58
πρὸς τὸ ξένον τῆς λοιδορίας κατηφιῶντας οιον ἐνῆ- γεν αἰδώς, τοὺς δ' ἡ τοῦ κροτεῖν καὶ χαίρειν ὑπ' ἀκρασίας ἡδονή. ηγοντο γοῦν οἱ κατηγοροῦντες εἰς μέσον, καὶ τῶν λεγομένων ἡ αν- θρωπος ελεγχος. ὁ δὲ αμα τῇ παραστάσει τῆς γυναικός, οὐδὲν ὑποστειλάμενος οὐδαμῶς, οπως τε εχεις κυρία, ταύτην ἐπηρώτα εἰς ἐπήκοον (καὶ γὰρ ην αὐτῷ γνώριμος ἐκ πολλοῦ δι' ἀρετήν), καὶ οπως ὁ δεῖνα καὶ ὁ δεῖνα, περὶ τοῦ ταύτης ἀνδρὸς καὶ τῶν προσηκόντων αὐτῇ· ουτως τούτῳ ἐπήνθει τὸ απλαστον. οἱ δὲ μᾶλλον ἐκβοήσαντες ἐγαυρίων ὑφ' ἡδονῆς, τὰ τῆς κατηγορίας ἐπαύξοντες καὶ σαφῆ τὸν ελεγχον δόντες λοιπόν. ὡς δ' ουτος μόλις τῆς κατηγορίας ἐπῄσθετο, ζήλῳ πυρωθείς, ὡς αν μὴ δι' 159 αὐτοῦ τὰ τῆς ἐκκλησίας κινδυνεύοι καὶ τοῦ Χριστοῦ, αλλον μὲν ειναι καιρὸν αἰδοῦς αλλον δὲ ὑποστολῆς καὶ σεμνότητος, μικρὸν ἐκ τοῦ θρόνου μετεωρίσας αὐτὸν καὶ πρὸς ἑαυτὸν τὸν κόλπον συνα- γαγὼν γυμνὴν ἐδείκνυεν τὴν αἰδώ, τεθαυματουργημένην εχων καὶ οὐ κατ' ανθρωπον, καὶ αμα διηγεῖτο τὴν θαυματουργίαν, ὡς πρὸ πολλοῦ κατὰ τὴν πρεσβυτέραν ̔Ρώμην γενόμενος, σφριγώντων ετι καὶ ἐνακμαζόντων τῶν παθῶν, ερως τις αὐτὸν ἐξέκαιεν θερμό- τερον η καὶ κατὰ πάθους ὁρμήν. ἐπεὶ γοῦν ἐκινδύνευεν καὶ πε- ριγενέσθαι τούτου οὐκ ην οιός τε, τὸν κορυφαῖον Πέτρον τὼ χεῖρε πρὸς τὸν ναὸν ἐκπετάσας ἐξελιπάρει τυχεῖν τινὸς ἐπικουρίας καὶ ἀρωγῆς. καὶ δὴ τῷ κόπῳ τῆς εὐχῆς ὀψὲ πρὸς υπνον κλιθείς, φανῆναί οἱ τὸν ἀπόστολον ἐκείνου τοῦ μέρους ἁπτόμενον καὶ τὰς ὁρμὰς σβεννύοντα τῶν παθῶν, τοῦτο μόνον προσεπιλέγοντα τὸ "ἀπολέλυσαι δὴ τῆς τῶν παθῶν ἐπικρατείας, Μεθόδιε." τούτοις ἐκεῖνος τὸν μακρὸν ἐκεῖνον πέπεικε σύλλογον, αἰσχύνης πλήσας τοὺς τῆς ἀληθείας ἐχθρούς. οὐ μὴν ὁ μάγιστρος Μανουὴλ τού- τοις ἠξίου λύεσθαι τὰς κατηγορίας, ἀλλὰ καὶ τῇ γυναικὶ ἠπείλει η μὴν ἀπαγαγεῖν τῆς ζωῆς, εἰ μὴ τὴν πᾶσαν διδάξῃ ἀλήθειαν. καὶ η γ' εὐθέως εκπυστον καὶ σαφῆ τὴν πᾶσαν δραματουργίαν ποιεῖ, τόσου καὶ τόσου λέγουσα χρυσίου ἐξωνηθῆναι, καὶ ετι εν τινί μου τῶν κιβωτίων, ουτως ὡς ἐδόθη, σεσημασμένον ἐστὶ καὶ πεφύλακται σφραγῖδι αὐτῶν. αὐθωρὸν ουν ἀποστείλαντες ἐκεῖνό 160 τε, ὡς εφησεν ἡ γυνή, ευρον τὸ χρυσίον κατὰ τὴν κιβωτὸν καὶ ηγαγον. καὶ ουτοι τῇ τοῦ πατριάρχου συμπαθείᾳ καὶ παρακλή- σει πρὸς τοὺς κρατοῦντας οὐ ποινῶν καὶ βασάνων, ων ησαν αξιοι, ἀλλὰ συγγνώμης ἠξίωντο, τοῦτο μόνον εἰς εκτισιν λαβόντες καὶ τιμωρίαν τὸ ἀνὰ πᾶν ετος ἐν τῇ τῆς ὀρθοδοξίας πανηγύρει μετὰ λαμπάδων ἀπὸ τοῦ ἐν Βλαχέρναις σεβασμίου σηκοῦ τῆς θεομήτο- ρος πρὸς τὸν θεῖον καὶ περιώνυμον τῆς σοφίας ἀφικνεῖσθαι νεὼν καὶ τὸ οἰκεῖον ἐνηχεῖσθαι αὐτοῖς ὠσὶν ἀνάθεμα διὰ τὴν πρὸς τὰς θείας εἰκόνας ἀπέχθειαν· ο καὶ τηρούμενον ἐφάνη ἐπὶ πολὺ καὶ τῆς αὐτῶν μέχρις ἐταμιεύθη ζωῆς. καὶ ἡ μὲν ἐφ' ἱκανὸν αὐξηθεῖσα τοιαύτη αιρεσις τοιοῦτον δὴ ειχε καὶ τὸ πέρας ἐκ τοῦ θεοῦ· ἀνέλαμψαν δὲ αἱ θεῖαι τῶν ἁγίων εἰκόνων μορφαί, οὐ θεϊκῶς ἡμῖν λατρευόμεναί τε καὶ τυπούμεναι, σχετικῶς δὲ καὶ σεβασμίως τὴν δι' αὐτῶν πρὸς τὰ πρωτότυπα ἡμῖν τιμήν πως διαπορθμεύουσαι.11 Ταύτην αγουσα τὴν ἑορτὴν ἡ Θεοδώρα δι' ἡδονῆς εἱστία ποτὲ ἐν ταὐτῷ τὸ τῆς ἐκκλησίας πλήρωμα πᾶν κατὰ τὰ ἐν τοῖς Καριανοῦ ἀνάκτορα, α, ὡς ειρηται πρότερον ἡμῖν, τῶν ἑαυ- τοῦ ενεκεν θυγατέρων ὁ Θεόφιλος ἐνεδείματο. οὐκ ην γοῦν οστις οὐ παρῆν ἐκεῖ τῶν ἱερέων καὶ ὁμολογητῶν. τούτοις ἐναρίθμιοι Θεοφάνης τε ὁ τῆς Σμύρνης καὶ ὁ αὐτοῦ Θεόδωρος ἀδελφός. ὡς ουν τὰ τῆς εὐωχίας παρήκμασεν καὶ εἰς βρῶσιν τὰ τραγήματα μετὰ τῶν πλακούντων παρέκειντο, συνεχῶς ἀτενιζούσης τῆς βασι- 161 λίδος καὶ τὰ ἐν τῷ μετώπῳ γράμματα τῶν πατέρων καθορώσης καὶ στεναζούσης συνέβη πως τούτους ὡς ἐξ ὁμολόγου ἀντοφθαλμῆ- σαι καὶ ταύτην ἐνιδεῖν ἀτενιζούσης αὐτοῖς. φησάντων γοῦν ὡς τίς αρα, δέσποινα, ἡ αἰτία τῆς πρὸς ἡμᾶς σου ὁράσεως ἀτενοῦς; τὴν ἐκ τῶν γραμμάτων εφη θαυμάζειν καρτερίαν ὑμῶν καὶ τὴν τοῦ ταῦτα δράσαντος ἀπήνειαν