62
δεῖν διοικεῖν. τοῦτον οργανον τὸν παιδαγωγὸν ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα περὶ τοῦ ἀνδρὸς τῇ ἑαυτοῦ ἐνσπείρων καὶ τῇ τοῦ βασιλέως ψυχῇ, αλλα τε πολλὰ περὶ τῶν κοινῶν διοικήσεων λέγων, ὡς οὐ καλῶς οἰκονομοῦνται, καὶ οτι σοὶ καταλειφθείσης ὡς κληρονομίας τῆς βασιλείας πόρρω σου ταύτην ουτος ποιεῖ, γάμον μητρί σου η τῶν ταύτης θυγατέρων μιᾷ ἐμμελετῶν, καὶ σοῦ τοῦ ταύτης υἱοῦ πόρρω που ποιῆσαι τοὺς ὀφθαλμούς. ταῦτα γοῦν ὡς βέλη πήξας ἐν καρδίᾳ τοῦ βασιλέως διήγειρέ τε, καὶ οπως μὴ ταῦτα γένοιτο, συνετῆς εφασκε δεῖν καὶ ταχίστης βουλῆς. ὡς δὲ πολλάκις περὶ τούτου συνήρχοντο τοῦ πράγματος, μίαν ταύτην ἐκύρουν καὶ γνώμην ἀπέφαινον τοῦ ἐκ μέσου τὸν Θεόκτιστον ποιῆσαι δολοφο- νίᾳ τινὶ η ὑπερορίᾳ. ἐδέδοκτο ουν ταῦτα, καὶ πέρας εσπευδε τοῖς 170 βουληθεῖσιν ἐπάγειν· τὸ δὲ ην ἐν τῷ τοῦτον μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι μετὰ τὴν τῶν ἀναφορῶν διοίκησιν ἐπακο- λουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν τὸ "ἐπάρατε αὐτόν" τοῖς πραιποσίτοις. τότε ὁ Βάρδας ἐν τῷ Λαυ- σιακῷ συνεδρίαζεν. ὡς ουν ὁ Θεόκτιστος προέκυπτεν ἐξιών, τὸ τοῦ Μιχαὴλ σύνθημα προτρέχον αμα καὶ προφθάνον τοῦτον ὁρῶν εγνω φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι. ἡ φυγὴ δὲ πρὸς τὸν ἱππόδρομον κατὰ τὰ ἀσηκρητεῖα· καὶ γὰρ ἐκεῖσε τότε τὸ τῶν ἀση- κρήτων ὑπῆρχε καταγώγιον. ἀλλ' ὑπὸ πολλῶν ὁ εις συλληφθεὶς μένειν ἀλλ' οὐ φεύγειν κατηναγκάζετο· καὶ ξίφος ὁ Βάρδας γυ- μνώσας αὐτοχειρίᾳ τοὺς οιτινες ειεν διακωλύσοντες ἀμυνόμενος ἠπείλει, πρὸς τὸν φόνον τῶν ὑπὸ χεῖρα τινί. ἀλλὰ ψαῦσαι μὲν ἐτόλμησε τούτου τότε οὐδείς, ἀπήγετο δὲ πρὸς τὰ Σκῦλα, φρουρᾷ τέως παραδοθησόμενος, μέχρις αν τὰ κατ' αὐτοῦ ἀποφήναιντο. ὡς δ' οὐ ζῆν δέει τῆς Αὐγούστης αὐτὸν ἐβουλεύσαντο, ινα καὶ μὴ θᾶττον ἀπολυθῇ, τῶν καθ' ἑταιρείαν τινὰ ἐξαπέστειλαν γυ- μνὸν ἐπισείοντα ξίφος αὐτῷ. ὡς δ' ουν ειδε ξιφήρη τὸν ανθρω- πον ἐπιόντα, κατὰ τοῦ σκάμνου ουτος ὑπέδυ, τὰς λαβὰς βουλό- μενος ἐκφυγεῖν· ἀλλ' ελαθε κατὰ γαστέρα πληγεὶς καὶ θανάτῳ παραδοθείς, τῶν ἐγκάτων ἐκχυθέντων αὐτοῦ. οτε δὴ καὶ ὁ Μα- νουὴλ φοιβόληπτος ωσπερ γενόμενος τῷ Βάρδᾳ καθαρῶς λέγεται ἀνειπεῖν 171 "ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον, οπλιζε σαυτὸν εἰς σφαγὴν καθ' ἡμέραν." 20 ̓Αλλ' ὁ μὲν Θεόκτιστος ουτω τὸ τοῦ βίου πέρας ἀπείλη- φεν, καὶ μετὰ τὴν αὐτοῦ σφαγὴν ὁ Βάρδας τὴν τοῦ κανικλείου φροντίδα καὶ τιμὴν εἰς ἑαυτὸν ἀνελάμβανεν· ἡ δὲ δὴ Θεοδώρα τούτων ὡς ῃσθετο, λυσίκομος δὴ θέουσα, πολλὰ κατολοφυρομένη ἀνέκλαιεν καὶ ὀδυρμῶν τὰ βασίλεια ἐπλήρου, ἀραῖς ἀμφοτέρους καθυποβάλλουσα καὶ "ω ἀναιδεῖς καὶ παμμίαροι" λέγουσα "θῆρες, τί σὺ μέν, ἀχάριστον γέννημα, τὸν δεύτερόν σου πατέρα πονηρὰ ἀντέδωκας ἀγαθῶν; καὶ σὺ βάσκανε δαῖμον καὶ πονηρέ," τὸν ἀδελφὸν ἐπιτραγῳδοῦσα, "τὴν ἐμὴν ἐμίανας ἀρχήν, καθαρὰν φυλαχθεῖσαν καὶ αχραντον; εστι θεὸς τῶν τολμωμένων εφορος, ος ἀμφοτέρους οὐκ ἀλλοίως ἀλλ' ὁμοίῳ θανάτῳ παραδώσει δήπου καὶ φονικῷ." καὶ αμα ἐπεθείασέ πως, τὰς χεῖρας πετάσασα, "ιδοιμι ἐπιπεσοῦσαν, κύριε, ιδοιμι τὴν τοῦ ἀνθρώπου τούτου ἐκ- δίκησιν." ταύτης ουν εκτοτε τὰς πυκνὰς ἀρὰς μὴ φέροντες καὶ ὀνειδισμούς, καὶ αμα τὴν κατ' αὐτὸν ἐλαύνων ὁ Βάρδας ὁδόν, εγνωσαν καὶ ταύτην ἐκεῖθεν ἀπώσασθαι καὶ γυμνῇ χωρεῖν πρὸς απαν αὐτοῖς τὸ δοκοῦν κεφαλῇ. οπερ ἐκείνη καταφωράσασα (καὶ γὰρ ην ἰδεῖν καὶ στοχάσασθαι δυνατὴ) ἀντιπράττειν οὐκ ῳετο δεῖν, φόνους τῶν ἀνθρώπων καὶ ὁμοφύλων βλάβας ἐκφεύγουσα· τὸν δὲ τέως πλοῦτον, τὸν σήμερον ἐν τοῖς ἀνακτόροις ἀποθησαυ- ριζόμενον, εγνω τῇ συγκλήτῳ ποιεῖν φανερόν, τὸν υἱόν τε τῆς 172 ἀφειδοῦς δαπάνης κωλύουσα καὶ τὴν ἑαυτῆς κηρύττουσα ἀρετήν. καὶ δὴ εἰς ἐπήκοον στᾶσα ἐξεβόησεν ὡς πρὸς τοῖς ἐνενήκοντα χίλια μὲν χρυσοῦ τῷ βασιλικῷ ταμιείῳ κεντηνάρια ἐναπόκεινται, ἀργυ- ρίου δὲ ὡσεὶ τριῶν, καὶ τῶν μὲν ειναι τὸν ταύτης ανδρα θησαυ- ριστήν τε καὶ ποριστήν, τῶν