74
μεταλαμβάνειν ἐδίδοσαν, τῶν ἀχράντων ουτω καταπαίζοντες μυστηρίων. ουτος ουν ὁ Γρῦλος καὶ ονῳ ἐπωχεῖτο τὰς δημοσίας προόδους τελῶν, καὶ τὸν τοιοῦτον θίασον συνεπόμενον εχων ἠγάλλετο. καί ποτε συνέβη συντυχεῖν ̓Ιγνατίῳ τῷ μακαρίτῃ πατριάρχῃ κατὰ πρόοδον τῇ ἐκκλησιαστικῇ λιτῇ μετὰ τοῦ ἱερατικοῦ κλήρου ἐφεπομένῳ. ὡς ουν ειδεν αὐτὸν ὁ Γρῦλος, ασμενος τοῦ πράγματος ἑλόμενος ἐξῆρχέ τε τῶν κρουμάτων, καὶ τὸν φελόνην ἀναστείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονωτέρας τε εκρουε τὰς κιθάρας καὶ τοὺς εὐαγεῖς ἐκείνους λοιδορίαις καὶ αἰ- σχίστοις εβαλλε ῥήμασι. (39) καὶ Θεοδώραν δὲ τὴν ἑαυτοῦ μη- τέρα ετι ζῶσαν καὶ τοῖς ἀνακτόροις διαιτωμένην μετεκαλέσατό ποτε εὐλογηθησομένην παρ' αὐτοῦ, πλασάμενος τοῦτον ειναι τὸν μακα- ρίτην ̓Ιγνάτιον. ὡς ουν ἐξῄει μετ' εὐλαβείας καὶ αἰδοῦς ἡ ἱερωτάτη γυνή, ερριψεν εἰς τουδαφος ἑαυτὴν ἐξαιτουμένη εὐχήν (καὶ γὰρ ἐλάνθανε τέως, τὴν γενειάδα κρύπτων κατὰ τὸ πρόχειρον), 202 ψόφον αὐθωρὸν ἐπαφεὶς δυσωδίας πλήρη καὶ ῥήματα ἀπρεπῆ τὰς ἐκείνης καὶ τῶν εὐσεβεστέρων εἰς ἑαυτοὺς ἐξεκαλεῖτο ἀράς, η καὶ τὸ μέλλον ἀποφοιβάσασα τῆς τοῦ θεοῦ προνοίας τε καὶ χειρὸς εξω γενέσθαι διεσάφει τῷ Μιχαήλ. ̓Αλλ' οὐκ ην ανδρα παρατραπέντα δὴ τῆς εὐθείας καὶ ἀπο- στάντα τῆς ἀρετῆς ἀνακληθῆναι καὶ τῆς μακαρίας λαβέσθαι ὁδοῦ. οθεν οὐδὲ πορρωτέρω δὴ τὰ κακά, ἀλλ' ἑαυτοῖς ἐκείνοις πλησιά- ζειν ἐποίουν οἱ τῶν τοιούτων αιτιοι καὶ ἐφευρεταί. καὶ πρῶτον μὲν εἰς ἑαυτὸν ὁ Βάρδας ταῦτα ἐπέφερεν, μᾶλλον δὲ ὁ Θεόκτιστος ὁ κανίκλειος πρὸ αὐτοῦ, ειτε δὴ τῷ παντελῶς τούτῳ χαρίζεσθαι πάντας δὴ ὁμοθυμαδὸν καὶ μὴ τῶν πονηροτέρων ἀνακόπτειν διδα- γμάτων ὡς ἐπιτρόπων ἐπιχειρούντων, ειτε δὴ τοῦ μὲν ἑνὸς ἀνα- στέλλοντος, τοῦ δ' ἑτέρου μὴ τὰ ισα φρονοῦντος ἐξ ἐριθείας καὶ συναναστέλλοντος, ἀλλ' ἐπιτρέποντος μᾶλλον, ὡς καὶ ἡμεῖς ἐν τοῖς καθ' ἡμᾶς χρόνοις τοιούτους ἐθεασάμεθα. πλὴν ἐπήγαγον εἰς ἑαυτοὺς τὰ κακά, καὶ ὁ μὲν Θεόκτιστος νῦν μέν, ὡς ειρηται, σφαττόμενος, νῦν δὲ ταῖς αις ἐπεχείρει δουλείαις μὴ κατευοδούμε- νος. καὶ γὰρ πολλῶν στρατιῶν πολλάκις προκριθεὶς ἡγεμών, καὶ κατὰ πολλῶν ὁρμήσας πολεμίων νῦν τε καὶ πρὸ τούτου οὐδαμοῦ νικήσας ὑπέστρεψεν η τὸ σύνολον τῶν ἐχθρῶν καθυπερτερῶν, ἡτ- τώμενος δὲ καὶ πανωλεθρίᾳ τὰ στρατεύματα παραδούς, οὐκ οιδα ειτε φρονήσεως ἀμοιρῶν καὶ λόγου καὶ τῶν ἐν πολέμοις ἀνδραγα- 203 θημάτων ἀπείρως εχων ατε δὴ μήτε μελετήσας ταῦτα ποτέ, η τινι αλλῃ μείζονι αἰτίᾳ τῇ ὑπὲρ ἡμᾶς, η καὶ τῇ εἰρημένῃ νυνί. καὶ γὰρ ἡλιακῶν ποτὲ ἐκλείψεων δύο γεγενημένων, κατὰ τῶν ̓Αβασγῶν ουτος προκριθεὶς στρατηγὸς θεομηνίας ἀπήλαυσε δυστυχῶς· οἱ μὲν γὰρ ναυαγίῳ περιπεσόντες περὶ τὴν ἑαυτῶν ζωὴν ἐδυστύχησαν, οἱ δὲ καὶ τῆς ξηρᾶς ἐπιβάντες ταῖς ἐκείνων δυστυχίαις συνεκοινώνησαν. καὶ ουτος μὲν ουτως ἀπώλετο ὁ στρατός· μετ' οὐ πολὺ δὲ πάλιν θρασύτερον ἁψάμενος τοῦ πολέμου ὑπὲρ τὰς τέσσαρας μυριάδας ἀπέβαλε τοῦ στρατοῦ. καὶ αυθις κατὰ τῶν ἐν Κρήτῃ ̓Αράβων στρατεύσας απρακτος ὑπέστρεψεν, οὐκ ὀλίγους τῶν περὶ αὐτὸν ἐκεῖσε καταλιπὼν διὰ τὸ φυγῇ χρησάμενον ἀθρόως ἀπαλλα- γῆναι αὐτῆς. ἀλλὰ ταῦτα μὲν ἐκεῖνος πρότερον· (40) νῦν δὲ σύμβολά τινα προφανῆ καὶ κομητῶν ἐπιτολαὶ καὶ οψεις ὀνειράτων γινόμεναι τὰ μέλλοντα τῷ Βάρδᾳ δεινὰ παρεγύμνουν, οὐκ ἐξ αὐ- τομάτου πάντως η καὶ αλλως ἀλόγῳ φορᾷ, προνοίᾳ δέ τινι τοῦ μὴ τὸν θάνατον ζητοῦντος ὡς τὴν ἐπιστροφὴν τοῦ ἁμαρτωλοῦ. κατὰ τὸν υπνον γοῦν εδοξεν ουτος πρὸς τὸ τοῦ θεοῦ τέμενος, ῳ ἐπώνυμον Σοφία, μετὰ τοῦ Μιχαὴλ ἐν πανδήμῳ πανηγύρει καὶ προελεύσει φοιτᾶν. ὡς ουν ἀφίκοντο καὶ κατὰ μέσον ἐγένοντο τοῦ ναοῦ, λευκοφόροι τινὲς ἀνεφαίνοντο δύο τὸν ἀριθμόν, τὸ σχῆμα ἀγγελοειδεῖς· ὡς δὲ προσωτέρω μᾶλλον ἐχώρησαν, αλλο μὲν ὁρῶσιν οὐδέν, ἐπὶ δὲ τῷ θρόνῳ τινὰ γηραιὸν ἐγκαθήμενον 204 (Πέτρον ειναι τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων