1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

81

Σόλωνος ουτε ὑπερορίου καὶ ξενικῆς ἀγω- γῆς, ἀλλ' ὑπὸ τῷ φύσαντι μόνῳ τὰ τῶν καλῶν ἐξασκούμενος κάλ- λιστα, πρός τε τὸ θεῖον ὁσιότητα καὶ εὐσέβειαν καὶ πρὸς τοὺς τεκόντας αἰδῶ καὶ εὐπείθειαν, πρὸς γεραιτέρους υπειξιν καὶ πρὸς ηλικας καὶ φυλέτας αδολον ευνοιαν, πρὸς δυνάστας ὑποταγὴν καὶ πρὸς πένητας ελεον, ἐν πάσαις ταῖς ἀρεταῖς ἐπιδήλως ἐξέλαμψεν, σώφρων ἐκ νέου καὶ ἀνδρεῖος ἀναφαινόμενος, τήν τε ἰσότητα μετὰ φρονήσεως ἀγαπῶν καὶ διαφερόντως τιμῶν, καὶ ἐν μηδενὶ τῶν τα- πεινοτέρων κατεπαιρόμενος ἐξ ων ευνοια παρὰ πάντων αὐτῷ καὶ τὸ πᾶσιν ειναι προσφιλῆ καὶ ἐράσμιον. 7 Ηδη δὲ αὐτοῦ τὴν παιδικὴν παραλλάξαντος ἡλικίαν καὶ πρὸς τὴν τῶν μειρακίων ἐλάσαντος καὶ τοῖς ἀνδρικωτέροις και- ρὸν εχοντος προσβαίνειν ἐπιτηδεύμασιν, ἐξέλιπε τὸν βίον ὁ φύσας πατὴρ καὶ πρὸς τὴν ἐκεῖθεν ἀπῆρε κατάστασιν, πένθος δὲ καὶ θρῆνος κατὰ τὴν οἰκίαν, ὡς εἰκός, ἐπεκώμαζε· χηρεία περὶ τὴν μητέρα καὶ ὀρφανία περὶ τοῦτον τὸν κράτιστον καὶ αἱ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἐφύοντο, ἐπέρρει δὲ καὶ φροντίδων ἐσμὸς τῆς κατὰ τὸν βίον διοικήσεως ενεκα· ερρεπε γὰρ πρὸς τοῦτον εὐθὺς 221 πᾶσα ἡ περὶ τὸν οικον ἐπιμέλεια καὶ ἡ πρόνοια τῆς μητρὸς καὶ τῶν ἀδελφῶν. ἐπεὶ δὲ ἡ ἀπὸ γεωργίας ἐπικουρία μικρά τις καὶ ἀγεννὴς ἐδόκει αὐτῷ, ἐβουλεύετο πρὸς τὸν βασιλεύουσαν εἰσελθεῖν καὶ τὰ τῆς οἰκείας ἀρετῆς ἐπιδείξασθαι κἀντεῦθεν ἑαυτῷ τε καὶ τοῖς αὐτοῦ προσπορίσαι τὰ δέοντα καὶ μεγαλωφελῆ τὴν προστα- σίαν ἐπιδείξασθαι καὶ προμήθειαν· ῃδει γὰρ ἐν ταῖς μεγάλαις καὶ μάλιστα ταῖς βασιλευομέναις τῶν πόλεων τὰς δεξιὰς φύσεις εὐδοκιμεῖν καὶ τοὺς τῶν αλλων κατά τι προέχοντας ἐπὶ λαμπρο- τέρας τύχης γνωρίζεσθαι, ἐν δὲ ταῖς ἀδοξοτέραις τῶν πόλεων καὶ ταπειναῖς, ωσπερ ἐν ταῖς κωμητικαῖς ἀναστροφαῖς, ἀμαυροῦσθαι καὶ φθίνειν τὰς ἀρετάς, καὶ αὐτὰς ὑφ' ἑαυτῶν ἐν τῷ μὴ ἐπιδεί- κνυσθαι μηδὲ θαυμάζεσθαι πρὸς τὸ ἐξίτηλον χωρεῖν καὶ μαραί- νεσθαι. διὰ ταῦτα μὲν ἡ πρὸς τὴν βασιλεύουσαν εισοδος ἐδόκει αὐτῷ λυσιτελὴς καὶ συμφέρουσα, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ὁ τῆς μητρὸς πόθος καὶ τὸ θέλειν ἐπικουφίζειν ταύτης τὰ δυσχερῆ, αὐτῆς ἐκείνης μάλιστα τὰς γηροτρόφους ἐλπίδας προβαλλομένης καὶ τὴν ἐγγύθεν ἀπαιτούσης ἐπικουρίαν καὶ ὑπουργίαν ἐν τοῖς καθήκουσιν. 8 ̓Επεὶ δὲ κυριωτέραν εδει τὴν θείαν γενέσθαι βουλὴν καὶ τοῦτον πρὸς οπερ ἀφώριστο κατὰ μικρὸν ὁδῷ βαδίζοντα ἀνελ- θεῖν, ὀνειράτων οψεις πείθουσι τὴν μητέρα ὑπενδοῦναι αὐτῷ καὶ ὑπεῖξαι τῆς πρὸς τὴν πόλιν ὁρμῆς, μᾶλλον δὲ αὐτὴν ἐκείνην παρ- ορμῆσαι αὐτὸν καὶ προτρέψασθαι τὴν βασιλεύουσαν πόλιν κατα- 222 λαβεῖν καὶ ἐπιδείξασθαι τὸν τῆς ψυχῆς λειμῶνα καὶ τὰ τοῦ γεν- ναίου φρονήματος προτερήματα. εδοξε γάρ ποτε οναρ ἡ μήτηρ ὁρᾶν μέγιστον ἐξ αὐτῆς ἀναβλαστῆσαι φυτόν, ὡς ἡ Κύρου μήτηρ ειδε τὴν αμπελον, καὶ τοῦτο ἐπὶ τῆς οἰκίας αὐτῆς ἑστάναι ανθεσί τε κομῶν καὶ καρπῷ βρῖθον, χρυσοῦν τε ειναι τὸ ἀπὸ γῆς τούτου μέγα στέλεχος, καὶ τὸ κλάδος καὶ τὰ φύλλα χρυσοειδῆ. τοῦτο δὲ πρός τινα τῶν συνήθων καὶ περὶ τὰ τοιαῦτα κατευστοχεῖν δο- κούντων διηγησαμένη ἐπὶ λαμπρᾶς καὶ μεγάλης τύχης εσεσθαι δηλοῦν τὸν υἱὸν αὐτῆς ηκουσε. καὶ αυθις δὲ μετά τινα χρόνον ὀλίγον ὁρᾷ κατὰ τοὺς υπνους ανδρα τινὰ γηραιόν, ου πῦρ ἐξῄει ἀπὸ τοῦ στόματος, διαρρήδην λέγοντα πρὸς αὐτὴν οτι ὁ ἀγαπώ- μενος ὑπὸ σοῦ ὁ υἱός σου Βασίλειος τῆς τῶν ̔Ρωμαίων βασιλείας παρὰ θεοῦ τὰ σκῆπτρα ἐγχειρισθήσεται, καὶ δεῖ σε προτρέψασθαι τοῦτον πρὸς τὴν Κωνσταντινούπολιν εἰσελθεῖν. ἡ δὲ πρὸς τὴν χαρμόσυνον ταύτην ἀγγελίαν διαχυθεῖσα καὶ πλήρης γενομένη χα- ρᾶς προσεκύνησέ τε τὸν γηραιὸν ἐκεῖνον καὶ "τίς ει" ειπεν αὐτῷ, "ω κύριέ μου, ὁ μὴ ἀπαξιώσας ἐποφθῆναι τῇ δούλῃ σου, ἀλλ' ουτως εὐφρόσυνα εὐαγγέλια προσκομίσας μοι;" ὁ δὲ " ̓Ηλίας" φησίν "ὁ Θεσβίτης εἰμί," καὶ ἀπέπτη τῶν ὀφθαλμῶν. διυπνι- σθεῖσα ουν ἐκείνη, καὶ ταῖς δεξιαῖς ταύταις οψεσι, μᾶλλον δὲ θείαις ἀποκαλύψεσιν οιον