60
ἐντρυφήματα. ὡς γοῦν ὁ τοιοῦτος αὐτὸν ερως ἐπεισῆλθεν, μετακαλεῖται μοναχόν τινα τῶν καθ' ἡμᾶς ̔Ρωμαίων ζωγράφον· Μεθόδιος ονομα τῷ ἀνδρί. τοῦ- τον ουν στάντα κατὰ πρόσωπον εκ τινος θείας προνοίας οὐ τὰς ἐν πολέμῳ ἀνδροκτασίας η τὰς ζῴων καὶ θηρίων ἐπικελεῦσαι γράψειν σφαγάς, ἀλλ' α βούλοιτο, τοῦτο μόνον ἐπειπὼν ὡς εἰς φόβον τοὺς ὁρῶντας ἐκ τῆς θέας ἐνάγεσθαι βούλοιτο καὶ αμα παρακαλεῖσθαι πρὸς εκπληξιν ἀπὸ τῆς γραφῆς. μηδὲν γοῦν ουτος πρὸς φόβον ετερον ἐνάγειν η τὴν τοῦ θεοῦ δευτέραν εἰδὼς παρουσίαν, ταύτην ἐκεῖσε καθυπέγραψεν, καὶ τοὺς δικαίους ἐντεῦθεν τὰ βραβεῖα τῶν πόνων ἀπολαμβάνοντας, ἐκεῖθεν δὲ τοὺς πεπλημμεληκότας τοὺς τῶν βεβιωμένων δρεπομένους καρποὺς καὶ πρὸς τὴν ἠπειλημένην κόλασιν ἀπελαυνομένους τε καὶ ἀποπεμπομένους σφοδρῶς. ταῦτ' ουν, ἐπειδὴ πέρας ειχεν ἡ γραφή, κατιδών, καὶ δι' αὐτῶν τὸν τοῦ θεοῦ φόβον ἐν ἑαυτῷ συλλαβών, καὶ κατηχηθεὶς τὰ καθ' ἡμᾶς θεῖα μυστήρια, νυκτῶν ἀωρὶ τοῦ θείου μεταλαγχάνει βαπτίσ- ματος. ἐφ' ῳ καταφανὴς γεγονὼς τὴν ἐκ παντὸς τοῦ εθνους αὐ- τοῦ καθυφίσταται ἐπανάστασιν, ους καὶ μετά τινων ὀλίγων κατα- πολεμήσας, τὸν τοῦ θείου τύπον σταυροῦ ἐν κόλποις περιάγων αὐτοῦ, τοὺς καταλοίπους οὐκέτι κρύφα, πάντα δὲ ἀναφανδὸν ἐποίησε καὶ αὐτοὺς ἐπιθυμοῦντας Χριστιανούς. ἐπεὶ γοῦν μετε- τέθη πρὸς θεοσέβειαν, γράφει δὴ πρὸς τὴν δέσποιναν περὶ γῆς, πλήθει στενούμενος τῷ ἑαυτοῦ, καὶ ἀξιοῖ παρὰ ταύτης παρρησια- στικώτερον ὡς ηδη εν ἀλλ' οὐ δύο οντων αὐτῶν, πίστει τε καὶ φι- 165 λίᾳ συνδεθέντων τῇ ἀρραγεῖ, καὶ ἑαυτὸν ὑποθήσειν καθυπισχνεῖτο καὶ εἰρήνην ἐργάσασθαι ἀΐδιόν τε καὶ ἀδιάπτωτον. ἡ δὲ εὐμε- νῶς τε ηκουσεν αὐτοῦ, καὶ δέδωκεν ἐρήμην ουσαν τηνικαῦτα τὴν ἀπὸ τῆς Σιδηρᾶς, ταύτης δὴ τότε οριον τυγχανούσης ̔Ρωμαίων τε καὶ αὐτῶν, αχρι τῆς ∆εβελτοῦ, ητις ουτω καλεῖται Ζάγορα παρ' αὐτοῖς. ουτω μὲν ουν απασα ἡ Βουλγαρία πρὸς εὐσέβειαν μετ- ερρυθμίσθη, θεοῦ πρὸς τὴν οἰκείαν μετακαλεσαμένου γνῶσιν αὐ- τούς, καὶ ουτως ἐκ μικρῶν σπινθήρων τε καὶ πληγῶν· καὶ ουτω γῆς τῆς τῶν ̔Ρωμαίων ὡς αλλης τινὸς ἐπαγγελίας ἀξιωθέντες πρὸς κοινωνίαν αρρηκτον καθυπέβαλον ἑαυτούς. 16 Ειχε μὲν ουν ουτω τὰ κατὰ τὴν δύσιν λαμπρῶς τε καὶ ἐτεθρύλητο πανταχοῦ. ἐφ' οις ἀγαλλομένη ἐκείνη, καὶ οιον τρόπαια ἐπιθεῖναι μείζω δι' ἐφέσεως εχουσα, καὶ τοὺς κατὰ τὴν ἀνατολὴν Παυλικιανοὺς ἐπειρᾶτο μετάγειν ὡς βούλοιτο πρὸς εὐσέ- βειαν η ἐξαιρεῖν καὶ ἀπ' ἀνθρώπων ποιεῖν· ο καὶ πολλῶν κακῶν τὴν ἡμετέραν ἐνέπλησεν. ἡ μὲν γὰρ πέμψασά τινας τῶν ἐπ' ἐξ- ουσίας (ὁ τοῦ ̓Αργυροῦ καὶ ὁ τοῦ ∆ουκὸς καὶ ὁ Σουδάλης οἱ ἀπο- σταλέντες ἐλέγοντο) τοὺς μὲν ξύλῳ ἀνήρτων, τοὺς δὲ ξίφει παρε- δίδουν, τοὺς δὲ τῷ τῆς θαλάσσης βυθῷ. ὡσεὶ δέκα μυριάδες ὁ ουτως ἀπολλύμενος ἠριθμεῖτο λαός, καὶ ἡ υπαρξις αὐτῶν τῷ βασιλικῷ ταμιείῳ ... ηγετο καὶ εἰσεκομίζετο. ὑπῆρχεν ουν τῷ στρατηγῷ τῶν ̓Ανατολικῶν (Θεόδοτος ουτος ην ὁ κατὰ τὸν Με- 166 λισσηνὸν) ἀνήρ τις εἰς τὴν ὑπηρεσίαν καταριθμούμενος, Καρβέας ὀνόματι, τὴν τοῦ πρωτομανδάτωρος πληρῶν ἀρχήν, τῇ πίστει τῶν εἰρημένων τούτων Παυλικιανῶν ἐγκαυχώμενός τε καὶ σεμνυνόμενος. ὡς ουν τὸν ἑαυτοῦ ουτος ἀκήκοε πατέρα ἀνηρτῆσθαι τῷ ξύλῳ, πέρα δεινῶν τοῦθ' ἡγησάμενος καὶ τὰ ἑαυτοῦ προσοικονομῶν φυ- γὰς μετὰ καὶ ἑτέρων πέντε χιλιάδων τῆς τοιαύτης κεκοινωνηκότων αἱρέσεως πρὸς τὸν τῆς Μελιτινῆς τηνικαῦτα κατάρχονταΑμερα γίνεται, κἀκεῖθεν πρὸς τὸν ἀμεραμνουνῆ παραγίνονται. μετὰ δὲ πολλῆς ἀποδεχθέντες τιμῆς, καὶ λόγον ἀσφαλείας δόντες τε καὶ λαβόντες ὁμοίως, ἐξέρχονται μετ' οὐ πολὺ κατὰ τῆς ̔Ρωμαίων γῆς, καὶ τῶν τροπαίων ενεκεν, ἐπεὶ πρὸς πολυπληθίαν ἐνεδίδοσαν, πόλεις τε κτίζειν ἐπιχειροῦσιν αὐτοῖς, τὴν ουτω καλουμένην ̓Αρ- γαοῦν καὶ τὴν ̓Αμάραν, καὶ αυθις πολλῶν ἐκεῖσε ἐπιρρεόντων τῇ αὐτῇ κακίᾳ ἐνισχημένων καὶ ἑτέραν κτίζειν κατάρχουσι, Τεφρικὴν ταύτην