86
ἀτενίζειν καὶ ἀφορᾶν πρὸς αὐτὸν καὶ κατανοεῖν καὶ παρεπισκοπεῖν αὐτὸν ἀκριβέστερον. ἐπιγνοῦσα δέ τινα σύσσημα ἐν αὐτῷ κατ' ὀλίγον ἐλιποψύχησεν, ωστε καὶ υδωρ ἐπιχεθῆναι αὐτῇ καὶ διὰ τοῦ ἀπὸ ῥόδων στάγματος τὸ πνεῦ- μα μόλις ἀνακαλέσασθαι, οτεπερ οἱ παρόντες ὑπανεχώρησαν. εἰς ἑαυτὴν δὲ ἐλθοῦσα καὶ ἀναλάμψασα παρὰ τοῦ υἱοῦ καὶ βασιλέως ἐπηρωτᾶτο, τί αρα τὸ γεγονὸς ἐπ' αὐτῇ, καὶ πόθεν ουτως ἀθρόως ἐπισυνέβη αὐτῇ ἡ εκστασις. ἡ δὲ μόλις ἑαυτὴν ἐκ τῶν θορύβων τῶν φρενῶν συναθροίσασα ελεγεν οτι ον ηκουον παρὰ τοῦ πατρός σου, δέσποτα καὶ τέκνον ἐμόν, μέλλειν ἐξολοθρεῦσαι τὴν γενεὰν ἡμῶν, ουτός ἐστιν ον λέγεις Βασίλειον· τὰ σύμβολα γάρ, απερ ελεγεν εχειν τὸν ἡμᾶς διαδέχεσθαι μέλλοντα, ουτος ὁ ανθρωπος κέκτηται. οθεν τὸ πρᾶγμα ολον τῇ διανοίᾳ παραλαβοῦσα, καὶ ωσπερ κατ' ὀφθαλμοὺς τὸν ολεθρον βλέπουσα, διαταραχθεῖσα ἐξέλιπον. ὁ δὲ βασιλεὺς τὸ δέος ἀφαιρῶν τῆς μητρός, καὶ εἰς τὸ καθεστὸς ἐπανάγων καὶ παραμυθούμενος, "κακῶς ὑπέλαβες" 234 ειπεν, "ω μῆτερ· ὁ γὰρ ανθρωπος ουτος ἰδιώτης ἐστὶ καὶ πάνυ ἀφελής, ἀνδρίαν μόνον εχων, οιαν ὁ πάλαι Σαμψών, καὶ οὐδὲν ετερον, ἀλλ' ως τις ̓Ενὰκ η Νεμβρὼδ ἐν ταῖς ἡμέραις ἡμῶν ἀνα- φανείς. ἐξ αὐτοῦ τοίνυν μηδένα φόβον εχε, μηδ' ὑπόνοιάν τινα κεκτήσῃ πονηράν." καὶ τότε μὲν ουτως τὸ τοιοῦτον κῦμα ὑπὸ θεοῦ φρουρούμενος παρέδραμεν ὁ Βασίλειος. 16 Ειχε δὲ κατὰ τοὺς χρόνους ἐκείνους παρακοιμώμενον ὁ βασιλεὺς τὸν εὐνοῦχον ∆αμιανὸν τὸν πατρίκιον, τῷ γένει Σκλά- βον, ος διὰ φιλοδέσποτον πάθος ελεγε πολλάκις τῷ βασιλεῖ καὶ περὶ αλλων μέν τινων ὡς μὴ κατὰ τὸ δέον τῶν πραγμάτων ἐξη- γουμένων, ἐξαιρέτως δὲ περὶ τοῦ θείου αὐτοῦ Βάρδα τοῦ Καίσα- ρος, ὡς τὸ πλεῖστον τοῦ κράτους εἰς ἑαυτὸν μετηγάγετο καὶ πολ- λάκις ἐκφέρεται τοῦ καθήκοντος, καὶ ἐκ τοῦ ἐνίας τῶν τοῦ Καί- σαρος ἀνέτρεπεν διοικήσεων ἑτέρως εχειν τὰ πράγματα ἀναδιδά- σκων τῷ βασιλεῖ. δι' α συμπεισθεὶς ὁ Καῖσαρ ὑπὸ τῶν οἰκείων φίλων καὶ γνησίων παραινετῶν καὶ συμβούλων κατὰ τοῦ ∆αμιανοῦ συσκευάζεται, καὶ πολλαῖς διαβολαῖς κατ' αὐτοῦ πρὸς τὸν βασιλέα χρησάμενος, καὶ πιθανῶς συνθεὶς τὰ κατηγορούμενα, μετεκίνησε τὴν τοῦ βασιλέως γνώμην καὶ ἀπὸ τῆς περὶ τὸν ∆αμιανὸν εὐνοίας μετέστησεν, ωστε καὶ διαδέξασθαι πεῖσαι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος ουν ἐκείνου ἐχήρευε λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοιοῦ- τον ἀξίωμα. ἀλλ' οταν ἡ πρόνοια πρὸς ο βούλεται συνελαύνῃ τὰ πράγματα, καὶ φρόνησις ἀπρακτεῖ καὶ πανουργία τοῖς οἰκείοις 235 σοφίσμασι περιδράσσεται. τοῦ γὰρ Καίσαρος καὶ πολλῶν αλλων ἐκεῖ- νόν τε καὶ τοῦτον εἰς τὸ τοιοῦτον ἐπαναβιβασθῆναι ἀξίωμα λογο- ποιούντων καὶ λεληθότως ἐπισπευδόντων, παρὰ πᾶσαν αὐτῶν ἐλπίδα μετὰ καιρὸν οὐ πολὺν προβάλλεται παρακοιμώμενον ὁ βα- σιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρίκιον, καὶ γυναικὶ συζεύξας εὐμορφίᾳ σώματος καὶ κάλλει καὶ κοσμιότητι πρωτευούσῃ πασῶν τῶν εὐγενίδων σχεδόν, η θυγάτηρ ἐτύγχανε τοῦ παρὰ πάν- των ἐπ' εὐγενείᾳ καὶ φρονήσει λαλουμένου τότε τοῦ Ιγγερος. τού- του δὲ γενομένου, καὶ καθ' ἑκάστην ἐπιδιδούσης τῆς τοῦ βασιλέως ἀγάπης πρὸς τὸν Βασίλειον, ὁρῶν ὁ Καῖσαρ καὶ τῷ φθόνῳ δακνό- μενος καὶ ὑπὲρ τοῦ μέλλοντος ὀρρωδῶν πολλάκις τοὺς ἐπὶ διαβολῇ τοῦ ∆αμιανοῦ γενέσθαι αὐτὸν βουλευσαμένους καὶ παρορμήσαν- τας ἐλοιδορεῖτο καὶ κατεμέμφετο, αφρονας αὐτοὺς καὶ κακοβού- λους ἀποκαλῶν, "οις" φησίν "ἐγὼ παρὰ τὸ δέον πεισθείς, καὶ ἐξεώσας ἀλώπεκα, λέοντα ἀντεισήγαγον, ινα πάντας ἡμᾶς λαφύξῃ καὶ καταβρώξηται." 17 Αρτι δὲ τοῦ βασιλέως Μιχαὴλ μετὰ Βάρδα τοῦ θείου Καίσαρος κατὰ Κρήτης ἐκστρατεύοντος, καὶ σοβαρώτερον τοῦ Καίσαρος χρωμένου τοῖς πράγμασι καὶ ἐξουσιαστικώτερον ἐκφέ- ροντος τὰ προστάγματα, ηρξαντο πυκναὶ καὶ συνεχεῖς αἱ κατ' αὐτοῦ διαβολαὶ καθ' ἑκάστην τῷ βασιλεῖ Μιχαὴλ διαγγέλλεσθαι. ἐν Κήποις δὲ γενομένων αὐτῶν (τόπος δὲ ουτος κατὰ τὴν πρὸς