1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

79

μείζονος ἀσφαλείας μετῴκισε τούτους αυθις ὁ βασιλεύς· ειτα ἐκεῖθεν πάλιν ὡς ἐπὶ λαμπροτέρας πολιτείας καὶ καταστάσεως μετεβίβασεν εἰς ̓Αδρια- νούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος αὐτοῖς, κατ' ἰδίαν ωσπερ συνεστηκότες φατρίαν τε καὶ φυλὴν εἰς πλῆθος ἐγένοντο 215 καὶ ἐπ' εὐπορίας κατέστησαν ἱκανῆς, τὴν πάτριον εὐγένειαν δια- σώζοντες καὶ ἀσύγχυτον τὸ γένος διαφυλάττοντες. 3 Χρόνους δὲ υστερον, ἡνίκα Κωνσταντῖνος μετὰ Εἰρή- νης τῆς μητρὸς ἐβασίλευεν, Μαΐκτης ἐκεῖνος, ἀφ' αιματος ̓Αρσά- κου καὶ αὐτὸς ων, κατά τινα πρεσβείαν η χρείαν εἰσῄει πρὸς τὴν περίβλεπτον ταύτην Κωνσταντινούπολιν· ος ἀνδρὶ περιτυγχάνει κατὰ τύχην ὁμογενεῖ, Λέοντι καλουμένῳ, καὶ γνοὺς αὐτὸν ἀπὸ τῆς εξωθεν καταστάσεως καὶ περὶ τὴν κατὰ στολὴν ἰδιότητος οὐχ ινα τῶν τυχόντων καὶ ταπεινῶν ἀλλ' εὐγενῆ καὶ περιφανῆ, καὶ εἰς ὁμιλίαν αὐτῷ καταστὰς καὶ ταύτην ἐθάδα καὶ σύντροφον εὑρηκώς, ἐπεὶ τὸ γένος ἀνέμαθεν, καὶ τὴν ὁμοῦ οικησιν προκρίνει, τῆς οἰ- κείας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν· καὶ τὸ πρὸς αὐτὸν ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο, ἐξ ων ὁ τοῦ ἱστορουμένου προῆλθε πατήρ, ος καλῶς ἀναχθεὶς καὶ δι' ἐπαινουμένης ἀγωγῆς καὶ τροφῆς εἰς ανδρας τελέσας, καὶ εὐεξίᾳ σώματος καὶ ῥώμῃ διαφέρων καὶ παντοδαπαῖς κοσμούμενος ἀρεταῖς, πολλοὺς ἐκίνει τοὺς δι' ἐπιγαμίας θέλοντας αὐτὸν οἰκειώ- σασθαι. γυνὴ δέ τις εὐγενὴς καὶ κοσμία κατὰ τὴν ̓Αδριανούπο- λιν τὴν οικησιν εχουσα, ἀποιχομένου τοῦ ταύτης ἀνδρὸς σωφρό- νως τὴν χηρείαν ἀνύουσα, (φήμη γάρ τις διέτρεχεν οὐ παντελῶς ἀμυδρὰ ἐκ τοῦ μεγάλου Κωνσταντίνου ελκειν αὐτὴν τὴν συγγέ- νειαν) τῶν αλλων προτιμοτέρα τῶν τε καθ' ους παρῴκησεν ἐνομί- σθη αὐτῷ, καὶ διὰ τοῦτο τὴν ταύτης θυγατέρα εὐγενείᾳ καὶ κάλλει διαφέρουσαν σώματος καὶ αἰδοῖ κεκοσμημένην ἠγάγετο· ἐξ ων 216 ἐβλάστησεν ἡ βασίλειος αυτη ῥίζα Βασίλειος, πατρόθεν μὲν ελκων τὴν ἐξ ̓Αρσάκου συγγένειαν, ῃ προείρηται· ἡ δὲ μήτηρ τῇ τε τοῦ μεγάλου Κωνσταντίνου συγγενείᾳ ἐκαλλωπίζετο καὶ ἀπὸ θατέρου μέρους τὴν ̓Αλεξάνδρου ηυχει λαμπρότητα. ἐκ τοιούτων γεννητό- ρων προελθὼν ὁ Βασίλειος εὐθὺς πολλὰ τῆς υστερον δόξης σύμ- βολα ειχεν ὑποφαινόμενα· ταινία τε γὰρ κοκκοβαφὴς παρὰ τὴν πρώτην εκφυσιν τῶν τριχῶν ἑωρᾶτο περὶ τὴν κεφαλήν, καὶ περὶ τὰ σπάργανα πορφύρεα βάμματα. 4 Ην δὲ μέχρι τότε τὸ γένος τῶν ἀπογόνων ̓Αρσάκου κατ' ἰδίαν ωσπερ φατρίαν συνεστηκός, εἰ καὶ ταῖς ἐπιγαμίαις πολλάκις τοῖς ἐγχωρίοις συνανεκιρνᾶτο, ἐν ̓Αδριανουπόλει κεκτη- μένον τὴν οικησιν. ἐπεὶ δὲ Κροῦμος ἐκεῖνος, ὁ τῶν Βουλγάρων αρχων, εἰς τὰς πρὸς ̔Ρωμαίους ἐξυβρίσας σπονδὰς πολέμιον χά- ρακα τῇ ̓Αδριανουπόλει ἐβάλετο, καὶ χρόνον προκαθίσας συχνὸν ὁμολογίᾳ ταύτην διὰ τὴν τῶν ἀναγκαίων ενδειαν παρεστήσατο, καὶ τοὺς ἐν αὐτῇ πάντας μετὰ καὶ Μανουὴλ τοῦ ἀρχιερέως τῆς τοιαύτης πόλεως εἰς Βουλγαρίαν μετήγαγε, συνέβη μετὰ τῶν αλ- λων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορας, ετι τοῦτον ἐν τοῖς σπαρ- γάνοις εχοντας, εἰς τὴν τῶν Βουλγάρων ἀπαχθῆναι γῆν· ενθα τὴν οἰκείαν τῶν Χριστιανῶν πίστιν ἀνόθευτον διασώζοντες ο τε θαυμάσιος ἐκεῖνος ἀρχιερεὺς καὶ ὁ σὺν αὐτῷ λαὸς πολλοὺς τῶν Βουλγάρων πρὸς τὴν ἀληθινὴν πίστιν μετήγαγον τοῦ Χριστοῦ (ουπω γὰρ ην τὸ εθνος μετηνεγμένον πρὸς τὴν εὐσέβειαν) καὶ 217 πολλαχοῦ τὰ τῆς Χριστιανικῆς διδασκαλίας κατεβάλοντο σπέρ- ματα, τῆς ἐθνικῆς τοὺς Σκύθας πλάνης μεθέλκοντες καὶ πρὸς τὸ τῆς θεογνωσίας μετάγοντες φῶς. ἐφ' οις πρὸς ὀργὴν κατ' αὐτῶν κινηθεὶς Μουτράγων ὁ τοῦ Κρούμου διάδοχος αὐτόν τε τὸν ἱερώ- τατον Μανουὴλ καὶ πολλοὺς τοὺς ἐπὶ τούτῳ ἐνδεικνυμένους, ὡς οὐκ ισχυσε πειράσας πεῖσαι ἀποστῆναι Χριστοῦ, μετὰ πολλὰς αἰ- κίας τῷ διὰ μαρτυρίου θανάτῳ παρέπεμψεν. καὶ ουτω συνέβη πολλοὺς τῶν τοῦ Βασιλείου συγγενῶν μαρτυρικῆς εὐκλείας τυχεῖν, ὡς μηδὲ τῆς ἐντεῦθεν σεμνότητος αὐτὸν ἀμοιρεῖν. αρτι δὲ ἐπι- σκεπτομένου θεοῦ