93
ἐν τῇ μέθῃ κατεψηφίσατο καὶ τῷ θανάτῳ ἐξέδωκε, μανθάνων δὲ παρὰ τῶν δορυφόρων τε καὶ ὑπηρετῶν α ἐν τῇ ἑσπέρᾳ κατ' αὐτῶν ἐψηφίσατο, μετεμελεῖτο καὶ εστενεν. καὶ αλλοτε μὲν εὑρίσκοντο οἱ ζητούμενοι, αλλοτε δὲ ἀνό- νητος ην αὐτῷ ἡ ἐπὶ τοῖς ἀνοσίοις τῶν εργων μετάνοια, τῶν ἐκδο- θέντων ἀνῃρημένων. πάλιν δὲ τῆς ἑσπέρας καταλαβούσης, καὶ νεανικῶς τοῦ πότου πόρρω τῆς νυκτὸς μετὰ τῶν ἀλαστόρων εργων καὶ λόγων προκόπτοντος, ἐν τοῖς ὁμοίοις ἐγίνετο. α τίς ἀκούων τε καὶ ὁρῶν, εἰ καὶ λιθίνην καρδίαν ἐκέκτητο η παντάπασιν ἀναί- σθητος ην, μὴ πρὸς ὀργὴν ἐκινήθη καὶ διεθερμάνθη ποτὲ πρὸς τὴν τῶν ἀναιτίως ἀπολλυμένων ἐκδίκησιν; μηδὲ τὸν πραότατον πάντων ἀνθρώπων ∆αβὶδ ἀνασχέσθαι οιμαι τὴν τοσαύτην τοῦ καθάρματος παροινίαν· ἠλιθιότης γὰρ καὶ ἀναλγησία, οὐ μακρο- θυμία ἐνταῦθα λογίζεται ἡ φειδώ. 253 27 Ηδη δὲ πάντων σχεδὸν τῶν ἀποθέτων χρημάτων ἐπιλειπόντων, ἐν τοῖς τοιούτοις ἀναλωθέντων αὐτῶν, ἀνάγκη ἐπήρ- τητο τοὺς ἐν τέλει πάντας φανερῶς ἀποσφάττεσθαι καὶ δημεύε- σθαι τὰς οὐσίας αὐτῶν, ιν' εχοι πόρον ὁ βασιλεὺς ἡνιόχοις καὶ πόρναις καὶ ἀσελγέσιν ἀνθρώποις χαρίζεσθαι. ἑβδομήκοντα γὰρ καὶ ἐννακόσια κεντηνάρια κεχαραγμένου χρυσοῦ, χωρὶς ἀργύρου τοῦ τε ἀσήμου καὶ ἐπισήμου, καταλιπόντος Θεοφίλου τοῦ πατρὸς αὐτοῦ ἐν τῷ φύλακι τηρούμενα τῷ βασιλικῷ, ετι δὲ καὶ Θεοδώρας τῆς τούτου μητρὸς αλλα προσθείσης τριάκοντα καὶ ἀπαρτισάσης τὸν χίλια τῶν κεντηναρίων ἀριθμόν, ἐν οὐδὲ ολοις τεσσαρεσκαίδεκα χρόνοις, ἀφ' ου τὴν τῶν ολων ἐξουσίαν ουτος ἐδέξατο, πάντα διεφόρησε καὶ ἀνάλωσεν, ὡς μηδὲν ετερον μετὰ τὸν αὐτοῦ θάνατον εὑρεθῆ- ναι πλὴν τρία καὶ μόνα κεντηνάρια. καὶ πῶς δὲ οὐκ εμελλον ἐπι- λιπεῖν, καν ἐκ ποταμῶν ἐπέρρει, ουτως ἀσελγῶς καὶ ἀσώτως δια- σκιδνάμενα; ἡνιόχου γάρ ποτε παιδίον δεξάμενος τοῦ ουτω καλου- μένου Χειλᾶ ὁλόκληρον αὐτῷ κεντηνάριον ἐδωρήσατο. ἀλλὰ καὶ τῷ πατρικίῳ ̔Ημερίῳ, ον Χοῖρον αὐτὸς μὲν ὁ βασιλεὺς διὰ τὴν τῆς οψεως ὠνόμαζεν ἀγριότητα, διὰ δὲ τὸ χοιρῶδες τοῦ βίου μᾶλ- λον καὶ ῥυπαρὸν αξιος ην τῆς τοιαύτης προσρήσεως, τούτῳ τοί- νυν αἰσχρολογοῦντί ποτε κατενώπιον αὐτοῦ καὶ ταῖς ἀπὸ σκηνῆς φλυαρίαις καταχρωμένῳ, εκ τε τοῦ παντελῶς ἀπερυθριᾶσαι καὶ μηδὲν τῶν ἐπονειδίστων ὀκνῆσαι καὶ ψόφον ἀκόλαστον ἀπὸ τῆς 254 μιαρᾶς ἀφέντος γαστρός, ουτω βαρὺν καὶ σφοδρῶς καταιγίζοντα ωστε καὶ τὸ φαῖνον φατλίον ἀποσβεσθῆναι, πεντήκοντα λιτρῶν ἐπιδόσει ἐτίμησεν ὡς ̔Ηράκλειόν τινα τοῦτον αθλον ἀνύσαντι. καὶ πρὸς τοὺς αλλους δὲ τῶν ὁμοίων αὐτῷ ουτως ὑπέρμετροι αἱ δόσεις ησαν αὐτοῦ. ταῦτα δὲ εἰ μὲν εἰς στρατιώτας καὶ προμάχους καὶ ἀριστεῖς η εἰς τοὺς ἐπ' αλλῳ τινὶ τῶν ἀγαθῶν διαφέροντας ἑτοί- μως ουτως προΐετο, μεγαλοψυχίας αν τις καὶ ἐλευθεριότητος καὶ τρόπου φιλοτίμου ἐνόμισε σύμβολα· οτε δὲ εἰς μίμους καὶ ἡνιό- χους καὶ ὀρχηστὰς καὶ βωμολόχους καὶ κόλακας καὶ βδελυρίας ἁπάσης μεστοὺς ἀφρόνως διεσκορπίζετο, εἰς δέ τι τῶν σπουδαίων προῄει οὐδ' ὀβολός, ἀσωτίας πάντως καὶ παροινίας καὶ ἐμπληξίας λογίσαιτ' αν τις ειναι τεκμήρια. καὶ τούτων ἐπιλειπόντων ηδη ἀνάγκη ην, ωσπερ ειρηται, καὶ ναοὺς περισυλᾶσθαι καὶ εὐαγεῖς οικους αἰχμαλωτίζεσθαι καὶ πάντας τοὺς πλέον τῶν αλλων κεκτη- μένους εἰς χρήματα ἀναιρεῖσθαι καὶ ἀποσφάττεσθαι. δι' α δὴ πάντα συμφρονήσαντες τῶν ἐν τέλει οἱ δοκιμώτατοι καὶ τὸ εμφρον τῆς συγκλήτου βουλῆς, διὰ τῶν προκοιτούντων τοῖς βασιλεῦσι στρατιωτῶν, ἐν τοῖς παλατίοις τοῦ ἁγίου μάρτυρος Μάμαντος ἀναιροῦσιν αὐτόν, ἐκ τῆς αγαν οἰνοφλυγίας ἀνεπαισθήτως τὸν υπνον τῷ θανάτῳ συνάψαντα. ωσπερ γὰρ τοὺς σκορπίους καὶ εχεις μόνον ἰδόντες καὶ πρὶν η τρῶσαι ἀναιροῦσιν οἱ ανθρωποι διὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς κακίαν, ουτω καὶ τῶν ἀνδρῶν τοὺς 255 ἰώδεις καὶ φονικοὺς πρὸ τοῦ τρῶσαι καὶ ἀνελεῖν σπουδάζουσιν ἀποκτεῖναι οἱ ἐκ τούτων