87
236 Μαιάνδρῳ τῶν Θρᾳκησίων παράλιον) καὶ ειτε κατὰ τύχην ειτε κατὰ σπουδὴν τῆς τοῦ βασιλέως αὐλαίας ητοι κόρτης ἐπὶ χθαμα- λοῦ καὶ ἐπιπέδου ταθείσης τόπου, τῆς δὲ τοῦ Καίσαρος ἐν ἀπό- πτῳ καὶ ὑψηλῷ, ταύτης εὐλόγου δῆθεν δραξάμενοι ἀφορμῆς οἱ πάλαι βαρυνόμενοι καὶ μισοῦντες τὸν Καίσαρα πολλὰς κατ' αὐτοῦ ὡς ἐντρυφῶντος ηδη καὶ φανερῶς εἰς τὸν αὐτοκράτορα ἐξυβρίζον- τος, εἰ τοῖς αλλοις απασιν οὐκ ἀρκούμενος κἀν τούτῳ φιλοτιμή- σασθαι εσπευσεν, ινα χθαμαλὴ μὲν καὶ ταπεινὴ ἡ τοῦ αὐτοκράτο- ρος σκηνὴ δείκνυται, ἡ δὲ ἐκείνου περιφανὴς καὶ μετέωρος. πει- σθεὶς ουν τούτοις ὁ βασιλεὺς κινεῖται πρὸς τὴν κατ' αὐτοῦ συ- σκευὴν καὶ πρὸς τὴν βουλὴν καὶ σκέψιν τῆς αὐτοῦ ἀναιρέσεως· οὐ γὰρ ἠδύνατο φανερῶς κατ' αὐτοῦ τι εἰπεῖν η ἀποφήνασθαι διὰ τὸ ὁμότιμον σχεδὸν ειναι καὶ κοινωνὸν τῆς ἀρχῆς, καὶ διὰ τὸ δε- διέναι πάντας τὴν ἑταιριῶτιν αὐτοῦ φατρίαν καὶ σύστασιν, καὶ τὸ πάντας τοὺς αρχοντάς τε καὶ στρατηγοὺς αὐτῷ προσανακεῖ- σθαι καὶ πρὸς αὐτὸν μᾶλλον η πρὸς τὸν βασιλέα ὁρᾶν, ὡς καὶ μᾶλλον ἐκείνου τοῖς πράγμασι νήφοντος καὶ πρὸς τὸ δοκοῦν μετα- φέροντος εκαστα, καὶ μάλιστα διὰ τὸ τὸν ἀνθύπατον καὶ πατρί- κιον ̓Αντίγονον τὸν υἱὸν αὐτοῦ δομέστικον τὸ τηνικαῦτα τῶν βασι- λικῶν τυγχάνειν σχολῶν. πλὴν εσχε πολλοὺς ὁ βασιλεὺς τοὺς κοι- νωνοῦντας αὐτῷ τοῦ βουλεύματος καὶ κατεπαγγελλομένους κατα- πράξασθαι τὴν σφαγήν. ὡς ουν κατὰ τὴν εω συνήθως ὁ Καῖσαρ 237 πρὸς τὴν τοῦ βασιλέως ηλθε σκηνήν, καίτοι πονηρῶν οἰωνῶν προ- φανέντων αὐτῷ, οπως περὶ τῶν προκειμένων βουλεύσωνται, ευ- θετον καιρὸν τοῦτον ειναι νομίσας ὁ βασιλεὺς πρὸς τὴν τούτου ἀναίρεσιν διὰ νεύματος γνωρίζει τῷ πατρικίῳ Συμβατίῳ λογοθέτῃ τοῦ δρόμου τυγχάνοντι, ος καὶ γαμβρὸς ην τοῦ Καίσαρος ἐπὶ θυγατρὶ καὶ τῆς κατ' αὐτοῦ βουλῆς ἐκοινώνει βασιλεῖ, ἐξελθόντι εἰσαγαγεῖν τοὺς αὐτόχειρας αὐτοῦ γενέσθαι ὀφείλοντας. ος ἐξελ- θὼν καὶ τὸ συγκείμενον σημεῖον πεποιηκώς, οπερ ην τὸ τοῦ σταυ- ροῦ σημεῖον, τῇ οἰκείᾳ οψει ἐπισφραγίσασθαι, ἐπεὶ ἐκεῖνοι μαλα- κόψυχοι τυχὸν οντες ἀπεδειλίασαν καὶ πρὸς αὐτῷ τῷ δεινῷ γεγο- νότες διὰ τὸ μέγεθος τῆς πράξεως ἰλιγγίασαν καὶ τριβὴ τοῦ χρόνου ἐγένετο, ἐν ἀμηχανίᾳ κατέστη ὁ βασιλεύς, καὶ διά τινος τῶν βα- σιλείων κατευναστῶν μαθὼν αὐτοὺς κατεπτηχέναι καὶ δειλιᾶν καὶ ἀναβάλλεσθαι τὸ ἐγχείρημα, τῷ οντι διανοίας τόλμημα καὶ φρενὸς ἀνδρείας καὶ εὐθαρσοῦς· καὶ τῶν ενδον τινὰ οἰκεῖόν τε καὶ πιστὸν ἐκπέμπει πρὸς Βασίλειον τὸν πατρίκιον καὶ παρακοιμώμενον, καὶ δηλοῖ μετὰ δέους αὐτῷ ὡς εἰ μὴ θᾶττον ἀναρρώσῃς τοὺς εἰς τὸ πρᾶγμα ηὐτρεπισμένους καὶ παρορμήσῃς αὐτίκα πρὸς τὸ εργον χωρῆσαι, πάντως οιδα οτι εὐθέως ἐμὲ δεήσει ὑπὸ τούτου ἀναιρε- θῆναι· ἀδύνατον γὰρ λαθεῖν αὐτὸν τὰ κατ' αὐτοῦ μοι βεβουλευ- μένα, καὶ δόξετε μᾶλλον ὑμεῖς αὐτόχειρες καὶ σφαγεῖς χρηματί- σαι μου. απερ ἀκηκοὼς ὁ Βασίλειος, καὶ περὶ τοῦ βασιλέως μή 238 τι πάθοι ἐν ἀγωνίᾳ γεγονώς, θᾶττον θαρραλέους ἐποίησε τοὺς δει- λοὺς καὶ τοὺς τρέμοντας εὐθαρσεῖς, καὶ τῇ τοῦ βασιλέως αὐτοὺς ὑπηρετήσασθαι βουλῇ διηρέθισεν. ων ωσπερ μένους πλησθέντων καὶ ἀθρόως εἰσπηδησάντων εἰς τὴν βασιλέως σκηνήν, ὁ Καῖσαρ, οπερ ην, ἐπ' αὐτὸν δόξας ειναι τὴν συνδρομήν, ἀναπηδήσας τοῖς τοῦ βασιλέως περιεπλάκη ποσίν. ον ἐκεῖθεν ἑλκύσαντες οἱ αὐτό- χειρες πρὸ τῶν ποδῶν τοῦ βασιλέως ἀπέσφαξαν. πρώτην ειχε μετ' εἰκάδα ὁ μὴν ὁ ̓Απρίλλιος, τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμή- σεως. εὐθὺς ουν ἡ στρατεία τῷ βασιλεῖ καταλύεται, καὶ πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται. 18 Τῆς δὲ προνοίας ἀγούσης τὸν Βασίλειον εὐμηχάνως πρὸς οπερ ἐβούλετο, εὐθέως μετὰ τὴν ἐκ τῆς στρατείας ὑποστρο- φὴν υἱοποιεῖται τοῦτον ὁ βασιλεύς (ἐτύγχανε γὰρ καθάπαξ οἰκείας γονῆς ἀμοιρῶν) καὶ τῆς τῶν μαγίστρων ὑπερλάμπρου τιμῆς ἀξιοῖ. ἐφ' ων τῇ βασκανίᾳ διαρρηγνύμενος ὁ λογοθέτης Συμβάτιος, καὶ μὴ δυνάμενος τὸν φθονούμενον