55
γεγονότος λογοθέτου τοῦ δρόμου πατήρ) δηλοῖ τῷ πατριάρχῃ ὡς πολλοὶ πολλαχόθεν συνε- ληλυθότες εὐλαβεῖς τε καὶ μοναχοὶ δέησιν ἐποιήσαντο πρὸς τὴν βασιλείαν ἡμῶν τοῦ τὰς πανσέπτους κελεῦσαι ἀναστηλωθῆναι εἰ- κόνας. εἰ μὲν ουν ὁμόλογος ει τούτοις καὶ σύμφωνος, καὶ δὴ τὸν παλαιὸν κόσμον ἡ τοῦ θεοῦ ἐκκλησία ἀπολαμβανέτω· εἰ δ' ἀμφί- βολος καὶ τὴν γνώμην οὐκ εχων εὐθῆ, τοῦ μὲν θρόνου εξω γενοῦ καὶ τῆς πόλεως, κατὰ δὲ τὸ προάστειόν σου μικρὸν διάβηθι, μέχρις αν σύλλογος τῶν ἁγίων πατέρων γένηται μετὰ σοῦ· οιε γὰρ ετοι- μοι διαδικάζεσθαί τε καὶ διαλέγεσθαι καὶ πείθειν σε περὶ τούτων κακῶς λέγοντα." (3) κατὰ τὸν ἐν τῷ πατριαρχείῳ Θετταλὸν (τρίκλινος δὲ ουτω κατονομαζόμενος) τηνικαῦτα ἀνέκειτο ἐπὶ σκίμ- ποδος, τὰς βασιλικὰς ἀγγελίας δεχόμενος· ος αμα τῇ ἀκοῇ τῶν 151 λόγων βληθεὶς τὴν ψυχὴν τὸν μὲν ἀποκομιστὴν τούτων, οὐδὲν ετερον φήσας η βουλεύεσθαι περὶ τούτων καλῶς, αμα τῷ λόγῳ ἀπέσταλκεν, καὶ θᾶττον η λόγος ἐγχειρίδιόν τι λαβὼν τὰς κατὰ γαστέρα φλέβας ἀπέτεμεν, ας ῃδει δειλίαν μὲν καὶ οικτον ἐκ τῆς τοῦ αιματος δαψιλοῦς ἐκχύσεως ἀποτεκεῖν τοῖς πολλοῖς, θάνατον δὲ η τινα κίνδυνον οὐδαμῶς. θροῦς ουν καὶ βοὴ εὐθύς τις περιή- χει τὴν ἐκκλησίαν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς βασιλικὰς ἀκοάς, προφθάνουσα τὸν δρουγγάριον, ὡς ἡ δέσποινα ἐκ κελεύσεως τὸν πατριάρχην κατέσφαξεν. τῶν γοῦν λεγομένων ἐταστὴς ἀκριβὴς ὁ πατρίκιος Βάρδας ἀποσταλεὶς αὐτάς τε τὰς πληγὰς ἐκ προνοίας γενομένας ἠρέμα πως κατεφώρασεν, καὶ τὸ δρᾶμα τὸν ελεγχον οὐ διέφυγεν, αὐτῶν τῶν θεραπόντων κατειπόντων αὐτοῦ, καὶ τὰ τῆς τομῆς οργανα (φλεβοτόμα δὲ ην) εἰς μέσον καθυποβαλλόμενα. εκτοτε ουν οὐδενὸς .., ὡς ἐπὶ τοιαύτῃ αἰτίᾳ καὶ γνώμῃ αὐτοφόνῳ ἐπειλημμένος, ἀπηλαύνετο μὲν καὶ τῆς ἐκκλησίας ἐξωθεῖτο ὁ ἀλι- τήριος, κατὰ τὸ προάστειον αὐτοῦ τὸ ουτω λεγόμενον περιορισθεὶς τὰ Ψιχά, εἰσήγετο δὲ ὁ πολλοῖς πόνοις καὶ κόποις τὰ τῆς ἀρετῆς σώσας ἀδιαλώβητα, καὶ τῆς ἐγχρονίου μὲν καθείρξεως, καὶ ταύ- της σαπρώσης, ὡς εοικεν, τὴν τῶν τριχῶν ἀπόρροιαν κληρωσά- μενος, παρὰ θεοῦ δὲ καὶ τῆς βασιλίδος Θεοδώρας τὴν τῆς ἐκκλη- σίας κυβέρνησίν τε καὶ πηδαλιούχησιν· Μεθόδιος ουτος ην ὁ μέγας καὶ τῆς ἐκκλησίας ἀήττητος πρόμαχος. 152 4 Σκόπει δὲ καὶ οπως ἐν ταὐτῷ συναγαγούσης τῆς γενναίας καὶ τῷ οντι βοηθοῦ γεγονυίας τῷ ἀνδρί, ἀλλ' οὐκ ἐναντίας, τοὺς οποι ποτὲ γῆς οντας ὀρθοδόξους, καὶ τὴν παρρησίαν ἀναλαβέσθαι θεσπίσασα "αγε δὴ" εφησεν, "ω κλῆρος θεοῦ καὶ πατέρες, ἐμοῦ τὴν τῶν ἱερῶν καὶ πανσέπτων ἀναστήλωσιν εἰκόνων ὑμῖν χορηγού- σης καὶ διδούσης οτι μάλιστά μου μετ' εὐμενείας, ἀντεπιθεῖναί μοι δικαίαν χάριν καὶ αὐτῇ δεσποίνῃ ουσῃ βουλήθητε, οὐ ταπει- νήν τινα καὶ μικράν, ινα μηδὲ χάρις νομίζοιτο, οὐδὲ τοῖς διδοῦσιν ὑμῖν η ἐμοὶ αἰτουμένῃ ἀνάρμοστόν τε καὶ ἀσύμφορον, ἐπιτηδείου δὲ καὶ μονίμου καὶ παρὰ θεῷ εὐαποδέκτου καθεστώσης καὶ νομι- ζομένης. ἡ δέ ἐστιν ἡ εἰς τὸν ἐμὸν ανδρα τε καὶ βασιλέα περὶ τούτων διαβαίνουσα συγγνώμη τε καὶ συγχώρησις καὶ ἀμνηστία παρὰ θεοῦ τῆς τοιαύτης διαμαρτίας· ὡς εἰ μὴ τοῦτο γένηται, ουτ' ἐμὲ σχοίητε ἐπακολουθοῦσαν ὑμῖν ουτε τὴν τῶν σεπτῶν εἰκό- νων προσκύνησιν καὶ ἀνάρρησιν, ἀλλ' οὐδὲ τὴν τῆς ἐκκλησίας ἀνάληψιν." (5) καὶ αμα τὸν λόγον κατέπαυσεν. "οτι μὲν ουν δίκαια," ἡ ὀρθόδοξος ἐκκλησία καὶ ὁ ταύτης ἐξάρχων Μεθόδιος εφασαν, "δέσποινα, ἐξαιτῇ, οὐδ' ἡμεῖς εχομεν ἀπαναίνεσθαι· δίκαιον γὰρ τοῖς εὐεργέταις καὶ αρχουσι τὰς προσηκούσας χάριτας ἀντεπιτίθεσθαι δαψιλῶς, οταν μὴ τυραννὶς αρχῃ χείρ, ἀλλ' εστι γνώμη θεοφιλής. ἀλλ' ουπω θεοῦ δίκην ἡμεῖς τὸν πρὸς αλλον 153 βίον διαβεβηκότα δυνατοὶ ἐξαιρεῖσθαι, τὰ ὑπὲρ ἡμᾶς φανταζόμε- νοι. δυνατοὶ μὲν ἡμεῖς, καὶ κλεῖς οὐρανῶν πιστευθέντες παρὰ θεοῦ, τοῖς βουλομένοις πᾶσιν ἀνοιγνύναι αὐτάς· ἀλλὰ τοῖς κατὰ βίον τοῦτον ετι οἰκονομουμένοις, πρὶν ἀλλαχοῦ μεταστῶσιν· εστιν δ' οτε καὶ τοῖς μεθισταμένοις, οταν τε μικρὰ τὰ σφάλματα ῃ καὶ