96
τῆς ἀδικίας ἐπενοή- σατο ἐξολόθρευσιν, ἀλλὰ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος ἐπέ- δωκε· καὶ οταν ετυχε τῶν στρατειῶν σχολάζων καὶ τοῦ χρηματί- ζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, αὐτὸς τῶν βασιλείων ὑποκατ- ιὼν καὶ εἰς τὸ διὰ τοὺς πανταχόθεν εἰς αὐτὸ συντρέχοντας, ὡς εοικεν, λεγόμενον Γενικὸν καθεζόμενος τοὺς ὑπὸ τῶν εἰσπραττόν- των τοὺς δημοσίους φόρους πολλάκις, οια συμβαίνει, διὰ τὸ μέ- γεθος τῆς ἀρχῆς ἀδικουμένους καὶ ωσπερ εἰς κοινὸν πρυτανεῖον εἰς τὸ τοιοῦτον διαιτητήριον καταφεύγοντας καὶ τὰς οἰκείας ἐγκλήσεις προβαλλομένους μετὰ πόνου πολλοῦ καὶ συχνῆς ἐπιμελείας ἐξήτα- ζεν, καὶ ουτω τοῖς ἀδικουμένοις ἐπήμυνεν καὶ τοὺς ἀδικοῦντας επαυε διὰ τῆς νομίμου τιμωρίας τοῦ μηκέτι τολμᾶν τὰ τοιαῦτα ποιεῖν. χρόνοις δὲ υστερον λέγεταί ποτε κατελθεῖν εἰς τὴν τοιαύ- την διατριβὴν πρὸς τὴν τῶν ἀδικουμένων ἐκδίκησιν· ὡς δ' ετυχεν 261 οὐδεὶς ἐγκαλῶν, ὑποτοπήσας ὑπό τινων τῆς πρὸς αὐτὸν εἰσόδου ἀνείργεσθαι, τοὺς περὶ αὐτὸν δορυφόρους ἀπέστειλε ζητοῦντας κατὰ πολλὰ μέρη τῆς πόλεως ει τις εστι κατά τινος ποιούμενος εγκλη- σιν· ὡς δ' ἐπανῆλθον ουτοι μηδένα μηδαμοῦ εὑρηκέναι λέγοντες ἐγκαλοῦντα κατά τινος, δακρῦσαί φασι τὸν γενναῖον ἐκεῖνον ὑφ' ἡδονῆς, καὶ ουτω τὴν εὐχαριστίαν ἀποδοῦναι θεῷ. ὁρῶν δὲ οτι εστι τις τοῖς πονηροῖς εἰς τὸ ἀδικεῖν ἀφορμὴ ἀπὸ τοῦ διὰ τὸ σύν- τομον τοῖς τῶν ἀριθμῶν μορίοις καὶ μέρεσι τοῦ ἡμίσεως καὶ εκτου καὶ δωδεκάτου τυχὸν κεχρῆσθαι τοῖς παλαιοῖς ἐν ταῖς ἀναγραφαῖς τῆς τῶν φόρων εἰσπράξεως, ἠθέλησε καὶ τὴν τοιαύτην τῶν ἀδι- κεῖν βουλομένων περιελεῖν ἀφορμήν, καὶ διωρίσατο καὶ γράμμασι λιτοῖς, α καὶ τοῖς ἀγροίκοις ἀναγινώσκειν ἐστὶν ἐν δυνατῷ, καὶ ὁλογράφοις καὶ φανεραῖς ταῖς ψήφοις τῆς δηλουμένης ποσότητος τοὺς τῶν ἀπαιτήσεων γράφεσθαι κώδικας, οικοθεν τὸ εἰς τοῦτο τάξας ἀνάλωμα καὶ τῶν χαρτίων καὶ τῆς γραφῆς καὶ τῶν γρα- φέων, πρὸς τὸ μὴ ἀδικεῖσθαι τοὺς πένητας. καὶ τοῦτο μὲν τοιοῦ- τον καὶ τοσοῦτον τῆς περὶ τὸ ὑπήκοον κηδεμονίας αὐτοῦ καθέστηκε γνώρισμα, καὶ οτι ὑπ' οὐδενὸς οὐδένα ἀδικεῖσθαι ἐβούλετο. καὶ τοιοῦτος μὲν ην περὶ τὰ πολιτικὰ καὶ δημόσια. 32 Μὴ βουλόμενος δὲ μηδὲ τῶν ἐκκλησιῶν τοῦ θεοῦ δοκεῖν ἀμελεῖν (πάντως γὰρ ὡς ἐν τῷ κοσμικῷ περιεχόμεναι σκάφει, ὑπὸ τὴν πρόνοιαν τοῦ κρατοῦντος καὶ αυται τυγχάνουσιν, ἐκείνου 262 δὲ καὶ μᾶλλον ατε θεοφιλοῦς καὶ πολλὴν περὶ τὰ θεῖα κεκτημένου εὐλάβειαν), ἐπεὶ γοῦν καὶ ταύτας οιον ειναι ἐν σάλῳ τινὶ καὶ ταρά- χῳ τυγχανούσας ἑώρα διὰ τὸ τῆς κοινῆς λύμης ὑπὸ τοῦ προάρξαν- τος καὶ ταύτας μεταλαχεῖν καὶ ἐξωσθῆναι μὲν τῆς οἰκείας καθέ- δρας καὶ ποίμνης τὸν ἐννόμως τούτων κατάρχοντα, ἀντεισαχθῆναι δὲ ετερον, οὐδὲ τούτων ἠμέλησεν, ἀλλὰ διὰ κοινῆς συνόδου καὶ συνελεύσεως τῶν ἁπανταχόθεν ἀρχιερέων θεοῦ ταῖς ἐκκλησίαις τὸν σάλον κατὰ τὸ ἐνδεχόμενον εστησεν, τήν τε πρὸ τούτου ἑβδόμην ἁγίαν σύνοδον ἐπικυρώσας, καὶ τοὺς περιλιπεῖς τῶν εἰκονομάχων αἱρετικῶν τῷ ἀναθέματι δούς, καὶ τὸν γνήσιον νυμφίον τῇ ἐκ- κλησίᾳ καὶ τοῖς τέκνοις τὸν πατέρα κανονικῶς παρασχών, τὸν δὲ ἀντεισαχθέντα σχολάζειν κελεύσας εως τοῦτον πρὸς ἑαυτὸν μετα- στήσει ὁ κύριος, καὶ ουτω μὲν ευ καὶ καλῶς τὰ κατὰ τὴν ἐκκλη- σίαν διέθετο, καὶ τὴν ἐνδεχομένην καὶ ταύτῃ γαλήνην τῇ οἰκείᾳ σπουδῇ καὶ προμηθείᾳ παρέσχετο. 33 Εὑρὼν δὲ καὶ τοὺς πολιτικοὺς νόμους πολλὴν ἀσά- φειαν καὶ σύγχυσιν εχοντας διὰ τὴν ἀγαθῶν ωσπερ καὶ πονηρῶν συναναστροφήν, λέγω δὴ τὴν τῶν ἀνῃρημένων καὶ πολιτευομένων ἀδιάκριτον καὶ κοινὴν ἀναγραφήν, καὶ τούτους κατὰ τὸ προσῆκον καὶ ἐνδεχόμενον προσφόρως ἐπηνωρθώσατο, τὴν τῶν ἀνῃρημένων ἀχρηστίαν περιελών, καὶ τῶν κυρίων ἀνακαθάρας τὸ πλῆθος, καὶ 263 ωσπερ ἐν συνόψει, ἐν κεφαλαίοις διὰ τὸ εὐμνημόνευτον τὴν προ- τέραν ἀπειρίαν περιλαβών. 34 ̓Αλλ' ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ παραφύεται φθόνος ὡς τοῖς γλυκέσι μάλιστα τῶν ξύλων οἱ σκώληκες, καὶ τῇ κοσμικῇ εὐετηρίᾳ καὶ εὐθηνίᾳ