1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

68

τοιαύτης σχολῆς τὴν μὲν φιλοσοφίαν ἐξηγούμενος Λέων ἐκεῖνος ὁ μέγας τε καὶ φιλόσοφος, ος κατὰ συγγένειαν μὲν τοῦ ἐξαδέλφου τῷ πατριάρχῃ ̓Ιαννῇ ᾠκείωτο, τὸν θρόνον δὲ τῆς Θεσσαλονίκης κατέχων, ἐπειδὴ νῦν ἐκ καθαιρέσεως ἐσχόλαζεν, εἰς ταύτην προεβιβάζετο τὴν σχολήν, τὴν ἀμαθίαν πόρρω ποι ἀπελαύνων καὶ ἀποτρεπόμενος. 27 Αξιον δὲ μηδ' οπως εἰς γνῶσιν ηλθεν ὁ τηλικοῦτος ἀνὴρ τῷ τότε κρατοῦντι παραδραμεῖν. Θεόφιλος δὲ ην, ὁ τοῦ Μιχαὴλ σπορεὺς καὶ πατήρ. ουτος ουν ἐπεὶ τὴν τῶν μαθημά- των εἰς ακρον ἐπιστήμην ἐξήσκησεν, τοσοῦτον χωρήσας διὰ πα- σῶν, τῆς φιλοσοφίας καὶ τῶν αὐτῆς ἀδελφῶν, ἀριθμητικῆς τέ φημι καὶ γεωμετρίας καὶ ἀστρονομίας, ἀλλὰ καὶ τῆς πολυθρυλή- του μουσικῆς, καὶ εἰς ακρον αὐτῶν ἐλάσας ὡς οὐδεμιᾶς ετερος σπουδῇ τε πολλῇ καὶ βίῳ ἀπράγμονι καὶ μεγέθει φύσεως, εὐτελεῖ τινὶ καταλύματι χρώμενος καὶ καταγωγίῳ τοὺς εἰς αὐτὸν φοιτῶν- 186 τας ἐπαίδευεν, ἐκδιδάσκων ηντινα ἐπιστήμην καὶ βούλοιντο. ὡς δ' ηδη χρόνος παρίππασεν καὶ τῶν μαθητῶν οὐκ ὀλίγοι κατὰ τὰς ἐπιστήμας προέκοπτον, συνέβη τινὰ νεανίαν τῶν ἑαυτοῦ φοιτητῶν, τῆς γεωμετρικῆς ἐπιστήμης αρτι τὸ πέρας κατειληφότα, ὑπογρα- φέα γενέσθαι τινὸς στρατηγίδα τάξιν διέποντος, καὶ προκοπῆς ενεκεν τοῦ βίου ἀγαπῆσαι τούτῳ ἀκολουθεῖν. ὡς δὲ κατὰ τὸν πόλεμον αμα τούτῳ ἐγένετο, ὑπὸ τῶν ̓Αγαρηνῶν, οὐκ οιδ' οπως, ζωγρεῖται καὶ τῶν ἐπιφανῶν τινὶ εἰς δουλείαν διὰ τὸ νέον τῆς ἡλικίας δίδοται. Μαμοῦν ἐκεῖνος ουτω καλούμενος τηνικαῦτα μὲν τῶν ̓Ισμαηλιτῶν ἐτέλει ἀμεραμνουνῆς, αλλοις τε μαθήμασι σχολάζων ̔Ελληνικοῖς καὶ δὴ καὶ γεωμετρίας ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἀμελῶν. λόγου δέ ποτε παρὰ τοῦ τὸν νεανίαν εχοντος δε- σπότου κινηθέντος περὶ τῆς σπουδῆς ἀμεραμνουνῆ καὶ τῆς τῶν μαθημάτων ἐπιμελείας, ὡς δὴ καὶ περὶ τῆς γεωμετρίας ελεγεν, ἀκοῦσαι τούτου ειπεν ὁ νεανίας ἐπιθυμεῖν καὶ τῶν αὐτοῦ διδασκά- λων, ὡς καὶ αὐτοῦ τινὰ εχοντος ἐπιστήμην γεωμετρικήν. ὡς ουν ἀνέμαθεν ὁ ἀμεραμνουνῆς, μετὰ περιχαρείας εἰσκαλεῖται πολλῆς, καὶ τὸν αἰχμάλωτον ἐπυνθάνετο εἰ γνῶσιν τῆς τοιαύτης κέκτηται ἐπιστήμης. καὶ ἐπεὶ τὴν συγκατάθεσιν ἐποιήσατο, ετι μὲν ἀπιστίαν πρὸς τοὺς ἐκείνου λόγους ὁ βάρβαρος κεκτημένος οὐκ ελεγεν ἑτέρους ειναι ὑπὸ τὸν οὐρανὸν τῶν ἐκείνου διδασκάλων ἐκτός. ὡς δ' ὁ νεανίας ελεγεν τούτων διακοῦσαι ἐπιθυμεῖν καὶ 187 τῆς αὐτῶν διδασκαλίας, εὐθὺς ουτοι παραστάντες ἀπήρχοντο ταύτης, καὶ διεχάραττον τὰ τρίγωνά τε καὶ τετράγωνα σχήματα, καὶ τοὺς Εὐκλείδου κανόνας προσέφερον, καὶ τὸ μὲν οτι ἐδίδασκον ἀνδρικῶς καὶ ἐπιστημονικῶς, τοῦτο λέγοντες τοιαύτην εχοι τὴν κλῆσιν καὶ τοιαύτην τὸ ετερον, αἰτίαν δὲ καὶ λόγον, καὶ διότι ουτως τε εστιν καὶ κλῆσιν εχοι, κατάλληλον ἀπεδίδοσαν οὐδαμῶς, ἀμάθειαν καὶ αγνοιαν, ἀλλ' οὐ στενότητα γλώττης πως εχοντες. ὡς ουν τούτους γαυρουμένους ἑώρα καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν σχημάτων ὁ νεανίας καταγραφῇ, "τί" φησίν "ω ουτοι, ἐπὶ παντὸς λόγου καὶ πράγματος τῆς αἰτίας τὸ κράτος ἐχούσης καὶ τοῦ διότι, ὑμεῖς τὴν υπαρξιν μόνον λέγοντες τοὺς τούτων παρα- τρέχετε λόγους ὡς οὐκ ἀναγκαίους; καὶ εἰς ταὐτὸν τὸν διδασκό- μενον αγετε οπου καὶ τὸν μηδὲν παιδευόμενον μηδέ τι περὶ τού- των διαγινώσκοντα;" τῶν δὲ διαπορησάντων καὶ τὰς αἰτίας τού- των διευκρινεῖν καὶ διδάσκειν παρακελευομένων, ἐπεὶ διερμη- νεύοντα καὶ σαφῶς λέγοντα ταύτας διήκουον, ὡς τοῦτο μὲν διὰ τόδε καὶ τοῦτο διὰ τόδε τὴν εἰρημένην εχει κλῆσίν τε καὶ γραφήν, καὶ αμα αὐτῶν ὁ νοῦς διηνοίγετο καὶ τῶν λεγομένων συνίεσαν, θάμβει λοιπὸν συσχεθέντες ἠρώτων ὁπόσους τὸ Βυζάντιον τοιού- τους τρέφει ανδρας ἐπιστήμονας. ὡς δὲ πολλοὺς ουτος ελεγεν καὶ ἑαυτὸν τῷ τῶν μαθητιώντων χορῷ ἀλλ' οὐ τῶν διδασκόντων κατέλεγεν, περὶ τοῦ διδασκάλου τοῦτον αυθις ἐπανηρώτων, οὐ ζῶσιν ετι ἠρίθμηται καὶ ὑπεράνω πέφυκε γῆς. ὁ δὲ "εστι τε" 188 εφησεν "ὑπὲρ γῆς," καὶ