84
αὐτὰ καταβαλλομένη χώραν, ινα ἀμήσῃ παμπολλαπλασίονα ἐν εὐθέτῳ καιρῷ· δέδωκε γὰρ αὐτῷ καὶ χρυ- σὸν ἱκανὸν καὶ ἀνδράποδα πρὸς ὑπηρεσίαν τριάκοντα καὶ ἐν ἱμα- τισμῷ καὶ διαφόροις ειδεσι πλοῦτον πολύν, μηδὲν ετερον ἐπιζητή- σασα τὸ πρότερον παρ' αὐτοῦ η τὸ ποιήσασθαι πνευματικῆς ἀδελ- φότητος σύνδεσμον πρὸς ̓Ιωάννην τὸν ταύτης υἱόν. ὁ δὲ ὡς ὑπὲρ αὐτὸν μᾶλλον ουσαν διωθεῖτο τὴν εντευξιν διὰ τὸ δοκοῦν τῆς γυ- ναικὸς περιφανὲς καὶ τὸ αὐτοῦ κατὰ τὸ ὁρώμενον εὐτελές. ομως πλείονα παράκλησιν δεξάμενος ὑπ' αὐτῆς τοῦτο πεποίηκε. καὶ τότε οἱονεὶ ἐπὶ πλέον θαρρήσασα ειπε φανερῶς πρὸς αὐτὸν οτι σε ὁ θεὸς μέγαν ανθρωπον εχει καὶ ἐπὶ μεγάλης μέλλει τιμῆς ἀν- υψοῦν, καὶ οὐδὲν ετερον ἐπιζητῶ η ἀπαιτῶ παρὰ σοῦ πλὴν ινα ἀγαπᾷς καὶ ἐλεῇς ἡμᾶς. ὁ δὲ τῆς γῆς ἐκείνης ἁπάσης, εἰ δυνατόν, κυρίαν αὐτὴν ἀποφῆναι, εἰ τοῦτο εσται, κατεπηγγείλατο. καὶ ουτως ἐκεῖθεν ἀπάρας ἀνῄει καὶ αὐτὸς πρὸς τὴν βασιλεύουσαν καὶ τὸν αὐτοῦ κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγεγονότων χρημάτων μετὰ τὴν ἐπάνοδον ἐξωνήσατο κτήματα κατὰ Μακεδο- νίαν μεγάλα, καὶ κατέστησεν ἐπ' εὐπορίας απαντας τοὺς προσή- κοντας ἱκανῆς, καὶ γέγονε πλούσιος καὶ αὐτός, ωσπερ ταῖς ἀρε- ταῖς, ουτω δὴ καὶ τοῖς κτήμασι καὶ τοῖς χρήμασι. συνῆν δὲ ομως τῷ κυρίῳ αὐτοῦ καὶ διηκόνει αὐτῷ. 229 12 Κατὰ δέ τινα τῶν ἡμερῶν ̓Αντίγονος ὁ πατρίκιος καὶ δομέστικος τῶν σχολῶν κλητόριον ἐν ταῖς βασιλικαῖς οἰκίαις, αι κατὰ τὴν πλησιάζουσαν τοῖς βασιλείοις αὐλήν, ᾠκοδόμησε καὶ πο- λυτελὲς ἐσκευάσατο, ἑστιάτορα καὶ δαιτυμόνα τὸν οἰκεῖον πατέρα Βάρδαν ποιούμενος. ὁ δὲ Καῖσαρ τοὺς μείζονας τῆς συγκλήτου καὶ τοὺς οἰκείους παραλαβὼν καὶ τοὺς συνήθεις πρὸς τὴν εὐωχίαν ἀπῄει, συμπαραλαβὼν καὶ τοὺς ἀπὸ Βουλγαρίας φίλους, συνήθως κατὰ τὸν τότε καιρὸν τῇ βασιλευούσῃ ἐνδιατρίβοντας. παρῆν δὲ τῇ ἑστιάσει καὶ Θεόφιλος ὁ τοῦ Βασιλείου κύριος οια συγγενὴς καὶ αὐτὸς τοῦ Καίσαρος, ἀλλὰ καὶ Κωνσταντῖνος ὁ πατρίκιος, ὁ τοῦ καθ' ἡμᾶς λογοθέτου τοῦ δρόμου καὶ ἐν φιλοσοφίᾳ ακρου καὶ ἀδωροτάτου περιφανῶς πατρικίου Θωμᾶ πατήρ. οἱ δὲ Βούλγα- ροι ἀεί πως οἰηματίαι καὶ καυχηματίαι τυγχάνοντες, ἐπεὶ ετυχον τότε μεθ' ἑαυτῶν εχοντες Βούλγαρον ἐπ' ἀνδρίᾳ σεμνυνόμενον σώματος καὶ ακρον ἐν παλαισμοσύνῃ ὑπάρχοντα, ον οὐδεὶς σχεδὸν μέχρι τότε τῶν προσπαλαιόντων κατέβαλεν, οὐκ ἀνεκτὸν ἐδόκουν ἐπ' αὐτῷ φρονεῖν ἀλλ' ὑπὲρ τὸ μέτρον ἠλαζονεύοντο. τοῦ δὲ πότου προϊόντος καὶ θυμηδίας χορευούσης κατὰ τὴν τράπεζαν, λέγει ὁ μικρὸς ἐκεῖνος Θεόφιλος πρὸς τὸν Καίσαρα οτι εχω, δέ- σποτα, ανθρωπον ος ἐὰν κελεύῃς ινα παλαίσῃ μετὰ τοῦ περιβοή- του τούτου Βουλγάρου. μέγιστον γὰρ ονειδος τοῦτο ̔Ρωμαίοις, καὶ οὐδεὶς ὑποίσει τὴν ἀλαζονείαν αὐτῶν, εἰ ουτος ἀκαταγώνιστος ἐν Βουλγαρίᾳ παραγένηται. τοῦ δὲ Καίσαρος γενέσθαι προστά- 230 ξαντος, ὁ προμνημονευθεὶς Κωνσταντῖνος πατρίκιος, σφόδρα φι- λίως πρὸς τὸν Βασίλειον διακείμενος ατε καὶ αὐτὸς ἐξ ̓Αρμενίων ελκων τὸ γένος, ἐπεὶ δίυγρον ειδε τὸν τόπον ἐν ῳ διαγωνίζεσθαι εμελλον, καὶ ἐδεδοίκει μή πως ὀλισθήσῃ τυχὸν ὁ Βασίλειος, αἰτεῖ προτροπὴν γενέσθαι παρὰ τοῦ Καίσαρος ἐκ ξύλων ἐπιρρανθῆναι πρίσμα κατὰ τὸ εδαφος. ου γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ ὁ Βασίλειος, καὶ θᾶττον συμπιέσας καὶ περισφίγξας αὐτόν, ὡσεὶ δεσμόν τινα χόρτου κοῦφον καὶ αψυχον η ἐξ ἐρίου πόκον ξηρόν τε καὶ ἐλαφρόν, ουτω ῥᾳδίως αὐτὸν ἐπάνω τῆς τραπέζης μετεωρίσας ἀπέρριψεν. τοῦ δὲ γεγονότος οὐδεὶς τῶν παρόντων ην ος οὐ πε- ριεῖπε καὶ ἐθαύμαζε τὸν Βασίλειον. ἐκπλαγέντες δὲ καὶ οἱ Βούλ- γαροι τὴν περιουσίαν τῆς εὐχερείας τε καὶ δυνάμεως εμειναν ἐνεοί. ἀπ' ἐκείνης δὲ τῆς ἡμέρας ηρξατο ἐπὶ πλέον ἡ τοῦ Βασιλείου φήμη εἰς πᾶσαν τὴν πόλιν διαφοιτᾶν, καὶ τοῖς ἁπάντων διεφέρετο στό- μασιν, ἀπόβλεπτος ηδη καθεστηκώς. 13 Ην δὲ παρὰ τῷ βασιλεῖ Μιχαὴλ ιππος ἀφηνιαστὴς καὶ ατακτος σκληραύχην τε καὶ ἀγέρωχος,