1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

59

εἰς ὑμᾶς. καὶ ὁ μακαρίτης Θεο- φάνης μηδὲν εὐλαβηθείς τε καὶ τῶν προησφαλισμένων διανοηθεὶς "ὑπὲρ ταύτης" εφησε "τῆς γραφῆς ευ μάλα τρανῶς ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ δικαστηρίῳ διαδικάσομαι σὺν τῷ ἀνδρί σου καὶ βασιλεῖ." τούτῳ περίλυπος γενομένη, ἀλλὰ μὴν καὶ σύνδακρυς, "καὶ ταῦτα" εφησεν ἡ βασίλεια "ἡ ὑπόσχεσις καὶ αἱ δι' ἐγγράφων ὁμολογίαι ὑμῶν, ὡς μὴ μόνον συγκεχωρηκέναι ἀλλὰ καὶ πρὸς ἀγῶ- νας ἐνάγειν καὶ καλεῖν;" "ου" φησιν ὁ πατριάρχης αὐθωρὸν ἀναστὰς καὶ οἱ λοιποὶ τῶν ἱερέων, "βασίλεια, ου· ἀλλ' εξει βεβαίως τὰ ἡμέτερα, τῆς ὀλιγωρίας τούτων λογιζομένης οὐδέν." ουτω μὲν ουν ἐσιγάσθη ταῦτα, καὶ τὰ τῆς ἐκκλησίας εθη ἀκύ- μαντα. 12 Καὶ ἑτέρα δέ τις αιρεσις ουτω τῶν Ζηλίκων λεγομένη ἀναφανεῖσα, σὺν τῷ ἑαυτῆς ἀρχηγῷ Ζῆλι ὀνομαζομένῳ, φέροντι δὲ τὴν τῶν ἀσηκρήτων ἐν πρώτοις τιμήν, ἐθεραπεύθη τε καὶ πρὸς θεοσέβειαν μετηνέχθη ἐν προόδῳ βασιλικῇ, τῆς τοῦ μύρου μόνου 162 μετὰ καινῶν ἐμφωτίων τε καὶ ἐσθημάτων καταξιωθέντων χρίσεως τῶν ἀντιποιουμένων αὐτῆς, καὶ τελειωθέντων λαμπρῶς. 13Ο γε μὴν αρχων Βουλγαρίας (Βώγωρις ουτος ην) θρασύτερον ἐξεφέρετο γυναῖκα τῆς βασιλείας κρατεῖν διακηκοώς· οθεν καί τινας ἀγγέλους ἀπέσταλκεν πρὸς αὐτήν, τὰς συνθήκας λέγων καταλύειν καὶ κατὰ τῆς τῶν ̔Ρωμαίων ἐκστρατεύειν γῆς. ἀλλ' αὐτὴ μηδὲν θῆλυ ἐννοοῦσα η ανανδρον "καὶ ἐμὲ" αὐτῷ κατε- μήνυεν "κατ' αὐτοῦ εὑρήσεις ἀντιστρατεύουσαν. καὶ ἐλπίζω μὲν κυριεῦσαί σου· εἰ δὲ μὴ γένηται καὶ ἐκνικήσεις με, καὶ ουτω σου περιέσομαι, τὴν νίκην ἀρίδηλον εχουσα· γυναῖκα γὰρ ἀλλ' οὐκ ανδρα εξεις ἡττηθέντα σοι." διὰ τοῦτο μὲν ουν καὶ ἐφ' ἡσυχίας εμεινεν, μηδὲν τολμήσας νεανιεύεσθαι, καὶ τὰς τῆς ἀγάπης αυθις ἀνενέου σπονδάς. (14) καὶ δὴ ζήτησίν τινα καὶ πολλὴν ερευναν περί τινος μοναχοῦ, ουτω καλουμένου Θεοδώρου τοῦ ἐπίκλην Κου- φαρᾶ, ειτε εκ τινων ὀνειράτων καὶ οψεως ειτε αλλως πως, πρὸ πολλοῦ αἰχμαλωτισθέντος ἡ Θεοδώρα πρὸς τὸν αρχοντα Βουλγα- ρίας ἐποίει, καὶ αὐτὸν ἠξίου διὰ γραμμάτων ἀνερευνῆσαι καὶ τι- μῆς οσης καὶ βούλοιτο ἀπολυτρώσασθαι τοῦτον αὐτῇ. ἠξίου δὲ καὶ ουτος, ἀφορμὴν ἐκ τούτου λαβών, περὶ οἰκείας αὐτοῦ πρεσ- βεύειν ἀδελφῆς παρὰ τῶν ̔Ρωμαίων μὲν αἰχμαλωτισθείσης ποτέ, κατεχομένης δὲ νῦν ἐν τῇ τοῦ βασιλέως αὐλῇ. αυτη δὴ ουν πρὸς τὴν πίστιν καλῶς μετενεχθεῖσα, καὶ γράμματα κατὰ τὸν τῆς αἰχμα- 163 λωσίας παιδευθεῖσα καιρόν, καὶ αλλως τὴν τῶν Χριστιανῶν τάξιν τε καὶ περὶ τὸ θεῖον αἰδώ τε καὶ δόξαν, ὡς εστι, θαυμάζουσα διαφερόντως, ἐπεὶ τῆς ἐπανόδου τῆς πρὸς τὸν ἀδελφὸν τετύχηκεν, οὐ διέλιπεν ἐκθειάζουσά τε καὶ παρακαλοῦσα καὶ σπέρματα κατα- βάλλουσα τῆς πίστεως πρὸς αὐτόν. ὁ δὲ (ην γὰρ παρὰ τοῦ εἰρη- μένου Κουφαρᾶ μικρά τινα παιδευθεὶς καὶ τῶν μυστηρίων κατηχη- θείς) τοῦτον μὲν ἀποστείλας τὴν οἰκείαν ἐλάμβανε μισθὸν ἀδελ- φήν· πλὴν εμενεν οπερ ην, ἀπιστίᾳ κατισχημένος καὶ τὴν αὐτοῦ θρησκείαν τιμῶν. ἀλλά τις πληγὴ περιπεσοῦσα θεήλατος (λιμὸς δὲ ην, ουτω μᾶλλον τῶν παχυτέρων καὶ γαιωδεστέρων, ὡς εοικεν, μεταπαιδευομένων καὶ τὰ κακὰ μεταμανθανόντων) τὴν αὐτοῦ ἐπο- λιόρκει καὶ κατέτρυχεν γῆν. καὶ ος θεὸν ἐκεῖνον ἠνάγκαζεν ἐπι- καλεῖσθαι πρὸς αμυναν τῶν δεινῶν, τὸν ὑπὸ τοῦ Θεοδώρου μὲν πολλάκις καὶ τῆς αὐτοῦ ἀδελφῆς θαυμαζόμενόν τε καὶ σεβόμενον, ὡς εἰκός. τυχόντες ουν τῆς ἀπαλλαγῆς τῶν δεινῶν, ουτω δὴ πρὸς θεοσέβειαν μετατίθεται, καὶ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καταξιοῦται, καὶ Μιχαὴλ κατονομάζεται κατὰ τὸ ονομα τοῦ βα- σιλέως, παρὰ τοῦ πρὸς ἐκεῖνον ἀποσταλέντος ἀρχιερέως ἀπὸ τῆς βασιλίδος τῶν πόλεων. (15) καί τι δὲ τοιοῦτον ἐπισυμβῆναι φασίν, ὡς ερωτα δεινὸν περὶ τὴν κυνηγεσίαν τὸν Βώγωριν αρχοντα κεκτημένον ταῦτα καὶ κατά τινα οικον τῶν ἑαυτοῦ, ἐν ῳ συνεχῶς ἀφικνεῖτο, θελῆσαι ἐξιστορῆσαι, νύκτωρ ὡς αν εχοι καὶ μεθ' 164 ἡμέραν τὰ τοιαῦτα τῶν ὀφθαλμῶν