57
καὶ ἐκπλα- γεὶς ὁ Θεόφιλος ἐκέλευσε τὸ εργον ἐπαγαγεῖν. ὡς ουν παρῆσαν πόρρω δὴ τῶν νυκτῶν οἱ μὲν ανδρες τὰς σφύρας κατέχοντες, ὁ δὲ 156 ̓Ιωάννης διὰ λαϊκοῦ ἐνδύματος ἑαυτὸν περικρύπτων, ὡς αν μὴ κατάδηλος γένηται, καθ' ἑαυτὸν ὁ ̓Ιωάννης τοὺς στοιχειωτικοὺς λόγους ὑπειπὼν καὶ τὴν ἐνοῦσαν τοῖς αρχουσι δύναμιν εἰς τὸν ἀν- δριάντα μεταγαγών, η μᾶλλον τὴν ουσαν πρότερον ἐν τῷ ἀνδριάν- τι καταβαλὼν ἐκ τῆς τῶν στοιχειωσάντων δυνάμεως, παίειν εκα- στον προστάττει νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο ἰσχυ- ροτάταις χρησάμενοι καταφοραῖς τὰς δύο τοῦ ἀνδριάντος κεφαλὰς ἀπέκοψαν· ὁ δ' ετερος μαλακώτερον ποιήσας τὴν πληγὴν μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ολην τοῦ σώματος ἀπέτεμεν τὴν κεφα- λήν. τούτοις ουν καὶ τὰ κατὰ τοὺς ἡγεμόνας ἐπηκολούθει. ερι- δος γάρ τινος κραταιᾶς ἐπεισπεσούσης αὐτοῖς καὶ ἐμφυλίου μάχης, ὑπὸ τοῦ ἑνὸς οἱ δύο τῶν ἡγεμόνων πίπτουσι κατὰ τὴν κεφαλῶν ἐκτομήν, τοῦ τρίτου μόνου διασωθέντος μέν, οὐχ ὑγιῶς δέ. ου- τως εἰς τὸ μηδὲν ειναι τὸ εθνος χωρῆσαν πρὸς τὰ οἰκεῖα αυθις μετὰ φυγῆς ἀφώρμα καὶ συμφορᾶς. ἀλλὰ τὰ μὲν τῆς γοητείας ουτως, (8) τῷ δὲ γόητι τούτῳ ἀδελφὸς ην σαρκικός, ονομα ̓Αρ- σαβήρ, τὴν τύχην πατρίκιος παρὰ Θεοφίλου τιμηθείς. τούτῳ γοῦν προάστειον κατὰ τὸ εὐώνυμον μέρος τοῦ ἐκπλεομένου Εὐξεί- νου ἐν τῇ μονῇ τοῦ ἁγίου Φωκᾶ προσῆν, οἰκοδομὰς μεγίστας εχον καὶ πολυτελεῖς στοάς τε καὶ βαλανεῖον καὶ πρὸς τούτοις δεξαμενάς. ἐκεῖσε δὴ ὁ πατριάρχης συχνὰς ποιῶν καταγωγὰς λέγεταί τι ὑπό- γειον κατασκευάσαι ἐνδιαίτημα τῶν Τροφωνίου παρόμοιον, οπισθεν δὲ τῆς ἀνοιγομένης θύρας κατὰ τὸ πρόχειρον πυλίδα ειναί τινα 157 διὰ βαθμίδων οὐκ ὀλίγων ἐκεῖσε δὴ τοὺς θέλοντας παραπέμπου- σαν. ἐκεῖνο γοῦν αὐτοῦ πονηρὸν ἐργαστήριον. ἐκεῖσε δὴ τούτῳ τινὲς νῦν μὲν ἐταμιεύοντο θαλαμηπολούμεναι, μονάζουσαί τε καὶ αλλως τὸ κάλλος γυναῖκες μὴ διαφθείρουσαι, αις συνεφθείρετο· νῦν δὲ μαντεῖαι δι' ἡπατοσκοπίας καὶ λεκανομαντείας καὶ γοητείας καὶ νεκυομαντείας ἐνηργοῦντο, ταύταις προσχρωμένου κοινωνοῖς τε καὶ βοηθοῖς. οθεν πολλάκις καί τινα προλέγειν τούτῳ συνέβαινε τῇ τῶν δαιμόνων συνεργείᾳ ἀληθῆ, οὐ τῷ Θεοφίλῳ μόνῳ ἀλλὰ καὶ ἑτέροις τοῖς τούτου ὁμόφροσιν. ἀλλὰ τοῦτο μὲν τούτου τὸ μιαρὸν ἐνδιαίτημα ὀψέ ποτε πρὸς Βασίλειον τὸν τηνικαῦτα παρα- κοιμώμενον ἀπεμποληθὲν παρὰ τοῦ ἀδελφοῦ εἰς ἱερὸν μετηνέχθη φροντιστήριον, οὐκ ἐκεῖνο μόνον ἀλλὰ καὶ τὰ λοιπά, καθὼς αὐτῷ διαφέροντα ην· καὶ ἐκ βάθρων ἡ τοῦ ἁγίου μεγαλομάρτυρος ἀνι- δρύθη μονή. 9 Τότε δὲ ουτος καὶ πᾶσα ἡ αὐτοῦ, ὡς ειρηται, συμμο- ρία τῇ καθαιρέσει ὑποβληθέντες οὐχ ἡσυχῇ παραπέμπειν τὸν ἑαυ- τῶν βίον ἐδοκίμαζον, ἀλλ' ετι καὶ κατὰ τῶν ἁγίων εἰκόνων ἐνεα- νιεύοντο. μετὰ γοῦν τὴν καθαίρεσιν ὑπερορίας εν τινι μονῇ γε- γονώς, εἰκόνος μιᾶς κατὰ τὸν οροφον ἱστορημένης καὶ ἀτενῶς οιον ἀτενιζούσης αὐτῷ, μὴ φέρων ουτος ὁρᾶν τὴν ἐκείνης πρὸς αὐτὸν ἐπικατιοῦσαν θέαν, καθαιρεῖσθαι ταύτην διά τινος οἰκέτου προσ- τάττει καὶ τοὺς ὀφθαλμοὺς κατορύττεσθαι, τοῦτο μόνον ἐπιλέ- γων, ὡς τὴν ταύτης οὐ δύναμαι μορφὴν ἐνορᾶν. ηκουστο γοῦν 158 ταῦτα τῇ δεσποίνῃ, καὶ τῇ προσηκούσῃ μάστιγι καὶ παιδείᾳ διὰ σκυτάλης καθυποβέβλητο. (10) ἀλλ' οὐδ' ουτως ην ἀγαπητὸν αὐτῷ τῆς ἡσυχίας ἐρᾶν, μῶμον δέ τινα καὶ ως ἐπειρῶντο τῷ ἐν ἁγίοις Μεθοδίῳ προσάπτειν, καὶ μῶμον εἰς γυναικὸς φθορὰν παῖδα κεκτημένης μονογενῆ (Μητροφάνης ουτος ην, ὁ μετ' οὐ πολὺ τῆς Σμύρνης καθηγησάμενος), ην καὶ χρυσίων ἱκανῶν ἐξω- νησάμενοι καὶ αμα καθυποσχόμενοι εἰ μόνον τούτοις συμφήσειεν, πολλὰ κατελέγοντο πρὸς τὴν δέσποιναν καὶ τοὺς ἐπιτροπεύοντας τοῦ παιδὸς αὐτῆς. βῆμα γοῦν εὐθέως καὶ κριτήριον φρίκης γέ- μον ἐκ πολιτικῶν ἀνδρῶν συγκροτούμενον καὶ ἐκκλησιαστικῶν. οὐ τῶν εὐσεβῶν τις ἀπῆν, οὐ τῶν ἀσεβῶν, οὐ τῶν μονήρη βίον ἐπειλημμένων, οὐκ αλλος τις τῶν ἀκούειν η λαλεῖν δυναμένων· τοὺς μὲν γὰρ ἡ