85
τὰ δ' αλλα γενναῖος καὶ ἀγαθὸς καὶ καθ' ἡλικίαν καὶ κάλλος καὶ τάχος μέγας καὶ θαυμαστός, ος εἰ ετυχε λυθεὶς τοῦ δεσμοῦ η αλλως πως ἀφεθείς, λίαν ην δυσχερὴς εἰς χεῖρας αυθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. συνέβη δέ ποτε τὸν βασιλέα πρὸς θήραν ἐξελθόντα καὶ τὸν τοιοῦτον ιππον ἐπιβεβη- 231 κότα αὐτοχειρίᾳ ῥάβδῳ τυχεῖν λαγωοῦ. εὐθὺς ουν ὑφ' ἡδονῆς ὁ βασιλεὺς θᾶττον ἐκ τοῦ ιππου καθήλατο πρὸς τὸ σφάξαι τὸν λαγωόν. αφετος δὲ ὁ ιππος καταλειφθεὶς ἀπεσκίρτησεν, καὶ πολλῶν συνδραμόντων, καὶ τῶν τε τοῦ ἱπποστασίου ἀρχόντων καὶ μαγγλαβιτῶν καὶ λοιπῶν τῶν περὶ αὐτοὺς συγκινηθέντων, οὐκ ην τινὶ δυνατὸν τὸν ιππον λαβεῖν, ωστε θυμωθέντα τὸν βασιλέα κε- λεῦσαι, εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν πο- δῶν. ὁ δὲ Καῖσαρ Βάρδας παρὼν ἐδεῖτο τοῦ βασιλέως μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ιππου μάτην παραπολέσθαι. ὁ ουν Βασίλειος συμπαρὼν τῷ κυρίῳ αὐτοῦ λέγει πρὸς αὐτὸν οτι εἰ παραδράμω τὸν βασιλικὸν ιππον καὶ ἀπὸ τοῦ ἐμοῦ ιππου ἐκτινα- χθεὶς εποχος αὐτοῦ γένωμαι, αρα μὴ διὰ τὸ βασιλικοῖς φαλάροις κεκοσμῆσθαι αὐτὸν ἀγανάκτησις παρὰ τοῦ βασιλέως γένηται κατ' ἐμοῦ; τοῦ δὲ βασιλέως ὑπομνησθέντος καὶ κελεύσαντος τοῦτο γε- νέσθαι, ἑτοίμως καὶ εὐφυῶς ὁ Βασίλειος τοῦτο πεποίηκεν. ο θεασάμενος ὁ βασιλεύς, καὶ ἀγαπήσας τὴν μετ' ἀνδρίας εὐφυίαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀπὸ τοῦ Θεοφιλίτζη αὐτὸν ἀνέλαβέ τε καὶ εἰς τοὺς βασιλικοὺς κατέταξε στράτορας. προσεῖχε δὲ καὶ ἠγάπα αὐτόν, ὁρῶν αὐτοῦ τὸ πρὸς τοὺς αλλους ἐν πᾶσι διαφέρον κατὰ πολύ. διὸ καὶ πολλάκις ἐπιδειξάμενον κατενώπιον αὐτοῦ εἰς τὴν τοῦ πρωτοστράτορος ἀξίαν ἐβίβασε. 14 Μετὰ δὲ ταῦτα κυνηγεσίου καταγγελθέντος εἰς τὸ λεγόμενον Φιλοπάτιον, ην ὁ πρωτοστράτωρ κατὰ τὸν τύπον τοῦ 232 βασιλέως προπορευόμενος εφιππος, ἐπεφέρετο δὲ καὶ τὸ ῥόπαλον τὸ βασιλικὸν ἐπὶ τῆς ζώνης αὐτοῦ, ο βαρδούκιον οιδε καλεῖν ἡ συνήθεια. θορύβου δὲ κινουμένου ἀπὸ τῶν συμπληρούντων τὸ κυνηγέσιον, ἐξέθορεν ἐκ τῆς υλης λύκος παμμεγεθέστατος, ωστε σχεδὸν πάν- τας διαπτοηθῆναι καὶ εἰς ταραχὴν ἐμπεσεῖν. ὁρμήσας δὲ κατ' αὐτοῦ ὁ Βασίλειος, καὶ ῥίψας ἐξόπισθεν τὸ βασιλικὸν βαρδούκιον, ετυχε τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς καὶ ταύτην ἐδιχοτό- μησεν. ὁ δὲ Καῖσαρ οπισθεν τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς πο- ρευόμενος καὶ τὸ γεγονὸς θεασάμενος ειπε πρός τινας τῶν συνεπο- μένων συνήθων αὐτοῦ καὶ γνωστῶν οτι οιμαι πάσης τῆς γενεᾶς ἡμῶν τὴν κατάλυσιν τὸν ανθρωπον τοῦτον μέλλειν γενήσεσθαι· κατεστοχάζετο γὰρ καὶ τὸ πρὸς πάντα τούτου ἐπιτυχές τε καὶ εὐ- τυχὲς καὶ τὴν διὰ ταῦτα τοῦ βασιλέως διάθεσιν πρὸς αὐτόν. οὐ μόνον δέ, ἀλλὰ καὶ παρὰ Λέοντός φασι τοῦ τηνικαῦτα ἐπὶ παν- τοδαπῇ σοφίᾳ πρωτεύοντος ἀκοῦσαι αὐτόν, ἐν τῷ πολλάκις περὶ τούτων πυνθάνεσθαι τοῦ ἀνδρός, πρῶτα μὲν οτι ὑπὸ νεανίσκου τινὸς εὑρίσκω τὴν κατάλυσιν τῆς ὑμῶν γενεᾶς· επειτα, ὡς εἰς ἐμ- φάνειαν προέβαινεν ὁ Βασίλειος, καὶ τῷ δακτύλῳ τοῦτον ὑποδεῖξαι τῷ Καίσαρι, λέγοντα οτι ουτος τυγχάνει ον ελεγον διάδοχον ὑμῶν μέλλειν εσεσθαι. ἐξ ου καὶ ὑφωρᾶτο καὶ ἐνήδρευεν ὁ Καῖσαρ ἀεὶ τὸν Βασίλειον, εἰ καὶ μηδὲν ἀκυρῶσαι ἠδύνατο τῶν ὑπὸ τοῦ θείου προκυρωθέντων βουλήματος· οὐ γὰρ ουτως ἀπροσδόκητον ὡς αφυκτον ἀεὶ τὸ πεπρωμένον ἐστίν. καὶ ταῦτα μέν, εἰ καὶ κατὰ παράβασιν ισως, ἀλλ' οὐκ εξω τῆς ὑποθέσεως ειρηται. 233 15 Φιλοθήρου δὲ τοῦ βασιλέως τυγχάνοντος, καὶ πάλιν μετ' ὀλίγον κυνηγεσίου τε χάριν καὶ μετρίου περιοδεύματος κατὰ τὸν τῆς ̓Αρμαμενταρέας λεγόμενον τόπον περάσαντος, ειτα δουλι- κίου κατ' ἰδίαν εὐτρεπισθέντος καὶ τοῦ βασιλέως ἐπὶ τραπέζης μετὰ Θεοδώρας καθεσθέντος τῆς οἰκείας μητρὸς καὶ τῶν ἰδίων συγγε- νῶν καὶ οἰκειοτέρων τῆς συγκλήτου, προσεκλήθη καὶ ὁ πρωτο- στράτωρ τοῦ βασιλέως κελεύσαντος, καὶ καθεσθέντος αὐτοῦ ηρξατο Θεοδώρα ἡ βασιλὶς πυκνότερον