1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

70

ἀλλότριος· ἀλλ' οτι μᾶλλον τοιοῦτος ὁ ἀξιῶν, πέρας ἡ αιτησις λήψεται παρὰ φίλοις ἐπιεικέσι τε καὶ χρηστοῖς. χάρις δέ σοι κα- ταβληθήσεται ὑπὲρ τούτου χρυσίου μὲν εικοσι κεντηνάρια, εἰρήνη δὲ καὶ σπονδαὶ ἀΐδιοί τε καὶ ἀτελεύτητοι. τοσούτοις μὲν ἐκεῖνος τὴν αὐτοῦ ἐξωνεῖτο παρουσίαν καὶ αφιξιν· ἀλλ' ὁ Θεόφιλος ἀντα- ποκρίνας καὶ αλογον τὸ οἰκεῖον δοῦναι ἑτέροις καλὸν καὶ τὴν τῶν οντων γνῶσιν εκδοτον ποιῆσαι τοῖς εθνεσι, δι' ης τὸ τῶν ̔Ρω- μαίων γένος θαυμάζεταί τε καὶ τιμᾶται παρὰ πᾶσιν, ἐκείνῳ μὲν οὐκ ἐπένευσε, τοῦτον δὲ διὰ τιμῆς πλείονος σχὼν τὸν ̓Ιωάννην τοῦ 191 πατριαρχικοῦ τότε θρόνου ἀντιποιούμενον κατὰ τὴν Θεσσαλονι- κέων μητρόπολιν, καὶ ὡς πλήρη σοφίας οντα καὶ ὡς οἰκειούμενον τούτῳ κατὰ συγγένειαν, χειροτονεῖν ἐγκελεύεται. (28) ος ἐπεὶ μετὰ τὴν χειροτονίαν κατὰ τὴν Θεσσαλονίκην ἐγένετο, ειχε μὲν απαντας τὴν αὐτοῦ εὐλαβουμένους τε καὶ τιμῶντας ἀρετήν, ειχε δὲ μᾶλλον τιμῶντας τοῦτον λαμπρότερον εκ τινος αἰτίας ην ὁ λόγος δηλοῖ. περὶ τὰς τῶν καρπῶν γονὰς στεῖρά πως τοσοῦτον ὡρᾶτο ἡ γῆ καὶ ατεκνος κατ' ἐκεῖνο καιροῦ ὡς καὶ θάνατον κατεπείγε- σθαι. ους ἰδὼν τῷ τῆς συμπαθείας οικτῳ βληθεὶς μήτ' ἀθυμεῖν παρῄνει μήτε μὴν συμφοραῖς ἐπαπόλλυσθαι, ειγε δὴ βούλοιντο τῆς τοῦ θεοῦ ἐπικουρίας καὶ αὐτοῦ γε τυχεῖν. περί τινα γοῦν καιρόν, ον ἐκ τῆς ἀστρολογικῆς ἐδιδάσκετο ἀστέρων τινῶν ἐπιτο- λαῖς τε καὶ φάσεσιν ἀπόρροιάν τινα καὶ συμπάθειαν τοῖς περιγείοις προσγίνεσθαι, τὰ σπέρματα τῇ γῇ κατεβάλλετο καὶ ὑπὸ κόλπους ταύτης ἐδίδου, ων τοσαύτην γενέσθαι συνέβη εὐφορίαν τε καὶ εὐ- καρπίαν, ἐπεὶ τὸ εαρ ἀνέτελλεν καὶ ὁ τοῦ θέρους ἐφεστήκει και- ρός, ὡς πολλοὺς ἐπαρκέσαι χρόνους αὐτοῖς καὶ εἰς τὸ ἑξῆς, πάν- τως ουτω τοῦ θεοῦ τὸν αμητον πολύχουν ἐνεγκαμένου ταῖς τῶν ἀναγκαζομένων λιτανείαις ἐπιδόντος καὶ ἱκετείαις, ἀλλ' οὐ τῇ ἐκείνου περὶ τὰ τοιαῦτα ματαιοπονίᾳ. τοῦτο γοῦν τὴν ἐπὶ πλέον τῶν Θεσσαλονικέων ηυξησε πρὸς τὸν ανδρα στοργὴν καὶ τὸ φίλ- τρον αὐτῶν διήγειρεν, ὡς εἰκός. (29) θαυμαζόντων δὲ πολλῶν 192 περὶ τῆς αὐτοῦ σοφίας, καὶ οπως εἰς ακρον εφθασε πασῶν τῶν ἐπιστημῶν, λέγεται πρός τινα τῶν ἑαυτοῦ συνήθων φάναι "ὡς τὴν μὲν γραμματικὴν καὶ ποιητικὴν κατὰ τὴν Κωνσταντινούπολιν διατρίβων κατώρθωσεν, ῥητορικὴν δὲ καὶ φιλοσοφίαν καὶ ἀριθμῶν ἀναλήψεις κατὰ τὴν νῆσον Ανδρον γενόμενος· ἐκεῖσε γάρ τινι σοφῷ ἀνδρὶ ἐντυχὼν καὶ τὰς ἀρχὰς μόνον καί τινας λόγους παρ' αὐτοῦ λαβών, ἐπεὶ μὴ οσον ἐβούλετο ευρισκεν, τῇ χέρσῳ ταύτης περινοστῶν καὶ μοναστήρια καταλαμβάνων καὶ τὰς ἀποκειμένας βίβλους ἀνερευνῶν τε καὶ ποριζόμενος, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων σπουδαιότερον ταύτας ἐμμελετῶν, πρὸς τὸ τῆς γνώ- σεως ουτως υψος ἀνεβιβάζετο, οτε δὴ καὶ κόρον σχὼν τῶν μαθη- μάτων πρὸς τὴν βασιλεύουσαν αυθις ὑπέστρεψεν, τὰ σπέρματα τῶν ἐπιστημῶν ταῖς τῶν βουλομένων διανοίαις καταβαλλόμενος." ἀλλὰ ταῦτα μὲν πρότερον· καὶ νῦν δὲ ἐπεὶ μετὰ τρεῖς χρόνους (τοσοῦτος δὲ ὁ τῆς τοῦ θρόνου ἀντιλήψεως χρόνος) ἐκ τῆς καθαι- ρέσεως αυθις ἐσχόλαζεν, τῆς κατὰ τὴν Μαγναύραν μὲν ουτος ηρχε φιλοσόφου σχολῆς, ὁ δὲ δὴ τούτου φοιτητὴς Θεόδωρος τοῦ τῆς γεωμετρίας διαιτητηρίου προΐστατο, καὶ Θεοδήγιος τοῦ τῆς ἀστρονομίας, καὶ Κομητᾶς τῆς τὰς φωνὰς ἐξελληνιζούσης γραμ- ματικῆς· οις ὁ Βάρδας καὶ δαψιλῶς ἐπαρκῶν καὶ ἐκ φιλομαθίας πολλάκις ἐπιφοιτῶν καὶ τῶν διδασκομένων τὰς φύσεις ἐπιρρωννύς, ἐντὸς τοῦ καθήκοντος χρόνου ωσπερ πτερὰ τοῖς λόγοις διδοὺς πτε- ροφυεῖν ἐποίει καὶ προβαίνειν εἰς τουμπροσθεν. 193 30 Καὶ τοῖς τοῦ ἱπποδρόμου δὲ συνεχῶς ὁ Βάρδας ἑαυ- τὸν ἐδίδου κριτηρίοις, καὶ ἐραστὴς νομίζεσθαι ταύτης τῆς γνώμης φιλοτιμούμενος. ετυχε δ' αν παρὰ πολλοῖς, τοῦ χρόνου τὰ γε- γονότα καλύψαντος· ἀλλὰ πάλιν τὰ τῆς ἐκκλησίας κυκήσας τε καὶ ἀναταράξας, καὶ ἀντὶ γαλήνης φιλονεικίας αὐτῇ καὶ κακώσεων [καὶ] ὀλεθρίων αιτιος γεγονώς,