56
μετάνοια τούτοις προσῆν. τοῖς δ' ηδη μετὰ πονηρῶν ἐλπίδων ἀπάρασι καὶ πρόδηλον φέρουσι τὴν κατάγνωσιν οὐχ οιοί τε τὰς εὐθύνας διαλύειν τούτοις ἡμεῖς." (6) καὶ ἡ δέσποινα, ειτ' ἀλη- θῶς ειτε καὶ αλλως τῷ τοῦ ἀνδρὸς ἀναθερμανθεῖσα φίλτρῳ (οπερ εστι, καὶ ἡμεῖς συγκατατιθέμεθα), η μὴν ἐνωμότως τὸν ἱερὸν ἐκεῖνον θίασον ἐβεβαίου ὡς μεγάλα τραγῳδούσης καὶ κατολοφυρο- μένης καὶ πάντα ἐκτραγῳδούσης κατὰ τὸν τῆς ἐξόδου τούτου και- ρόν, καὶ διαγραφούσης ὡς οια ἐπακολουθήσει ἡμῖν μεμισημένοις ἐν τηλικαύτῃ πόλει περὶ τῆς τοιαύτης αἱρέσεως, εὐχῶν στέρησις, ἀρῶν ἐπέκτασις, λαοῦ ἐπανάστασις, εἰσῄει τούτῳ μετάμελος τῆς αἱρέσεως. καὶ ταύτας αμα αἰτησάμενός τε καὶ κατασπασάμενος ζεούσῃ ψυχῇ, ἐμοῦ ἐν χερσὶ καθυποβαλούσης, τοῖς ἀπάγουσιν ἀγγέλοις τὸ πνεῦμα παρέδωκεν. ταύτης ἐκεῖνοι ἀκηκοότες δὴ τῆς φωνῆς, καὶ τὸν τρόπον τῆς Αὐγούστης εὐλαβηθέντες (ην γάρ, εἰ καί τις, φιλόχριστος), καὶ αμα τὴν τῶν ἁγίων εἰκόνων ζητοῦντες τιμήν, κοινῇ ψήφῳ καὶ γνώμῃ τῆς μὲν ἁμαρτίας ταύτης, εἰ ου- τως τοῦτ' εστιν, συγγνώμην εφασαν εὑρήσειν παρὰ θεῷ, καὶ αμα 154 δι' ἐγγράφου ἀσφαλείας τὴν πίστιν τούτου τῇ δεσποίνῃ ἐδίδοσαν. ἐφ' οις τὴν ἐκκλησίαν ἀπολαβόντες, καὶ τῷ Μεθοδίῳ ἁγιωτάτῳ τὴν τῆς ἀρχιερωσύνης ἀποδεδωκότες τιμήν, τῇ πρώτῃ τῶν ἁγίων νηστειῶν κυριακῇ σὺν αὐτῇ τῇ δεσποίνῃ πάννυχον ὑμνῳδίαν ἐν τῷ κατὰ τὰς Βλαχέρνας ἱερῷ τεμένει τῆς ὑπεραγίας ἡμῶν δεσποίνης καὶ θεοτόκου τετελεκότες, τῇ εωθεν μετὰ λιτῆς τῷ μεγάλῳ τοῦ θεοῦ λόγου τεμένει καταλαμβάνουσι· καὶ τὸν κόσμον αὐτῆς αυθις ἀναλαμβάνει ἡ ἐκκλησία, τῆς ἁγίας μυσταγωγίας τελειωθείσης ἁγνῶς. καὶ ἡ μὲν ὀρθόδοξος ουτω προέκοπτεν ἐκκλησία, ἀνα- καινιζομένη ὡς ἀετός, τὸ τῆς γραφῆς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ καθαιρέσει ὑποβληθέντων καὶ τοῦ ἀρχιερέως αὐτῶν· ̓Ιωάννης ουτος ην, ὁ διὰ τὴν οἰκείαν ἀσέβειαν ̓Ιαννὴς παρὰ τῶν εὐσεβῶν ὀνομασθείς, οὐκ ἐπηλύτης καὶ ξένος, αὐτόχθων δὲ καὶ τῆς βασιλίδος ταύτης τῶν πόλεων βλάστημα (φύεσθαι δὲ καὶ ἐν ἀμπέλῳ βάτον ἠκούσαμεν), οὐδ' ἐξ ἀσήμου τινὸς ἀλλὰ καὶ λίαν εὐγενοῦς καταγόμενος σειρᾶς, τῆς ουτω τῶν Μοροχαρζαμίων λεγομένης. 7 Ουτος ουν, ινα καὶ τὰ κατ' αὐτὸν ἡ ἱστορία δηλώσῃ, τῆς μονῆς τῶν μαρτύρων Σεργίου καὶ Βάκχου τῆς ἐν τοῖς ̔Ορμίσ- δου διακειμένης ἡγούμενος ανωθεν καὶ τῷ βασιλικῷ κλήρῳ κατα- ριθμούμενος, διαφερόντως παρὰ Μιχαὴλ ἠγάπητο τοῦ Τραυλοῦ, ειτε μόνῳ τούτῳ τῷ κοινωνὸς ειναι τῆς τούτου αἱρέσεως, ειτε καὶ τῷ διαφέρειν ἐπὶ λογιότητι δόξαν τινὰ ἐσχηκώς. πλὴν ἠγάπητο 155 καὶ τοῦ Θεοφίλου διδάσκαλος ἐγκαθίστατο. καὶ ουτος ἐπεὶ τὰς τῆς βασιλείας εσχεν ἡνίας, σύγκελλον μὲν πρότερον τοῦτον τιμᾷ, ειθ' υστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλ- λοντα. καὶ ἡ γοητεία τοιαύτη. εθνους ποτὲ τρισὶν ὑφ' ἡγεμόσι στρατηγουμένου ἀπίστου τε καὶ σκληροῦ τὴν τῶν ̔Ρωμαίων χώραν κατατρέχοντός τε καὶ καταληϊζομένου, καὶ ὡς εἰκὸς ἀθυμοῦντος ἐπὶ τούτῳ τοῦ Θεοφίλου καὶ τοῦ ὑπηκόου παντός, ἀποσκευάζεσθαί που τὴν ἀθυμίαν ουτος συμβουλεύει καὶ θάρρους πληρωθῆναί τε καὶ χαρᾶς, ειγε μόνον τῇ τούτου ἐπακολουθοίη βουλῇ. ἡ δὲ ην τοιαύτη. ἐν τοῖς εἰς τὸν ευριπον τοῦ ἱπποδρομίου ἱδρυμένοις χαλκοῖς ἀνδριᾶσιν ἐλέγετό τις ειναι ἀνδριὰς τρισὶ διαμορφούμενος κεφαλαῖς, ας κατά τινα στοιχείωσιν πρὸς τοὺς τοῦ εθνους ἀρ- χηγοὺς ἀνῆγεν. σφύρας ουν μεγίστας σιδηρᾶς ἰσαρίθμους ταῖς κεφαλαῖς προσέταττε γενέσθαι, καὶ ἀνδράσιν ἐγχειρισθῆναι αὐτὰς τρισίν, ἐπὶ χειρῶν γενναιότητι διαφέροντας· κατὰ δέ τινα ωραν νυκτερινὴν πρὸς τὸν εἰρημένον ἀνδριάντα πλησίον στάντας αὐτοῦ, καὶ τὰς σφύρας ἐπὶ χεῖρας ἐν μετεώρῳ εχοντας, ἡνίκα τούτοις κελεύσειεν, μεθ' ὑπερβαλλούσης δυνάμεως ὁμοῦ ταύτας κατενεγ- κεῖν, ὡς ἐξ ἑνὸς κρούσματός τε καὶ πλήξεως τὰς τοιαύτας ἀποτε- μεῖν κεφαλάς. τούτοις τοῖς λόγοις εὐφρανθείς τε αμα