88
καθορᾶν οὐκ ὀλίγην ἐπίδοσιν καθ' ἑκάστην λαμβάνοντα, παραιτεῖται μὲν τὴν προσοῦσαν αὐτῷ μέχρι τότε διακονίαν, ὡς μὴ δυνάμενος κατὰ τὴν βασιλεύουσαν ζῆν, τῆς δὲ τῶν ̓Ιώνων ητοι Θρᾳκησίων στρατηγίας αἰτεῖ τὴν ἀρχήν. ου τὴν αιτησιν ὁ βασιλεὺς ἐκπληρῶν προβάλλεται τοῦ εἰρημένου θέμα- τος στρατηγόν. ὀλίγου δὲ διελθόντος καιροῦ, καὶ τῶν πραγμάτων ἐπισφαλῶς σαλευόντων καὶ τῆς ἀρχῆς κραδαινομένης καὶ ζητούσης τὸν προστησόμενον διὰ τὸ τὸν βασιλέα πρὸς αλλοις μᾶλλον ειναι η 239 πράγμασιν εἰς δέον εἰδέναι χρῆσθαι, πρότερον δὲ τὰ πολλὰ λαν- θάνειν διὰ τὸ τὸν κοινωνὸν τῆς ἀρχῆς Καίσαρα ἀεὶ τὰ κατεπείγοντα διοικεῖν καὶ αὐτῷ σχεδὸν ἀνακεῖσθαι τὰ πράγματα καὶ τὴν μέρι- μναν πᾶσαν τῆς κοσμικῆς διοικήσεως, ἐγίνοντο καταβοήσεις τε καὶ διαγογγυσμοὶ κατὰ τοῦ βασιλέως παρά τε τῆς συγκλήτου βουλῆς καὶ τοῦ πολιτεύματος καὶ παρὰ πάντων σχεδὸν τῶν οντων ἐπὶ τῶν διοικήσεων καὶ μεταχειριζομένων τὰ πράγματα, ετι δὲ καὶ παρὰ τῶν στρατευμάτων καὶ παντὸς τοῦ πλήθους τοῦ ἀστικοῦ· α διὰ τῶν οἰκειοτάτων ὁ βασιλεὺς γνούς, καὶ μόλις οιον ἐπὶ βραχὺ ἀνα- νήψας, καὶ ἐπιγνοὺς τὴν οἰκείαν περὶ τὰ κοινὰ οὐ μόνον ἀμέλειαν καὶ ῥᾳθυμίαν ἀλλὰ καὶ ἀνεπιτηδειότητα καὶ ἀφέλειαν, καὶ ἐπανά- στασιν η ἀπόστασιν παρὰ τοῦ πλήθους εὐλαβηθείς, εγνω κοινωνὸν τῶν πραγμάτων προσλαβέσθαι καὶ τῆς ἀρχῆς· καὶ ἐπείπερ πρὸ ὀλίγου υἱοποιησάμενος ην τὸν Βασίλειον, ῃδει δὲ αὐτὸν οὐ μόνον ἀνδρίᾳ ἀλλὰ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ ἱκανὸν ἀνα- πληροῦν αὐτοῦ τὸ ἐν τῇ κυβερνήσει τοῦ κοσμικοῦ σκάφους ὑστέρη- μα, αμα καὶ τῆς θείας ἐναγούσης εἰς τοῦτο προνοίας αὐτόν, βε- βαιοῖ πρὸς τοῦτο τὴν γνώμην αὐτοῦ ωστε Βασίλειον βασιλέα ... καὶ δὴ θεοῦ συνεφαπτομένου τῆς βουλῆς καὶ τοῦ πράγματος, κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς, ἐν ῃ τοῦ πατρὸς ὁ παράκλητος πρὸς τοὺς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἐφοίτησε μα- θητάς, ἐν τῷ περιβλέπτῳ καὶ ἐπωνύμῳ τῆς τοῦ θεοῦ σοφίας ναῷ 240 τὸν βασίλειον ὁ Βασίλειος περιτίθεται στέφανον, χειρὶ μὲν τοῦ τότε Μιχαὴλ βασιλεύοντος, ψήφῳ δὲ καὶ κρίσει Χριστοῦ τοῦ ἀεὶ βα- σιλεύοντος. εκτην πρὸς ταῖς εικοσιν ειχεν ὁ Μαΐος μήν, τῆς τεσσα- ρεσκαιδεκάτης κατὰ ̔Ρωμαίους ἐπινεμήσεως. 19 Μαθὼν δὲ τὸ γεγονὸς ὁ Συμβάτιος κατὰ τὴν ἀπονε- μηθεῖσαν αὐτῷ στρατηγίδα διάγων, οὐκ ἠδυνήθη τὸν διατήκοντα φθόνον αὐτῷ ἀνθρωπίνως ὑπενεγκεῖν, ἀλλὰ συναπομανέντα σχὼν καὶ Πηγάνην ἐκεῖνον τὸν πατρίκιον, ος τῆς κατὰ τὸ ̓Οψίκιον ἡγεῖτο στρατηγίδος, εἰς ἀπόστασιν βλέπουσι, καὶ μοῦλτον ἐξ ἀπονοίας εγνωσαν συνιστᾶν. ἀναπείσαντες δὲ καὶ τὰ ὑπ' αὐτοὺς στρατεύ- ματα εἰς εργον ἐξάγουσι τὰ βουλεύματα, εὐφημοῦντες μὲν τὸν Μιχαὴλ ὡς βασιλέα διὰ τὸ ἐκ τούτου τὰ πλήθη ἐπάγεσθαι καὶ μὴ δοκεῖν πτέρναν ἀποστασίας αιρειν κατὰ τοῦ αὐτοκράτορος, δυσφημοῦντες δὲ τὸν Βασίλειον καὶ μυρίαις πλύνοντες υβρεσι. φρυαξάμενοι δὲ ταῖς τοιαύταις ἀπονοίαις κατὰ τὸν τοῦ θέρους καιρόν, καὶ πολλοὺς ἀγροὺς τῶν κατὰ τὴν βασιλίδα δυνατῶν πυρ- πολήσαντες, καὶ ναῦς οὐκ ὀλίγας τῶν πρὸς τὴν βασιλεύουσαν ποιουμένων τὸν πλοῦν ἐν τοῖς ορμοις κατασχόντες καὶ κατακαύ- σαντες, ὡς εφθασεν ὁ χειμών, διαλύονται, διαδιδρασκόντων λά- θρα καὶ κατ' ὀλίγους τῶν κοινωνῶν τοῦ τολμήματος. ο συνιδόν- τες οἱ τοῦ δράματος ἀρχηγοὶ φυγῇ τὴν σωτηρίαν λαβεῖν ἐπειρά- θησαν. καὶ ὁ μὲν Συμβάτιος εἰς τὸ τῆς Πλατείας λεγομένης πέ- τρας φρούριον ὑπεισέρχεται, ὁ δὲ Πηγάνης κατέχει τὸ Κοτυάειον. 241 ἀλλ' εἰς οὐδὲν τῆς τοιαύτης ἐπινοίας ἀπώναντο· ὑπὸ γὰρ τῆς τοῦ βασιλέως ληφθέντες χειρὸς δέσμιοι πρὸς αὐτὸν ἀναφέρονται. κατα- λαμβάνουσι δὲ τοῦτον ἐν τοῖς τοῦ ἁγίου Μάμαντος παλατίοις διά- γοντα· ους ἰδών, καὶ πολλὰ τῆς ἀπονοίας καὶ ἀταξίας ὀνειδίσας τε καὶ λοιδορησάμενος, καὶ διὰ μαστίγων πρότερον ἐπεξελθὼν ἱκανῶν, υστερον ἐκδότους ταῖς τοῦ νόμου ποιναῖς ἐποιήσατο. καὶ ὁ μὲν Συμβάτιος ἀμφοτέρων τῶν ὀφθαλμῶν καὶ τῆς μιᾶς χειρὸς στερηθεὶς εἰς ἐξορίαν