1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

61

κατονομάσαντες· ἀφ' ων ὁρμῶντες πολλοὶ κατ' αὐτὸ γινό- μενοι, ο τε τῆς ΜελιτινῆςΑμερ, ον ουτω πως συμφθείροντες τὰ στοιχεῖαΑμβρον ἐκάλεσαν οἱ πολλοί, καὶ ὁ τῆς Ταρσοῦ ̓Αλῆς καὶ αὐτὸς ουτος ὁ Καρβέας ὁ δείλαιος, οὐκ εληγον αὐθαδῶς τῇ τῶν ̔Ρωμαίων γῇ λυμαινόμενοι. ἀλλ' ὁ μὲν Ἀλῆς εν τινι τῶν ̓Αρμενίων χώρᾳ αρχειν ἀποσταλεὶς ἐκεῖσε θᾶττον η βουλῆς ειχε τὸν βίον κατέστρεψε σὺν τῷ ἑαυτοῦ ἀκαίρῳ στρατῷ· ὁ δὲΑμερ μετὰ τοῦ συνάρχοντος αὐτοῦ τοῦ Σκληροῦ (ουτως ἐλέγετο) εἰς ἐμφύλιον στὰς πόλεμον ἐκ φιλονεικίας ἐφθείρετό τε καὶ ἐκείνῳ ἀλλ' οὐκ αλ- 167 λοις πολεμεῖν ῳετο δεῖν. εἰς τοσοῦτον δὲ τούτοις ἡ ερις ἐπηύξητο καὶ ἀλλήλοις ἀντεστρατήγουν, αχρις αν εἰς δέκα μόλις εληγεν χι- λιάδας ἡ τούτων ἰσχὺς ἐκ πεντήκοντά που καὶ μικρόν τι πρός. ἐπεὶ γοῦν ουτος τῶν ἐχθρῶν ὑπερίσχυσεν, εγνω αυθις θρασύτητι καταστρατηγούμενος κατὰ τὴν ̔Ρωμαίων οπλα κινεῖν, τῷ Καρβέᾳ ἑνούμενος. ἀντεστρατεύετο δὲ αὐτοῖς Πετρωνᾶς, τὴν τοῦ δομε- στίκου τότε ἀρχὴν διοικῶν· λόγῳ μὲν γὰρ Βάρδα ταύτην διέπειν ἐδέδοτο, ἀλλ' ἐπεὶ σχολάζειν ουτος ἠναγκάζετο ὡς ἐπίτροπος, τὸν ἀδελφὸν ἠξίου, στρατηγὸν οντα τῶν Θρᾳκησίων, πράγματι ταύ- την διέπειν καὶ διοικεῖν. 17 Πλὴν ἀνθορμᾶν κατὰ τῶν ̓Ισμαηλιτῶν καὶ ἀντεπεξιέ- ναι καὶ Μιχαὴλ ὁ βασιλεύς (αρτι γὰρ τὴν παιδικὴν ἡλικίαν παρ- αμείψας πρὸς τὴν τῶν ἀνδρῶν ἠπείγετο) ἐβούλετό τε καὶ δι' ἐπιθυμίας ειχεν ἀεί. εγνω δέ πως ταῦτα βουλευόμενος ἀπὸ τῶν ἐμφυλίων πρότερον, ὡς οὐκ ωφειλεν, ἐναπάρξασθαι, οὐκ οικο- θεν οὐδ' ἀφ' ἑαυτοῦ, τῇ δὲ τοῦ ἐπιτροπεύοντος Βάρδα γνώμῃ τε καὶ βουλῇ. οθεν δὲ καὶ οπως, δηλώσει καὶ ταῦτα ἡ ἱστορία· κωφὸν γὰρ τῷ οντι πως καὶ διάκενον τὸ σῶμα τῆς ἱστορίας, οταν ἐστερημένας εχει τὰς αἰτίας τῶν πράξεων. ἀλλ' ενθα μὲν καὶ ἡμῖν ὑπὸ τοῦ χρόνου καλῶς οὐ διέγνωσται, συγγνώμην πάντως οἱ φιλομαθεῖς ἀπονέμοιεν τοῖς ἀληθεῖς ἀλλ' οὐ πλασματώδεις γρά- 168 φειν ἐθέλουσιν, ων οὐδὲ τῷ τυχόντι ἀπορία καθέστηκεν· οπου δὲ γνώριμος, δηλοῦν δεῖ ταύτην καὶ σαφῆ καθιστᾶν τοῖς ἀναγινώ- σκουσιν, ὡς οὐκ αλλοθεν πάντως η ἐκ τούτων χορηγουμένης τῆς ὠφελείας αὐτοῖς. 18 ̓Εγένετο δὲ τούτῳ τῷ Βάρδᾳ ερως τῆς βασιλείας οὐκ ἀγεννής, καὶ ερως οὐ κατὰ τοὺς αλλους, νῦν μὲν αὐξανόμενος νῦν δὲ ταῖς τοῦ λογισμοῦ ὁρμαῖς προσεπικοπτόμενος, ἀλλὰ δύσε- ρώς τις καὶ δυσαπάλλακτος. μᾶλλον δέ, ινα τὸν λόγον πορρω- τέρω ἀγάγωμεν, ἐγένετο δὴ τῷ Μανουὴλ πρὸς τὸν Θεόκτιστον, ἀμφοτέροις ἐπιτροπεύουσιν καὶ αὐτοῦ που κατὰ τὰ ἀνάκτορα διαι- τωμένοις, διάφορά τις, η καὶ καθοσίωσιν ἐπεκάλει καὶ λάθρα τα- χέως ειχεν ὑπολαλούμενα αὐτῷ. ταύτην δὴ ὁ Μανουὴλ εὐλαβού- μενος, καὶ τὸν φθόνον αμαχόν τινα καὶ δυσκαταγώνιστον ἐνορῶν, ᾠήθη δεῖν τοῦτον ἀκρωτηριάσαι καὶ καθελεῖν, εἰ μόνον γένοιτο πορρωτέρω τοῦ παλατίου. καὶ δὴ κάτεισιν εἰς τὸν οικον αὐτοῦ, κατὰ τὴν κινστέρναν τοῦΑσπαρος οντα, ον εἰς σεμνείου τύπον υστερον ἐνηγάγετο καὶ τὸν χοῦν ἐκεῖσε κατέθετο. ἐκεῖθεν γοῦν ἑκάστοτε ἀφικνούμενος κοινωνὸς ἐγίνετο τῶν κατὰ τὰ ἀνάκτορα διοικήσεων. τοῦτον ουτως οὐ δι' ἑαυτοῦ ἀλλὰ διὰ τοῦ Θεοκτίστου ἀποσεισάμενος ὁ Βάρδας, ταὐτὸν δὲ εἰπεῖν καὶ ἀποφορτισάμενος, καὶ τὴν τύχην λαβὼν πρὸς τὸ ἑαυτοῦ σπουδαζόμενον κοινωνόν, ἐβουλεύετο καὶ αὐτὸς οὐκέτι δι' ἑτέρου δι' ἑαυτοῦ δὲ διανύσαι τὸ 169 πᾶν, καὶ τέως τὸν Θεόκτιστον καθελεῖν, ινα μὴ τῆς ἐπὶ τὰ πρόσω φορᾶς τοῦτον εχοι ἐμπόδιον καὶ αμα τὸν πολὺν ονειδον τὸν ἐπὶ τῇ νύμφῃ αὐτοῦ (καὶ γὰρ ὠνείδιζε τοῦτον διηνεκῶς) ἀπορραπίσοι καὶ πορρωτέρω ποιήσεται. (19) ὑπῆρχε γοῦν τῷ βασιλεῖ Μι- χαὴλ παιδαγωγὸς ἀνάγωγός τε καὶ πόρρωθεν τρόπων τῶν εὐγενῶν. τοῦτον ἠξίου ὁ βασιλεὺς αὐτόν τε καὶ Θεόκτιστον καὶ τὴν μητέρα ἀνωτέρω τῶν βασιλικῶν ἀξιωμάτων ἀναγαγεῖν καὶ μείζονα τούτῳ ἐπιβραβεῦσαι τιμήν. οὐκ ἐπείθετο γοῦν τούτῳ ὁ Θεόκτιστος, οὐδὲ ταῖς αὐτοῦ ἀρέσκειν ἀρεσκείαις ἠβούλετο, ἐπαξίως λέγων καὶ οὐκ ἀναξίως τὰ τῆς βασιλείας