64
τηνικαῦτα, καὶ Βάρδας ὁ δηλωθείς, ος καὶ παρὰ Θεοφίλου εις τι τῶν οὐ δεόντων καταληφθείς, τῆς συνήθους προελεύσεως ἱσταμένης, κατὰ τὸ ὡρολόγιον ἐτύφθη μαγγλάβια ἑξήκοντα. ἀδελφαὶ δὲ 175 τρεῖς, η τε εὐφήμῳ ουτω καλουμένη ὀνόματι Καλομαρία καὶ Σο- φία καὶ ἡ Εἰρήνη. ἀλλ' ἡ μὲν Σοφία εἰς κοίτην ἐδίδοτο Κωνσταν- τίνῳ τῷ κατὰ τὸν Βαβούτζικον, ἡ δὲ Καλομαρία ̓Αρσαβὴρ τῷ τηνικαῦτα μὲν πατρικίῳ επειτα δὲ καὶ μαγίστρῳ, [ἡ δὲ Εἰρήνη] τῷ Εἰρήνης τῆς μητρὸς τοῦ μετὰ ταῦτα τὸν πατριαρχικὸν θρόνον ἀντιλαβομένου Φωτίου ἀδελφῷ· μεθ' ου καὶ δύο τεκνώσασα παῖ- δας, Στέφανόν τε τὸν μάγιστρον καὶ Βάρδαν τὸν ἑαυτοῦ ἀδελφὸν καὶ μάγιστρον, τὸν τοῦ πατρικίου Κωνσταντίνου καὶ στρατηγοῦ Σικελίας, τὸν τοῦ Κοντομύτου γαμβρόν (ἐκεῖθεν γὰρ αὐτῷ καὶ ἡ τοῦ Κοντομύτου ἐκληρώθη προσηγορία), τὴν συγγένειαν πρὸς τὸν πατριάρχην εσωζε Φώτιον· ἐξάδελφοι γὰρ οἱ δύο μάγιστροι ουτοι τούτου ἐτύγχανον. αυτη δὲ ουν ἡ μήτηρ τῶν εἰρημένων, ἐπεὶ τοῦ προτέρου ἀνδρὸς διὰ θανάτου ἡμάρτανεν, οὐχ ειλετο καὶ δεύτερον ἰδεῖν μάτην ἀποβιοῦντα, ζῶσα δὲ χήρα καὶ τῇ ἑαυ- τῆς συνοῦσα ἀδελφῇ κατὰ τὰ βασίλεια, αὐχμηρόν τινα καὶ τα- πεινὴν ἐστολισμένη στολήν, ετι δὲ μὴν καὶ μέλαιναν, τὸν υπαρχον ἀπολαμβάνουσα τῆς χειρός, οὐ μὴν δὲ καὶ τὸν τειχιώτην, ἀλλὰ καὶ τὸν νούμερον συνεπαγομένη, κατὰ νουμηνίαν ἀπῄει βάδην τε καὶ πεζῇ διὰ τῶν σχολῶν πρὸς τοὺς ἐν τοῖς δεσμωτηρίοις κατεχο- μένους τῆς τε Χαλκῆς καὶ τοῦ Πραιτωρίου καὶ τῶν Νουμέρων, τίνος τε χάριν ἀποκέκλεισται ενα ἐρωτῶσα καθ' ενα καὶ διοικοῦσα τοὺς μὲν δι' ἑαυτῆς τοὺς δὲ διὰ τῆς πρὸς τὴν ἀδελφὴν ὑπομνή- σεως, ἑκάστῳ τῶν φρουρουμένων εὐλογίαν ἐπιχορηγοῦσα οὐ μι- κρὰν καὶ ἐλεημοσύνην. καὶ τὰ μὲν κατὰ τὴν γυναικωνῖτιν ουτω. 176 23 ̔Ο δὲ Βάρδας ην ολος τὰ τῆς βασιλείας ἐπιτροπεύων καὶ διοικῶν, καὶ τῶν λοιπῶν διαφερόντως ὡς συγγενὴς τοῦ βασι- λέως ἀγαπώμενος· ενθεν καὶ τὴν κουροπαλάτου, οιον αθλον ἐπὶ τῇ ἀδελφῇ, τιμὴν ἀναδέχεται, καὶ κατὰ τῶν ̓Ισμαηλιτῶν καὶ τοῦΑμερ, ωσπερ ειρηται, ἀντιστρατεύονται μετὰ τοῦ Μιχαήλ, αρτι τελοῦντος αὐτοῦ εἰς ανδρας ἐξ ἀγενείων, δυνάμει πάσῃ τε καὶ χειρί. ὡς δ' ουν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς, κατὰ πόλιν Σαμόσατα λεγομένην, δυνάμει τε βρίθουσαν καὶ ἰσχύϊ, αγονται, καὶ ταύτην ἐπεχείρουν πολιορκεῖν. ἀλλ' ἐλελήθεισαν οὐ κατὰ Θεοδώρας αιροντες χεῖρα, κατὰ δὲ πολυτρόπων ἀνδρῶν. ὡς μὲν γὰρ ην τρίτη τῆς ἐφεδρείας τούτοις ἡμέρα, ἡ πρώτη δὲ καὶ κυρία τῶν ἡμερῶν, εμελλον δὲ τὴν ἀναίμακτον μυσταγωγίαν ἐκπληροῦν ὡς αν τῶν ἁγίων μυστηρίων μετάσχοιεν, ἐξαίφνης, ειτ' ἀφυλά- κτως τελοῦντες αὐτά, ειτε καὶ καταφρονητικῶς εχοντες πρὸς τὴν πόλιν δι' ἀπειρίαν ὡς μὴ πρὸς βασιλέα ̔Ρωμαίων αραι τολμῶντος χεῖρα τινός, κατὰ τὴν ωραν ἐν ῃ τῶν θείων εμελλον μετασχεῖν μυστηρίων, πάντοθεν μεθ' οπλων ἐκπεπηδηκότες τῆς πόλεως, οὐκ ην ἰδεῖν τὸν οστις ̔Ρωμαίων οὐκ ἐχρῆτο φυγῇ. ενθα καὶ ὁ Μιχαὴλ μόλις που τὸν ιππον ἀναβὰς φεύγων καθωρᾶτο, ἀλλ' οὐ προπολεμῶν· ουτω που μόγις ἐκσέσωστο, σκηνὰς αὐτὰς καὶ τὴν οση τούτοις θεραπεία προσῆν ἐκεῖ καταλελοιπώς. ενθα καὶ τὸν προμνημονευθέντα φασὶν ἀριστεῦσαι Καρβέαν τὸν τὴν Τεφρικὴν 177 οἰκοδομησάμενον, καὶ πολὺν οὐ μόνον τοῦ χυδαίου φθόρον λαοῦ κατεργάσασθαι, ἀλλὰ καὶ τῶν μεγάλων δὴ στρατηγῶν ζωγρείᾳ λαβεῖν τόν τε τζαγγότουβον τὸν ̓Αβεσαλὼμ καὶ Σηὼν τὸν παλατῖ- νον, καὶ ἑτέρους ὑποστρατήγους καὶ τουρμάρχας αχρι τῶν ἑκα- τόν. ἐτηροῦντο ουν οἱ δηλωθέντες στρατηγοὶ μετὰ τὴν τοῦ πολέ- μου παραδρομὴν ἐν τῇ φυλακῇ· καὶ δὴ χρήματα ἱκανὰ τῷ Καρ- βέᾳ ἐδίδοσαν, οικοθεν μεταπεμψάμενοι, τὴν αὐτῶν ἀπολύτρωσιν ἐξαιτούμενοι. ὡς δ' ελαβεν ἐπὶ χεῖρας ὁ Καρβέας, ἠρώτα τὸν Σηὼν εὐθὺς εἰ πρὸς ἀφροδίσια εχοι ἐρωτικῶς καὶ τὸ ἑαυτοῦ σῶμα κίνησιν εχοι τὴν ἐμπαθῆ· ὡς δ' ἀπηγόρευσεν ὁ Σηὼν καὶ πάσχειν τι τοιοῦτον ἀπέφησεν, ἠρώτα πάλιν τὰ ομοια τὸν ̓Αβεσαλώμ. ὁ δὲ τὴν αὐτοῦ φωράσας κακίαν