69
τὴν αὐτοῦ ἀρετὴν ἐξεθείασεν, ἀκτήμονα βίον διάγειν λέγων αὐτὸν καὶ τοῖς πολλοῖς αγνωστον, ἐπὶ σοφίᾳ διαλάμποντα. γράμματα γοῦν εὐθὺς ὁ Μαμοῦν πρὸς ἐκεῖνον δια- χαράττει, τόνδε τὸν νοῦν περιέχοντα, "ὡς ἐκ τοῦ καρποῦ τὸ δέν- δρον ἐπέγνωμεν, ἐκ τοῦ μαθητοῦ τὸν διδάσκαλον. ἐπεὶ γοῦν τόσος ων περὶ τὴν ἐπιστήμην τῶν οντων δι' ἀρετὴν καὶ γνώσεως βάθος αγνωστος ει τοῖς σοῖς συμπολίταις καὶ τῆς σοφίας καὶ γνώσεως ουπω τοὺς καρποὺς ἀπείληφας, οτι μηδὲ τιμῆς ἠξίωσαι παρ' αὐ- τῶν, μὴ ἀπαξιώσῃς ἐλθεῖν πρὸς ἡμᾶς καὶ τῆς σῆς διδασκαλίας μεταδοῦναι ἡμῖν. εἰ γὰρ ουτω τοῦτο γένηται, τοὺς αὐχένας σοι κλινεῖ γένος απαν τὸ τῶν Σαρακηνῶν, καὶ πλούτου καὶ δωρεῶν ἀξιωθήσῃ, ων οὐδεὶς πώποτε ἀνθρώπων ἠξίωται." ἐπιδοὺς ουν τὰ γράμματα τῷ νεανίᾳ, καὶ δώροις αὐτὸν φιλοφρονησάμενος, τὸν διδάσκαλον καταλαμβάνειν ἐκέλευσεν, καὶ τιμὰς εὐθὺς ὑπ- ισχνεῖτο καὶ δωρεὰς καὶ αυθις, εἰ βούλοιτο, τὴν εἰς οικον ἐπάνο- δον, μόνον εἰ τοῦτον πείσειε τὴν τῶν ̔Ρωμαίων καταλιπεῖν γῆν. ὡς τὴν βασιλεύουσαν εφθασε καὶ τοῦ διδασκάλου πρὸς πρόσωπον εστηκεν, ἡ τούτου θέα ἀναφλέξασά τε καὶ οιον θερμαίνουσα ὀλο- φύρεσθαι κατηνάγκαζε, καὶ δάκρυσιν οὐ παρειὰς μόνον ἀλλὰ καὶ τράχηλον καὶ στέρνα διάβροχα ἐμποιεῖν. καὶ τὸ πρῶτον ἀφασία τῶν δρωμένων τὸν διδάσκαλον κατελάμβανεν, τίς τε ειη οὐκ εἰδώς, καὶ οτου ταῦτα ενεκεν διαπράττοιτο· η τε γὰρ τούτου μορφὴ ἀλ- 189 λοιωθεῖσα τῷ χρόνῳ καὶ τῇ τῆς αἰχμαλωσίας κακουχίᾳ ἀλλοῖον τὸν νεανίαν ἀλλ' οὐκ ἐκεῖνον ειναι τὸν γνωριζόμενον ἀνεδίδασκεν. ὡς δὲ τὴν τούτου γνῶσιν κατὰ μικρὸν ἐδίδου, ονομα καὶ μαθή- ματα ἐπειπών, καὶ προσετίθει τὰ τῆς αἰχμαλωσίας καὶ τὴν αἰτίαν τῆς ἀπολυτρώσεώς τε καὶ ἀφίξεως, καὶ αμα εἰς χεῖρας ἐδίδου δὴ τὴν γραφήν, τότε δὴ κοινῇ τὴν τραγῳδίαν ἐπλήρουν καὶ θρηνῳ- δίαν. πλὴν οὐκ ἀκίνδυνον ειναι λογισάμενος τὴν ἐκ τῶν ἐχθρῶν γραφήν, ει γέ ποτε κατάφωρος γένοιτο, τῷ λογοθέτῃ πρόσεισι (Θεόκτιστος ουτος ην ὁ παρανάλωμα τῷ Βάρδᾳ γενόμενος) καὶ διηγεῖτο τὰ τοῦ αἰχμαλώτου πάντα καὶ μαθητοῦ, καὶ αμα δίδω- σιν τὴν τοῦ ἀμεραμνουνῆ γραφήν. αυτη ἡ αἰτία τῆς τοῦδε τοῦ ἀνδρὸς πρὸς τὸν βασιλέα γνώσεώς τε καὶ οἰκείωσις. ουτος ὁ μα- θητὴς καὶ τοῦτο τὸ γράμμα τήν τε τοῦ Λέοντος σοφίαν ἐν ὑπαί- θρῳ γενέσθαι ἐν γωνίᾳ τέως ουσαν ἐποίησεν καὶ τῆς εὐτελείας ἐκεί- νης καὶ πενίας εξω παρήγαγεν. τό τε γὰρ γράμμα ἐμφανίζει τῷ Θεοφίλῳ ὁ λογοθέτης, καὶ προσκαλεῖται τοῦτον αὐτός, καὶ πλου- τίζεται καὶ ἐν τῷ τῶν ἁγίων μ' ναῷ διδάσκειν δημοσίᾳ παρὰ τοῦ βασιλέως ἐπείγεται. οὐ πολὺς γοῦν χρόνος, καὶ ἐπεὶ διέγνω ὁ Μαμοῦν μὴ βούλεσθαι τὸν φιλόσοφον τῆς οἰκείας τὴν ἀλλοτρίαν ἀλλάξασθαι, διὰ γραφῆς ἐκτίθησιν ἀπορίας γεωμετρικῶν τε καὶ ἀστρολογικῶν ζητημάτων καί τινων ἑτέρων δυσδιαγνώστων κεφα- λαίων, καὶ τὴν λύσιν τούτων κομίσασθαι ἀξιοῖ. ὡς δ' ουν εκα- στον προσηκόντως ἡρμήνευσεν ὁ Λέων καὶ τὰς τούτων λύσεις ἐξέ- θετο, προσεφήρμοσέ τε τούτοις καί τινα προγνώσεως ἐκπλήξεως 190 ενεκα, τότε δὴ μεγάλως ἐπὶ χεῖρας λαβόντα αὐτὰ τὸν ἀμεραμνουνῆ τρωθῆναι δὴ τῷ τούτου πόθῳ, καὶ μέγα ἀνακραγεῖν, τὸν ανδρα τῆς φιλοσοφίας καὶ τῶν μαθημάτων ὑπεραγάμενος. οθεν εὐθὺς οὐ πρὸς ἐκεῖνον πρὸς δὲ τὸν Θεόφιλον ἐπιστολὴν πέμπει, τὸν νοῦν τοῦτον ἐμπεριέχουσαν, ὡς ἐβουλόμην μὲν αὐτὸς ἀφικέσθαι σοι, εργον φίλου τε καὶ μαθητοῦ ἐκπληρῶν· ἐπεὶ δὲ η τε προσανα- κειμένη μοι ἀρχὴ ἐκ θεοῦ καὶ ὁ πολὺς ὑπὸ τὴν χεῖρά μου τελῶν καὶ ἐξουσίαν λαὸς τοῦτο οὐ συγχωρεῖ, ἀξιῶ τὸν ον εχεις ἐπὶ φιλο- σοφίᾳ καὶ ταῖς αλλαις ἐπιστήμαις περιβόητον ανδρα βραχύν τινα χρόνον ἐπαποστεῖλαι, καὶ συγγενέσθαι μοι τοῦτον πεῖσαι, τρόπῳ διδασκαλίας τῆς αὐτοῦ ἐπιστήμης μεταδιδόντα καὶ ἀρετῆς τῷ ου- τως εχοντι ἐμοὶ πρὸς ἐκείνας ἐρωτικῶς. πάντως δὲ οὐκ ἀναβολή τις γενήσεται οτι τε τῶν οὐχ ὁμογλώσσων ἐγὼ καὶ οτι τῆς πίστεως