1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

94

προσδοκῶντες τὸν κίνδυνον. καὶ ουτος μὲν ουτω βιούς, αἰσχρῶς τε καὶ ὀλεθρίως ἑαυτῷ καὶ τοῖς πρά- γμασι, τοιοῦτον καὶ τὸ τέλος ἐδέξατο, τῶν προβεβιωμένων ἐπά- ξιον. 28 Προάγεται δὲ εὐθὺς ἐπὶ τὴν πάντων ἀρχὴν ὁ μέχρι τοῦδε δευτερεύων ταύτης Βασίλειος, καὶ παρά τε τῆς ἐντίμου βου- λῆς καὶ τῶν ὑποβεβηκότων ταγμάτων καὶ παντὸς τοῦ στρατεύμα- τος καὶ τοῦ οχλου τοῦ ἀστικοῦ ὁ καὶ πρὸ τούτου δι' ἱκετηρικῶν εὐχῶν ἐπιζητούμενος ἀναγορεύεται αὐτοκράτωρ Βασίλειος. ος αμα τῷ παρελθεῖν ἐπὶ τὴν τῶν ολων ἀρχὴν καὶ ἑαυτὸν καὶ τὰς τοῦ κράτους ἡνίας θεῷ ἀνατέθεικεν, εὐξάμενος ἐπὶ λέξεως τάδε "Χρι- στὲ βασιλεῦ, τῇ σῇ κρίσει τὴν βασιλείαν δεξάμενος σοὶ καὶ ταύ- την καὶ ἐμαυτὸν ἀνατίθημι." προσκαλεσάμενος δὲ αὐτίκα τοὺς τῆς γερουσίας προκρίτους καὶ ἐν ἀξιώμασι προύχοντας, μετ' αὐ- τῶν τὸν τῶν βασιλείων θησαυρῶν ἀνέῳξε φύλακα· καὶ οὐδὲν ετε- ρον ἐκ τοῦ τοσούτου τῶν χρημάτων πλήθους εὑρέθη πλὴν τρία καὶ μόνα, καθὼς ηδη καὶ πρὸ ὀλίγου μοι ειρηται, κεντηνάρια. ζητήσας ουν ὁ βασιλεὺς τὴν τῆς ἐξόδου καταγραφήν, καὶ ταύτην εὑρὼν παρά τινι τῶν εὐνούχων γέροντι τῷ πρωτοσπαθαρίῳ Βασι- λείῳ, καὶ γνοὺς οπου ταῦτα ἐχώρησε, βουλὴν περὶ τούτου τοῖς ἀρίστοις προύθηκεν· ων ἡ ψῆφος ὁμοφώνως συνᾴδουσα αὐτοὺς ἐκείνους τοὺς κακῶς ταῦτα λαβόντας ἀντιστρέψαι πρὸς τὸ δημό- 256 σιον, ὁ βασιλεὺς τὸ αγαν ὑποθραύων δίκαιον τὰς ἡμισείας ωνπερ ελαβον εκαστοι ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέλευσε. καὶ ουτως συνέβη κἀκείνοις, εἰ καὶ ἀνάξιοι πάσης φιλοτιμίας ἐτύγχανον, οὐκ ὀλίγον ετι περιλειφθῆναι τῆς δωρεᾶς, καὶ τῷ βασιλικῷ θησαυροφυλακίῳ τριακόσια ἐπεισαχθῆναι κεντηνάρια, ἀφ' ων ἐν τοῖς ἐπείγουσιν ηρξατο χορηγεῖν καὶ δεόντως ὁ βασιλεὺς διοικεῖν. 29 Κατὰ δὲ τὴν ἡμέραν καθ' ην ἐπὶ τὴν αὐτοκράτορα ηλθεν ἀρχὴν ὁ Βασίλειος, ωσπερ ἐνδεικνυμένου θεοῦ τὴν ἐπὶ τὰ κρείττω τῶν ̔Ρωμαϊκῶν πραγμάτων μεταβολήν, συνέβη πολλῶν ἐπινικίων ἀγγελίαν τὴν βασιλεύουσαν ταύτην καταλαβεῖν καὶ ἀνάρ- ρυσιν πλήθους αἰχμαλώτων Χριστιανῶν ἀγγελθῆναι. πρόοδον ουν ὁ βασιλεὺς ἐπὶ τὸν μέγαν τοῦ θεοῦ ναὸν τὸν τῆς ἐκείνου σο- φίας ἐπώνυμον ποιησάμενος, καὶ τὰς περὶ πάντων ὁμοῦ εὐχαρι- στίας αὐτῷ ἀποδούς, ἐν τῷ ὑποστρέφειν ὑπάτευσεν, καὶ χρήματα πολλά, οὐκ ἐκ τῶν δημοσίων (οὐδὲ γὰρ ην) ἀλλ' ἐκ τῶν οἰκείων, α ἐκέκτητο πρότερον, τοῖς ὑπηκόοις διένειμεν. καὶ ἡ τούτου δὲ σύζυγος Εὐδοκία ἡ βασιλὶς αμα τοῖς υἱοῖς Κωνσταντίνῳ καὶ Λέοντι ὑπατεύσασα πολλὰ τῇ πολιτείᾳ χρήματα ἀπὸ τῶν ἑαυτῆς ἐδωρή- σατο. πλὴν εἰ καὶ τότε ετι ἐσπάνιζε χρημάτων ὁ βασιλεύς, ωσπερ ειρηται, ἀλλὰ μετὰ ταῦτα προσεγένετο καὶ ἑτέρων χρημάτων πλῆ- θος αὐτῷ ἱκανόν, τοῦτο μὲν θεοῦ διὰ τὸν πρὸς τοὺς πένητας ελεον αὐτοῦ καὶ τὴν δικαιοσύνην πολλοὺς τῶν ὑπὸ γῆν θησαυρῶν ἐν 257 ταῖς ἡμέραις αὐτοῦ εἰς φῶς εὐδοκήσαντος προελθεῖν, τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἐν τῷ εἰδικῷ εὑρεθέντος χρυσοῦ, ον ὁ προβεβασιλευκὼς Μιχαὴλ τὰ κάλλιστα τῶν εργων συγχωνεύσας, λέγω δὴ τὴν χρυ- σῆν ἐκείνην καλουμένην πλάτανον καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας καὶ τοὺς δύο χρυσοῦς σφυρηλάτους λέοντας καὶ τὸ ὁλόχρυσον οργανον καὶ ετερα τῶν ἐπὶ τῆς τραπέζης χρυσωμάτων εργα διά- φορα καὶ τὰς βασιλικάς τε καὶ αὐγουστιακὰς στολὰς καὶ τὰς αρ- χουσι μεγάλοις ἁρμοζούσας ἐσθῆτας, πάσας τυγχανούσας χρυ- σοϋφεῖς· α δὴ πάντα συγχωνεύσας, ὡς λέλεκται, εἰς τὰ καθ' ἡδονὴν αὐτῷ εμελλεν ἀποχρήσασθαι· προαναρπασθέντος δὲ ἐκεί- νου εὑρέθη ὁ χρυσός, καὶ χαραχθεὶς εἰς απαντα γέγονε χρήσιμος τῷ βασιλεῖ. δεῖ γάρ, φησί, χρημάτων, καὶ ανευ τούτων οὐδὲν εστι γενέσθαι τῶν δεόντων. ἀλλὰ τοῦτο μὲν υστερον. 30 Τότε δέ, ἐπείπερ ἐπὶ τῶν τῆς ἀρχῆς οἰάκων ὑπὸ τῆς προνοίας προβιβασθεὶς ἐκάθισεν ὁ Βασίλειος, εὐθὺς ἀπὸ γραμ- μῆς, φασίν, αξιος ἐσπούδαζε φανῆναι τοῦ μεγέθους τοῦ πράγμα- τος, καὶ νύκτωρ διηγρύπνει καὶ μεθ' ἡμέραν διεσκόπει, πάντα κινῶν λογισμὸν καὶ