72
καθυποβαλόντες, ἐπεὶ τῆς ἐξορίας μετεκαλέσαντο, πυγμαῖς τὰ πρόσωπα καὶ τοὺς ὀδόντας συνθλά- σαντες, πᾶσαν σκοτόμαιναν κατὰ τῶν ἱερέων κακῶς, καὶ δεύτερος 196 τῶν οντων ἐπὶ γῆς μηδέπω φανῇ. ἀλλ' οσα μὲν καὶ αλλα κατὰ πάντων ἱερέων ἐνεανιεύσατο, φυλακαῖς τε καὶ ὑπερορίαις καὶ ποι- ναῖς ὠμοτάταις ὁσημέραι παραδιδούς, ινα τῷ Φωτίῳ συγκοινω- νήσωσι, βίβλοι τε πολλαὶ καὶ ὁ πᾶς οὐκ ἐπιλίποι χρόνος ἐκτρα- γῳδῶν. 33 ̓Εντεῦθεν γοῦν τὰ μὲν τῶν ̔Ρωμαίων ἡ τῶν ̔Ρὼς ἐκάκου ἐπιδρομή (εθνος δὲ ουτοι Σκυθικὸν ἀνήμερόν τε καὶ αγροικον), τόν τε Πόντον αὐτόν, οὐ μὴν καὶ τὸν Ευξεινον, κατεπίμπρα καὶ αὐτὴν τὴν πόλιν περιεστοίχιζεν, τηνικαῦτα τοῦ Μιχαὴλ κατὰ ̓Ισ- μαηλιτῶν ἐκστρατεύοντος. πλὴν ἀλλ' ἐκεῖνοι μὲν τότε θείας ἐμ- φορηθέντες ὀργῆς, Φωτίου τὸ θεῖον ἐξιλεωσαμένου τοῦ τῆς ἐκ- κλησίας τοὺς οιακας εχοντος, οικαδε ἐκπεπόρευντο· καὶ μετ' οὐ πολὺ πάλιν τὴν βασιλεύουσαν πρεσβεία αὐτῶν κατελάμβανεν, τοῦ θείου βαπτίσματος ἐν μετοχῇ γενέσθαι αὐτοὺς λιτανεύουσα, ο καὶ γέγονεν. 34 Τὰ μὲν ουν ἡ τούτων ἐκάκου ἐπιδρομή· τὰ δὲ ὁ τῆς Κρήτης στόλος ἀναγόμενος, ὡς κουμβαρίων αχρι εικοσι, ἑπτὰ γαλέας καί τινας σατούρας μεθ' ἑαυτοῦ ἐπαγόμενος, ἐληΐζετό τε καὶ κατεδουλαγώγει, νῦν μὲν τὰς Κυκλάδας νήσους περινοστῶν, νῦν δὲ αχρι Προικοννήσου τὴν παράλιον απασαν. τὰ δὲ οἱ συν- εχεῖς τῶν σεισμῶν ἐλυμαίνοντό τε καὶ πρὸς τουδαφος εβαλλον, νῦν μὲν καθ' ην ἡ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν ἀνάληψις ἑορτάζεται, τὸ πρὸς νότον τρίτον τοῦ ̔Εξακιονίου πρὸς γῆν ἐδαφίζοντες, ναούς 197 τε εὐπρεπεῖς καὶ οικους λαμπρούς, νῦν δὲ στήλας τήν τε κατὰ Χρυσῆν πύλην τῆς πόλεως Νίκην ἐγκαθιδρυμένην τάς τε ἐν τῷ ∆ευτέρῳ κατὰ τὴν ἁγίαν Ανναν στερρῶς ἱσταμένας ἐγκατασείσαν-τες· ην ὁ μαθηματικὸς Λέων καταπεπτωκυῖαν ἰδὼν τὴν τοῦ δευ- τέρου ἐκ βασιλέως πτῶσιν ελεγεν ἐπαπειλεῖν καθαρῶς. μακρὸν ειη λέγειν ποταμῶν ἀφάνειαν καὶ πηγῶν καὶ αλλ' αττα παθήματα κατά τε ̓Ισαυρίαν καὶ καθ' ἑκάστην χώραν ἐπιγινόμενα. Α πάντα ὁ βασιλεύων ἐν δευτέρῳ θέμενος ολος ειχετο τῶν ἱππικῶν ἀγώνων κατὰ τὸν ἐν Εὐξείνῳ ἀνεγηγερμένον ναὸν τοῦ ἁγίου Μάμαντος. (35) καί ποτε δὲ-ἀλλὰ συνήθειάν τινα διηγήσο- μαι πρότερον, η τὴν τῶν Σαρακηνῶν καθ' ἡμῶν ἐκστρατείαν διὰ πυρσοῦ ἐν ἀκαρεῖ ἐδήλου καὶ παρεγύμνου τῷ βασιλεῖ. ερυμά τι καὶ φρούριον τῇ κατὰ Κιλικίαν Ταρσῷ πλησιάζον καὶ γειτονοῦν ουτω καλούμενον Λοῦλον εστιν. οἱ τεταγμένοι ουν τοῦτο φρου- ρεῖν, αμα τῷ τὴν ἐκείνων ἰδεῖν ἐκδρομήν, διὰ φανοῦ δηλοῦσιν τοῖς κατὰ τὸν ̓Αργαῖον βουνόν, καὶ οἱ αυθις τοῖς κατὰ τὴν ̓Ισά-μον, καὶ οἱ τοῖς κατὰ τὸ Αιγιλον, καὶ τοῦτο τοῖς κατὰ τὸν Μά- μαντα πάλιν βουνόν· ειτα τοῦτον ὁ Κύριζος διαδεχόμενος, καὶ αυθις τοῦτον ὁ Μώκιλος, ἐκ τούτου δὲ ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς τοῖς ἐν τῷ μεγάλῳ παλατίῳ κατὰ τὸ ἡλιακὸν τοῦ Φάρου ἐπὶ τούτου διαιταρίοις ἀφωρισμένοις ἐν βραχεῖ ἐποίει δὴ φανερά. ποτὲ γοῦν τοῦ Μιχαὴλ κατὰ τὸν εἰρημένον τοῦ μάρτυρος Μάμαν- 198 τος ναὸν ἱππάσασθαι μέλλοντος καὶ τὸ σύνθημα τῆς ἱπποδρομίας δεδωκότος, ἐπεὶ κατὰ τὴν ἑσπέραν ὁ ἐκ τοῦ Φάρου φανὸς διὰ τοῦ παππίου ἐδήλου τὴν τῶν ἐθνῶν ἐκδρομήν, εἰς τοσοῦτον ηλθεν ἀγῶνα καὶ φόβον ὁ βασιλεὺς δέει τοῦ μὴ παροφθῆναι τὴν ἡνιοχείαν αὐτοῦ παρὰ τῶν θεατῶν τῆς τοιαύτης ενεκεν ἀγγελίας, εἰς οσον αλλος τις ηλθεν κινδυνεύων ὑπὲρ τῆς ψυχῆς καὶ τοῦ μὴ πλησιάσαι τούτους μᾶλλον ἀγωνιζόμενος. ουτως ἐκεῖνος ἐθεατρίζετό τε καὶ οὐκ ᾐσχύνετο. οθεν ινα μήτε τις τῶν αὐτοῦ ἀγώνων ἀπολιμπά- νοιτο μήτ' αλλο τι τῶν ἐκεῖθεν ἀνιαρῶν προσπῖπτον χαλαρωτέρους ποιήσῃ τοὺς θεατάς, μηκέτι τοὺς πλησιάζοντας φανοὺς ἐνεργεῖν προσέταξεν, ἀλλὰ σιγῇ βαθείᾳ καὶ λήθῃ τὰ τοιαῦτα παρακαλυ- φθῆναι μακρᾷ. 36 Αλλοτε δὲ πάλιν, ινα σαφεστέρα γένηται ἡ τοῦ ἀν- δρὸς ἀναγωγία καὶ ανοια, αὐτοῦ ἐφ' αρματος ἱσταμένου καὶ τῆς βαλβῖδος μέλλοντος