77
πολλάκις ανοιαν ἐξ ἀκρατοποσίας καὶ μέθης ἐξώκειλεν ὡς κατ' αὐτὴν μὲν καὶ τὸν ταύτης καιρὸν δεινά τινα καὶ πέρα δεινῶν ἐγκελεύεσθαι· τοῦ μὲν γὰρ ἀφαιρεῖσθαι τὰ ωτα καὶ αλλου τὴν ῥῖνα καὶ τὴν κεφαλὴν ἑτέρου προσέταττεν· α εἰ μή τινες οικτῳ κρατούμενοι παρημέλουν καὶ πρὸς τὴν αυριον επεμπον, ἀνάκλησίν τινα καὶ μεταμέλειαν τοῦ ἀνδρὸς ἐκδεχόμενοι, οπερ καὶ ην, καν ἀπώλετο σύμπας ὁ παραμένων αὐτῷ καὶ συγκαρ- τερῶν. μικροῦ δὲ καὶ Βασίλειος συναπώλετο, τῆς παροινίας οὐκ ὀλιγάκις παίγνιον γεγονώς. ἀλλ' ἐκαρτέρει καὶ εμενε μετάμελόν τινα γενηθῆναι κατὰ τὸν ανδρα ὀψὲ γοῦν ὑποτοπάζων. ἀλλ' οὐκ ην τοῦτον ωσπερ ἁρμάτειον τροχὸν ἐκ πρώτης ἡλικίας καμφθέντα, οὐδ' αν ει τι γένοιτο, τὴν ἐξ ἀρχῆς εὐθυωρίαν λαβεῖν. τοιγαροῦν μείζονα κατὰ Βασιλείου συρράπτει ἐπιβουλήν. ἡ δὲ ην ἐν τῷ κυνηγίῳ λόγῳ μὲν κατὰ τῆς θήρας εργῳ δὲ κατὰ τοῦ Βασιλείου τὴν τῆς λόγχης ῥῖψιν ποιῆσαί τινα τῶν ὑπασπιστῶν. καὶ τοῦτο αὐτὸς ὁ προσταγεὶς καὶ τὴν λόγχην ἀφεὶς κατὰ τὸν τῆς ἐξόδου και- 210 ρὸν ἐξαγορεύσας δῆλον πεποίηκε καὶ πιστόν. ἀφῆκε μὲν ουν ου- τος τὴν λόγχην ὁ κελευσθείς, διημάρτανε δέ· καὶ ουτω σέσωστο ὁ Βασίλειος, εγγιστα θανάτου γενόμενος, ὑπὸ τοῦ τὸν θάνατον καταπεπατηκότος θεοῦ. ταῦτ' ουν εκπυστα γενόμενα πᾶσι καὶ φανερὰ τὴν κατ' αὐτοῦ ἠκόνησε μάχαιραν. ινα γὰρ μὴ καὶ τὸν Βασίλειον ὡς πρὸ μικροῦ τὸν Καίσαρα σφαττόμενον ιδωσι, καὶ πρὸ τούτου αὐτὸν Θεόκτιστον, ειτε βουλῇ τῆς συγκλήτου βουλῆς ειτε γνώμῃ τῶν φιλούντων Βασίλειον (κοινὸς γὰρ καὶ κατ' αὐτῶν ὁ θάνατος ἐπηπείλητο) σφάττεται ὑπὸ τῶν προκοίτων τοῦ βασιλέως ἀνδρῶν, κατὰ τὰ ἀνάκτορα τοῦ ἁγίου μεγαλομάρτυρος Μάμαντος, μηνὶ Σεπτεμβρίῳ, εἰκάδι τετάρτῃ, ἰνδικτιῶνος πρώτης, ετους ἑξακισχιλιοστοῦ τριακοσιοστοῦ ἑβδομηκοστοῦ εκτου, ωρᾳ τῆς νυκ- τὸς τρίτῃ, βεβασιλευκὼς ετη μετὰ μὲν τῆς Θεοδώρας τῆς τούτου μητρὸς τέσσαρα καὶ δέκα, καὶ μόναρχος δέκα καὶ εν, καὶ πρὸς τοῖς τρισὶ μησὶ χρόνον ενα υστερον μετὰ Βασιλείου. 45 Καὶ τὰ μὲν εἰρημένα σκηνικά τε απαντα καὶ θεατρικά, αξιον δὲ μεμνῆσθαι καὶ τῶν ἐπαινετῶν. ἡ γὰρ τῶν ων εφερεν ἀναθημάτων ἐν τῷ περιωνύμῳ ναῷ τῆς τοῦ θεοῦ σοφίας κατα- σκευὴ φιλεργῶς τελεσθεῖσα καὶ φιλοτίμως ἐπαινετή. ουτε γὰρ τῷ δίσκῳ τῶν παλαιῶν τι κειμηλίων καὶ ἱερῶν, καὶ τῶν ἀφ' ου γεγόνασιν ανθρωποι τεχνουργηθέντων ἐν ναοῖς, κατὰ τὸ μέγεθος ἐξισάζεται, ουτε τις εὐπρέπεια καὶ ὡραιότης τινὶ τῶν γενομένων ἐπήνθησεν, πάντων ἐκεῖ τῶν ὡραίων καὶ τιμίων συνδεδραμηκότων· 211 καὶ τὸ ποτήριον δὲ τούτῳ λίαν κατάλληλον. οὐ μὴν δὲ καὶ ὁ εἰς φωταγωγίαν κατασκευασθεὶς αὐτῷ κύκλος, οπερ φασὶ πολυκάνδη- λον, τινὶ τῶν αλλων ἠλάττωται, ἀλλὰ καὶ ουτος ἐκ χρυσοῦ ολος γενόμενος, λίτρας εχων ἑξήκοντα, τῶν αλλων διαφέρει κατὰ πολὺ καὶ τούτῳ δίδωσι τὰ πρωτεῖα καὶ τὸ σεβάσμιον.
{1ΙΣΤΟΡΙΚΗ ∆ΙΗΓΗΣΙΣ ΤΟΥ ΒΙΟΥ ΚΑΙ ΤΩΝ ΠΡΑΞΕΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ
ΑΟΙ∆ΙΜΟΥ ΒΑΣΙΛΕΩΣ, ΗΝ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΒΛΣΙΛΕΥΣ ΕΝ ΘΕΩΙ ΡΩΜΑΙΩΝ, Ο ΤΟΥΤΟΥ ΥΙΩΝΟΣ, ΦΙΛΟΠΟΝΩΣ ΑΠΟ ∆ΙΑΦΟΡΩΝ ΑΘΡΟΙΣΑΣ ∆ΙΗΓΗΜΑΤΩΝ ΤΩΙ
ΓΡΑΦΟΝΤΙ ΠΡΟΣΑΝΕΘΕΤΟ.} 1 Ην μὲν προθυμία καὶ εφεσις ἐκ πολλοῦ ἐμπειρίαν πραγμάτων καὶ γνῶσιν
ταῖς τῶν σπουδαιοτέρων ἐμφυτεῦσαι διανοίαις διὰ τοῦ ἀειμνήστου καὶ ἀθανάτου τῆς ἱστορίας στόματος, καὶ ἐβουλόμην, αν αρα οιός τε ω, τοῦ σύμπαντος τῆς ἐν Βυζαντίῳ ̔Ρωμαϊκῆς ἀρ- χῆς χρόνου τῶν τε αὐτοκρατόρων καὶ τῶν ὑπ' αὐτοὺς ἀρχόντων 212 καὶ στρατηγῶν καὶ ὑποστρατήγων καὶ τῶν καθ' εκαστα τὰς ἀξιο- λογωτέρας τῶν πράξεων ἀναγράψασθαι. ἐπεὶ δὲ ἐδεῖτο τὸ πρᾶ- γμα καὶ χρόνου