63
δὲ αὐτὴν μὴ καταναλίσκειν φιλούσης καὶ κατασπαταλᾶν. 21 ̓Αλλὰ καίτοι τοσοῦτος ὁ βασιλικὸς ων θησαυρὸς εἰς οὐδὲν ἐχώρησε παντελῶς τῇ ἀπονοίᾳ τοῦ Μιχαὴλ καὶ ἀκαίρῳ φι- λοτιμίᾳ. ταῖς γὰρ τῶν ιππων ἁμίλλαις, ειπερ τις ετερος, ἀγαλ- λόμενος, καὶ αὐτὸς ἐκεῖνος ἡνιοχεῖν (ω τῆς τότε ταπεινωθείσης τῶν ̔Ρωμαίων βασιλείας) οὐ παραιτούμενος, τῶν συμπαιζόντων αὐτῷ καὶ συνηνιοχούντων ἐκ τοῦ θείου βαπτίσματος τὰ τέκνα υἱο- θετούμενος τὸν βασίλειον ἐξεκένου πλοῦτον, πεντήκοντα δὴ καὶ τεσσαράκοντα καὶ τὸ ἐλάχιστον ἑκάστῳ τριάκοντα χρυσίου λίτρας ἐπιχορηγῶν. ποτὲ δέ τινι πατρικίῳ ( ̔Ιμέριος ουτος ἐκαλεῖτο ὁ Χοῖρος, διὰ τὴν τοῦ προσώπου ουτω κατονομαζόμενος ἀγριότητα) αλλως αἰσχρολογοῦντι κατὰ τὴν τράπεζαν καὶ ψόφον ἐκ τῆς βεβή- λου αὐτοῦ γαστρὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ τῶν συν- δειπνούντων ἀφιέντι, ὡς καὶ τὸ φατλίον τὸ τούτους φωταγωγοῦν ἐκ τοῦ τηλικούτου ψόφου κατασβέσαι, τῷ παραδόξῳ τοῦ τοιούτου θαύματος χρυσίου λίτρας εδωκεν ἑκατόν. καὶ Χειλᾶ δὲ αλλοτε τοῦ σὺν αὐτῷ ἡνιοχοῦντος τὸν υἱὸν ἐκ τοῦ θείου λουτροῦ ἀναδεξά- μενος ὁμοίως χρυσίου λίτρας δέδωκεν ἑκατόν. ουτως ἐκεῖνος εἰς 173 οὐδὲν δέον τὰ δημόσια κατανάλισκεν. ἐπεὶ δὲ ἐντὸς ὀλίγου και- ροῦ τὸν τοσοῦτον πλοῦτον ταῖς τοιαύταις σκηνικαῖς καὶ ἀθέσμοις κατανάλωσε πράξεσι, δεινὸς ἐραστὴς ων ἱπποδρομίας, ηλθεν δὲ ὁ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν καιρός, καὶ χρημάτων πόρος οὐκ ην δι' ων τὰ στρατεύματα φιλοτιμούμενα τὰς τῶν ἐχθρῶν παρατάξεις ἀμύνονται, τήν τε χρυσῆν ἐκείνην καὶ πολυ- θρύλητον πλάτανον καὶ τοὺς δύο χρυσοῦς λέοντας, πρὸς δὲ καὶ τοὺς δύο γρῦπας ὁλοχρύσους οντας καὶ σφυρηλάτους, καὶ τὸ ὁλό- χρυσον οργανον, ἀλλὰ καὶ ετερα εργα τῆς βασιλικῆς ἐκθέσεως, ὁλκὴν εχοντα τῶν διακοσίων οὐκ ελαττον κεντηναρίων, χωνεύσας, χαράξαι δέδωκεν ἐν τῷ βασιλικῷ ταμιείῳ. καὶ στολὰς δέ τινας βασιλικὰς καὶ αὐγουστιακάς, ἀλλὰ καὶ τῆς συγκλήτου βουλῆς, τὰς μὲν ὁλοχρύσους τὰς δὲ χρυσοϋφάντους ουσας ἐν τῷ εἰδικῷ, πρὸς τῷ τέλει, ἐκδέδωκεν ἐξαπορῶν, ὡς αν χαραχθῶσι. πλὴν οὐκ εφθασαν χωνευθῆναι, καὶ ἐκεῖνος μὲν ἐξ ἀνθρώπων ἐγένετο, ταύτας δὲ Βασίλειος ὁ ἀοίδιμος τὴν βασιλείαν λαβὼν καὶ καταλα- βὼν ετι ἀλυμάντους ἀνεκαλέσατο, καὶ τὸ νῦν σενζάτον καλούμενον χαραχθῆναι ἐκελεύσατο, ἐκ τοσούτου πλούτου μηδὲν ετερον εὑρη- κὼς η χρυσίου κεντηνάρια τρία, μιλιαρίσια δὲ σακκία ἐννέα, α καὶ δημοσιεύσας καὶ πᾶσι δῆλα ποιήσας ἀπωδύρετο τῆς συγκλή- του ἐνώπιον τὴν οθεν εμελλε ποιήσεσθαι τῆς πολιτείας διοί- κησιν. 174 22 ̓Αλλὰ ταῦτα μὲν προϊόντος τοῦ χρόνου γεγόνασιν· τότε δὲ ειθιστο Θεοδώρα κατὰ τὸν ἐν Βλαχέρναις θεῖον συχνῶς πως ἐπιφοιτᾶν ναόν, ὁμοῦ μὲν εὐχάς τινας ἀποδιδοῦσα θεῷ, ὁμοῦ δὲ καὶ τοῦ λουτροῦ μετέχουσα. ὡς γοῦν ὀψέ ποτε ἀφίκετο, τὸν Πετρωνᾶν ἀδελφὸν αὐτῆς οντα πέμψαντες ὁ Μιχαήλ τε καὶ Βάρ- δας ἀποκείρουσί τε ταύτην μετὰ τὰς θυγατέρας ὁμοῦ, καὶ τοῖς κατὰ τὰ Καριανοῦ ἀνακτόροις τότε μὲν περιορίζουσιν· υστερον δὲ οὐχ απαξ μόνον ἀλλὰ καὶ δὶς ἀποστείλαντες εἰσεκόμισαν τὸν ἐνόντα πλοῦτον αὐταῖς, καὶ κοινῶς πως καὶ ἰδιωτικῶς ἀλλ' οὐ βασιλικῶς ειασαν ζῆν. ἀλλ' ἐκείνη μὲν μετ' οὐ πολὺ τῶν τῇδε μεθίστατο, καὶ βασιλεὺς ὁ ἀοίδιμος Βασίλειος αὐτῆς τε τὸν νεκρὸν καὶ τὰς αὐτῆς θυγατέρας πρὸς τὸ τῆς μάμμης επεμπε μοναστήριον ἐνδιαι- τᾶσθαι, ουτω τῶν Γαστρίων κατονομαζόμενον, καὶ ὁσίως ζῆν τε καὶ πολιτεύεσθαι. αυτη μὲν ουτως ἀπεβίω, ονομα τῷ υἱῷ, οὐχ ὡς ἐκεῖνοι, πονηρὸν ἀλλ' ἀγαθὸν ἀπολιποῦσά τε καὶ σεμνόν. ἐδήλου δὲ καὶ ἡ πρὸ ταύτης βίβλος οθεν τε κἀκ τίνων ἐξέφυ καὶ οπως ηλθεν εἰς τὰ βασίλεια, καὶ τὰς αὐτῇ οσαι δὴ θυγατέρες ἐκ κοιλίας γεγέννηνται· δηλώσει δὲ αυτη συγγένειαν αὐτῆς τὴν λοι- πήν. ησαν ουν οἱ δηλωθέντες αρρενες δύο ἀδελφοί, ο τε Πε- τρωνᾶς στρατηγὸς κατὰ τὸ Θρᾳκήσιον καὶ πατρίκιος