1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

78

πολλοῦ καὶ πόνου συχνοῦ καὶ βιβλίων ἀφθονίας καὶ σχολῆς τῆς ἀπὸ τῶν πραγμάτων, ταῦτα δ' ἡμῖν οὐ προσῆν, εἰς τὸν δεύτερον ἐξ ἀνάγκης ὑποβέβηκα πλοῦν, καὶ τέως ἑνὸς βα- σιλέως, ἐπὶ μέγα τὸ τῆς βασιλείας κράτος ὑψώσαντος, ος καὶ τῆς βασιλείας ἐπώνυμος ην καὶ μέγα οφελος τῇ πολιτείᾳ ̔Ρωμαίων ἐγένετο καὶ τοῖς πράγμασιν, ἐξ ἀρχῆς καὶ μέχρις αὐτῆς τελευτῆς τὰς πράξεις καὶ τὴν ολην ἀγωγὴν διηγήσασθαι, ὡς αν καὶ τοῖς μετέπειτα μὴ ἀγνοῆται βασιλείου στελέχους ἐπὶ πολὺ τοῦ χρόνου παρεκταθέντος ἡ πρώτη πηγὴ καὶ ῥίζα, καὶ τοῖς ἐκγόνοις ἐκείνου οικοθεν ειη ἀνεστηκὼς ὁ πρὸς ἀρετὴν κανών τε καὶ ἀνδριὰς καὶ τὸ ἀρχέτυπον τῆς μιμήσεως. εἰ δὲ ἐπιμετρηθείη καὶ χρόνος ἡμῖν ετι ζωῆς, καὶ γένηταί τις καὶ ἀπὸ τῶν νόσων ἐκεχειρία μικρά, καὶ μηδὲ τῶν εξωθεν ειη τι ἐμποδών, ισως προσθῶμεν ἐχομένως καὶ τῆς αχρις ἡμῶν κατιούσης αὐτοῦ γενεᾶς τὴν ολην τῆς ἱστορίας ἀφήγησιν. 2 Πλὴν ουν ουτος ον ὁ λόγος νῦν ὑποδεῖξαι κατεπαγγέλ- λεται, αὐτοκράτωρ Βασίλειος ὡρμᾶτο μὲν ἐκ τῆς Μακεδόνων γῆς, τὸ δὲ γένος ειλκεν ἐξ ̓Αρμενίων εθνους ̓Αρσακίων. τοῦ γὰρ πα-λαιοῦ ̓Αρσάκου, ος Πάρθων ἡγήσατο, ἐπὶ μέγα δόξης προελθόν- τος καὶ ἀρετῆς, νόμος τοῖς υστερον ἐχρημάτισε μὴ αλλοθεν βασι- 213 λεύεσθαι μήτε Πάρθους μήτε ̓Αρμενίους, ἀλλὰ μηδὲ Μήδους, η παρὰ τοῦ γένους ̓Αρσάκου καὶ τῶν ἀπογόνων αὐτοῦ. ουτως ουν τῶν εἰρημένων ἐθνῶν ὑπὸ τῆς τοιαύτης βασιλευομένων σειρᾶς, κατά τινας χρόνους τοῦ ̓Αρμενίων κατάρχοντος ἐξ ἀνθρώπων ἀποιχομένου συνέβη στάσιν γενέσθαι περὶ τὰ βασίλεια καὶ τοὺς διαδόχους τῆς τοιαύτης ἀρχῆς. ̓Αρτάβανος ουν καὶ Κλειένης οὐ μόνον τῆς προγονικῆς ἐκπεπτωκότες ἀρχῆς, ἀλλὰ καὶ τὴν ζωὴν κινδυνεύοντες, τὴν βασιλεύουσαν ταύτην καταλαμβάνουσι Κωνσταντινούπολιν. Λέων ην ὁ μέγας τηνικαῦτα τὴν ̔Ρωμαϊκὴν διέ- πων ἀρχήν, ὁ Ζήνωνος πενθερός. ουτος ουν τοὺς ανδρας ὑπο- δεξάμενος καὶ ἀξίως τῆς περὶ αὐτοὺς εὐγενείας φιλοφρονησάμενος οικησίν τε καὶ δίαιταν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένειμε. μαθὼν δὲ τῶν ἀνδρῶν τὴν ἐκ τῆς πατρίδος φυγὴν καὶ πρὸς τὴν βασιλεύουσαν ταύτην καταφυγήν, καὶ ὡς εὐμενῶς ὑπὸ τῶν κρα- τούντων ἐδέχθησαν, ὁ τότε τὰ τῆς Περσικῆς διέπων ἀρχῆς γράμ- μασιν αὐτοὺς μετεκαλεῖτο, εἰς τὴν πατρῴαν ἡγεμονίαν ἐγκατα- στῆσαι δῆθεν ὡς εὐνοῶν ὑπισχνούμενος, ἑαυτῷ δὲ τὴν τοῦ εθνους ἐντεῦθεν ὑποταγὴν μνηστευόμενος. δεξαμένων δὲ τούτων τὰ γράμματα καὶ περὶ τῶν πρακτέων ετι διασκοπουμένων, μηνύεται ταῦτα παρά τινος τῶν ἐξυπηρετούντων αὐτοῖς τῷ βασιλεῖ, καὶ ἡ ἐπιστολὴ ἐγχειρίζεται. γνωσθέντος δὲ τοῦ πράγματος, ὡς οὐκ αὐτοῖς τοσοῦτον τὴν ἀρχὴν οσον ἑαυτῷ τὸ εθνος ὁ Πέρσης ὑποτά- ξαι βουλόμενος τὴν τούτων ἐποιεῖτο μετάπεμψιν, οπερ ουτε τοῖς 214 καλουμένοις ουτε τῶν ̔Ρωμαίων ἐλυσιτέλει τοῖς πράγμασιν, πρό- νοια γίνεται τοῦ μὴ τὸ τοῖς Πέρσαις δοκοῦν εἰς πέρας ἐλθεῖν. καὶ διὰ τοῦτο ὑποτεμνομένου τοῦ βασιλέως τήν, εἰ τύχοι, εὐχέρειαν τοῦ δρασμοῦ μετ' εὐπρεποῦς τοῦ σχήματος, ὡς ἐπ' εὐρυχωρίας δῆθεν καὶ ἀδείας πλείονος, εἰς Νίκην τὴν κατὰ Μακεδονίαν πόλιν μετὰ γυναικῶν καὶ τέκνων (καὶ αυται γὰρ μετὰ ταῦτα αὐτοῖς ὑπε- κλάπησαν) μετοικίζονται. τοῦ δὲ χρόνου ῥέοντος καὶ τῶν Σαρα- κηνῶν ἐπὶ μείζονος δυναστείας προαγομένων, τὴν ὁμοίαν πεῖραν τοῖς τῶν προτέρων ἀπογόνοις ̓Αρσακιδῶν ὁ τότε ἀμερμνουνὴς προ- εβάλετο, καὶ διὰ γραμμάτων μετεκαλεῖτο αὐτοὺς εἰς τὴν προγονι- κὴν δῆθεν ἐξουσίαν τε καὶ ἀρχήν. φωραθέντος δὲ καὶ τοῦ τοιού- του δράματος ̔Ηρακλείῳ τῷ τηνικαῦτα βασιλεῖ, καὶ τῶν γραμμά- των ἐγχειρισθέντων, ἐπεὶ μὴ εὐνοίᾳ τούτων εγνω τὴν μετάπεμψιν γενομένην ἀλλ' εἰς πρόθεσιν οἰκείας ἐπικρατείας τῶν ταῦτα μηχα- νωμένων (ηλπιζον γὰρ τὸ εθνος ἐκ τῆς πρὸς τὸν παλαιὸν ̓Αρσάκην εὐνοίας ῥᾳδίως, εἰ τούτους εχοιεν μεθ' ἑαυτῶν, προσάξεσθαι οἱ Σαρακηνοί), διὰ τοῦτο καὶ εἰς Φιλίππους, μίαν καὶ αὐτὴν τῶν κατὰ Μακεδονίαν τυγχάνουσαν πόλεων, ὡς ἐπὶ