ τῶν γονέων ἐπὶ πλεῖον ηυξησέ τε καὶ στερεωτέραν εἰργάσατο ταῖς αὐ- τοῦ εἰσηγήσεσί τε καὶ πυκναῖς παραινέσεσιν, εἰς χαλεπὰς αἰκίας καὶ βασάνους ἐκτραπῆναι τοῦτον ποιήσας, ας ἐκεῖνος ὁσημέραι κατὰ τῶν ἁγίων ευρηκεν, ἀλείπτης τε καὶ διδάσκαλος τῶν τοιού- των κακῶν ὁ αθλιος γεγονώς." "καὶ τί γοῦν ουτω, δέσποινα, φρονοῦσάν σε καὶ βουλευομένην τὰ κάλλιστα τὸ κωλῦον ἐστίν" ἀντέφησαν "μὴ καὶ εἰς εργον ταῦτα ἀχθῆναι καὶ τὴν πάνδημον ταύτην κελεῦσαι εἰς πέρας ἐλθεῖν ἑορτήν;" εὐθὺς γοῦν μετακαλε- σαμένη τὸν τῆς βίγλης δρουγγάριον (Κωνσταντῖνος δὲ ουτος ην, ὁ τοῦ πατρικίου Θωμᾶ καὶ μετὰ ταῦτα