67
φυλάττοντα. καὶ δὴ κρότῳ καὶ βοῇ κατὰ τῶν πολεμίων ἐφαλλόμενος οὐδ' ολως εικοντας τοὺς ̔Ρω- μαίους ἐφεύρισκεν, ἀλλ' ἰσχυροτέρους καὶ αὐτὸν ἀνδρικῶς ἀντι- κρούοντας καὶ μᾶλλον ἀνθισταμένους νεανικῶς· διὸ καὶ μικρὸν συσταλεὶς καὶ εἰς ἑαυτὸν αυθις γενόμενος ἐπεβάρει πάλιν μετὰ δυνάμεως, ἐκπόρευσίν τινα καὶ κάθοδον ἑαυτῷ ποριζόμενος. ἀλλὰ καὶ αυθις τούτῳ οὐκ ἐνδόντες ἀλλ' ὑπαντήσαντες καὶ ἀνα- 183 στρέψαντες τῷ συμπεφράχθαι, καὶ μέχρις τούτων τοῦτο ποιεῖν κατηνάγκασαν. ἐπεὶ δὲ πάντοθεν ἀναφανέντας καὶ αλλους αλλο- θεν ἐκπηδῶντας τοὺς τὰ ἀρκτῷα καὶ μεσημβρινὰ μέρη κατοικοῦν- τας καθεώρακε, τότ' ηδη τὴν σωτηρίαν ἀπογνοὺς καὶ τὰς φρένας ωσπερ τινὶ κεραυνῷ βληθεὶς ἐχώρει κατὰ ξιφῶν, οὐδὲ προτέρων ἀμελῶν· ενθα καιρίαν πληγεὶς αὐτός τε πτῶμα γίνεται χαλεπόν, καὶ τῶν ἑαυτοῦ διασώζεται οὐδεὶς οὐδαμοῦ. ὡς δὲ τὸν τούτου υἱὸν μετά τινος φάλαγγος ἀποδρᾶναί που διήκουον, καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ κλεισουράρχης καταλαβὼν οὐκ αποθεν χειροῦταί τε μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ φέρων δίδωσι Πετρωνᾷ. ουτως ουτως μὲν ουν ὁ Πετρωνᾶς τὰ κατὰ τοῦ Αμερ στήσας τρόπαια διὰ πολλῆς ειχεν εκτοτε τὸν μοναχὸν αἰδοῦς καὶ τιμῆς, προφήτην αλ- λον ἀποκαλῶν. καὶ δὴ καὶ τὰ τῆς ψυχῆς τούτῳ ἀναθεὶς πρὸς τὴν βασιλεύουσαν εἰσελαύνει τοῦτον ἐπιφερόμενος, πρὸς τὸν βα- σιλέα καὶ τὸν Βάρδαν τὴν τοῦ ἀνδρὸς θειάζων καλῶς ἀρετήν. καὶ [ἀλλ'] ὁ μὲν Πετρωνᾶς τὸ τοῦ δομεστίκου οὐκέτι προσωπεῖον καθυπεκρίνετο, ἀλλ' αὐτὴν ἐλάμβανεν ἐκ βασιλέως τιμήν· καὶ ὁ μοναχὸς τὴν πρὸς θεὸν ἐκδημίαν παρ' αὐτοῦ διδαχθεὶς τὸν Πε- τρωνᾶν ἀνεδίδασκεν ὡς διὰ ταχέων μέλλων ἀποδημεῖν. "καὶ ποῖ με δὴ" ὁ Πετρωνᾶς "ἀπαίρων τὸ σὸν ἀρνίον, ὁ ποιμήν μου καὶ ἐραστά, βούλει καταλιπεῖν;" μετὰ κλαυθμοῦ ἐπυνθάνετο. "αρα τούτῳ τῷ βίῳ; ἀλλὰ δέδοικα μὴ πρὸς τὸν πρότερον ολισθον αυ- θις παραρρυῶ καὶ γένωνταί μοι τὰ εσχατα τῶν προτέρων οὐ κρείτ- 184 τονα." "καὶ βούλει" φησὶν ὁ μοναχός "ἐμοὶ συνεπακολουθῆ- σαι;" καὶ ουτος "ναί, πάτερ" εφη, "μεθ' ἡδονῆς." καὶ δὴ νόσῳ καὶ ουτος βληθεὶς αμα τῇ οικαδε ὑποστροφῇ ἐδήλου τὰ συμ- πίπτοντα τῷ ἀββᾷ, καὶ ἀντεδηλοῦτο φάναι ὡς μετ' ἐμοῦ γενήσῃ μετὰ μικρόν, ὡς ᾐτήσω. καὶ δή τινων ἡμερῶν παρελθουσῶν ὁ μοναχός τε μετεκαλεῖτο πρὸς τὸν θεὸν καὶ ουτος αὐθωρὸν ὡς ἐκ συνθήματος ἐπηκολούθει λαμπρῶς· καὶ τοσοῦτον ην κατὰ τὸν αὐτὸν καιρὸν ἀμφοτέρων ἡ ἐκεῖθεν ἀποδημία ὡς ατερος ἑτέρου, καίτοι γε μικροῦ τοῦ διαστήματος οντος, μὴ ἀκοῦσαι τὸν θάνα- τον. τοιούτῳ μὲν δὴ τέλει τοῦ βίου ὁ Πετρωνᾶς χρησάμενος λέ- γεται, ἐτελεύτα δὲ καὶ πρὸ τούτου ὁ Μανουὴλ νόσῳ δή τινι κρα- τηθείς. 26 Μετέβαινε δὲ καὶ ὁ Βάρδας καὶ τὰς ἐκ βασιλέως ημειβε συνεχῶς τιμάς, ωσπερ τις νέος γαῦρός τε καὶ φιλότιμος τὰς ποικίλας τῶν πρὸς τέρψιν στολάς. μετέβαινε γοῦν καὶ πρὸς τὴν Καίσαρος ἀνῄει δόξαν τε καὶ τιμήν, τοῦ Μιχαὴλ οὐ πρὸς ετε- ρόν τι τῶν πολιτικῶν τοσοῦτον ἐπτοημένου η θέατρα καὶ ιππων ἁμιλλητήρια. καὶ τὸ δὴ χαλεπόν, οὐκ ἠγάπα μόνον θεατὴς ειναι, ειγε καὶ τοσοῦτον ἐσχόλαζεν, ἀλλὰ καὶ αὐτὸς ἡνιοχεῖν ὁ τῆς τῶν ̔Ρωμαίων βασιλείας, θέαμα τυγχάνων καὶ παίγνιον πᾶσι δὴ καὶ κατάγελως. ουτως ὁ Βάρδας τοῦ ἀδελφιδοῦ ἐπετρόπευεν, καὶ οὐδὲ ζῆν, ὡς εοικεν, ἠθέλησεν, εἰ μὴ τοῦτον μεταπείσει τὸ ἀν- δράποδον. πλὴν διῴκει τέως αὐτὸς τὰ πολιτικά, καὶ τῆς βασι- 185 λείας κατεστοχάζετο ὡς αὐτὴν εὐκαίρως περιληψόμενος. ἀλλὰ ταῦτα μὲν εἰς τὸ μέλλον ἐταμιεύετο· τότε δὲ τῆς εξω σοφίας ἐπι- μεληθεὶς (καὶ γὰρ ην τῷ τοσούτῳ χρόνῳ παραρρυεῖσα καὶ πρὸς τὸ μηδὲν ολως κεχωρηκυῖα τῇ τῶν κρατησάντων ἀγροικίᾳ καὶ ἀμαθίᾳ) καὶ διατριβὰς τῶν μαθηματικῶν κατὰ Μαγναύραν ποιήσας αυθις ἀκμάζειν καὶ ἀνηβᾶν ταύτην ἐσπούδαζέ τε καὶ πε- φιλοτίμητο. καὶ τοῦτο τῶν εργων αὐτοῦ κάλλιστόν τε καὶ περι- βόητον ον οὐκ ισχυσέ πως τὰς ἐνούσας αλλως κῆρας αὐτῷ ἀπονί- ψασθαι. ηρχε δὲ καὶ τῆς