1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

97

βασκαίνοντα τὰ φαῦλα δαιμόνια διὰ πονη- ρῶν ἀνθρώπων πειρᾶται τὴν τῶν ἀγαθῶν συνταράξαι φοράν, ἐκ τούτων καὶ τούτῳ συσκευὴν ἐπιβουλῆς, μετὰ καὶ πρὸς φόνον ὁπλί- ζεται Συμβάτιος καὶ Γεώργιος μετὰ στίφους ἀποφράδων ἀνθρώ- πων καὶ δυσσεβῶν. οὐ συγχωροῦντος δὲ πάντως, οὐδ' ἀνεχομέ- νου θεοῦ τὴν κακίαν δι' ἐλαχίστου αυθις ἀναπαλαῖσαι τὴν οἰκείαν ητταν καὶ ἀπελάσαι τὴν εὐνομίαν καὶ δικαιοσύνην ἀπὸ τῆς γῆς, κατάδηλος ἡ τούτων πονηρία καθίσταται ἀφ' ἑνὸς τῶν συνωμο- τῶν. ἀκολουθησάντων δὲ τῶν ἐλέγχων ἐπήρτητο μὲν ἀπὸ τῶν νόμων αὐτοῖς ἡ ἐσχάτη τιμωρία, τουτέστι, μετὰ καὶ δήμευσιν καὶ τῶν οντων ἁπάντων εκπτωσιν, καὶ ἡ τῆς ζωῆς αὐτῆς ἀλλο- τρίωσις. ἀλλ' ἡ τοῦ γενναίου βασιλέως φιλανθρωπία μόνῃ τῶν ὀφθαλμῶν ἐκκοπῇ τὴν τιμωρίαν ὡρίσατο τέως τῶν προκαταρξάν- των τῆς πονηρᾶς συμβουλῆς· καὶ πλέον δ' αν τὴν εισπραξιν ἐμε- τρίασεν, εἰ μὴ τὴν εἰς τούτους ακραν φιλανθρωπίαν ἐγίνωσκε καὶ αλλους προτρέψεσθαι πρὸς τὴν μίμησιν καὶ τότε εἰς ἀνάγκην ὑπαχθῆναι αὐτὸν καὶ βαρυτέρας ἀνταποδόσεως. διὰ τοῦτο τῇ λεχθείσῃ ποινῇ τούτοις τε μετανοίας παρέσχε καιρὸν καὶ τοὺς λοι- 264 ποὺς τῶν πονηρῶν ἐσωφρόνιζε. βουλόμενος δ' ἐπὶ μᾶλλον ἀνα- στεῖλαι τὰς ὁρμὰς τῶν ἀδίκως ζητούντων ἀλλότριον θάνατον καὶ πᾶσαν αὐτῶν ἐλπίδα περιελεῖν, ἀνάγει πρὸς τὸ τῆς βασιλείας ἀξίωμα τοὺς τῶν παίδων καθ' ἡλικίαν προέχοντας, ηδη βασιλι- κῶς ἀναγομένους καὶ παιδευομένους καὶ εἰς πᾶσαν ἐκλάμποντας ἀρχικὴν ἀρετήν, Κωνσταντῖνον καὶ Λέοντα, οἱονεὶ κραταιοτέρας ῥίζας καὶ πλείονας βαλλόμενος τῇ ἀρχῇ, καὶ τοὺς εὐγενεῖς τῆς βασιλείας ορπηκας ἐπὶ ταύτης ὑψῶν. 35 ̓Αλλ' ἐπεὶ κατὰ τοῦτο τὸ μέρος ἐγενόμην τῆς διηγή- σεως, βούλομαι καὶ περὶ τῶν λοιπῶν αὐτοῦ παίδων ηδη διαλαβεῖν, οπως περὶ ἑκάστου αὐτῶν εὐσεβῶς ἐβουλεύσατο. κατὰ γὰρ τοὺς πάλαι τῶν εὐσεβῶν καὶ μακαρίων ἀνδρῶν, μᾶλλον δὲ καὶ ὑπὲρ ἐκείνους πολύπαιδα καὶ καλλίπαιδα καὶ τοῦτον εδειξεν ὁ θεός. μετὰ χρόνον τοίνυν τινὰ μεταδίδωσι τοῦ στέφους καὶ ̓Αλεξάνδρῳ τῷ τρίτῳ υἱῷ· τὸν δὲ τούτων νεώτατον Στέφανον, ὡς τὸν ̓Ισαὰκ ὁ ̓Αβραάμ, προσάγει θεῷ καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἐγκαταλέγει καὶ ἀφιεροῖ. τὴν θήλειαν δὲ γονὴν ἰσάριθμον ουσαν τῇ αρρενι ἐν ἱερῷ σεμνείῳ τῆς πανευφήμου μάρτυρος Εὐφημίας καθιεροῖ καὶ ὡς δῶρον δεκτὸν καὶ ἀνάθημα θεῷ ἀνατίθησιν, καὶ σχήματι καὶ καταστολῇ κοσμήσας ὁμοίως ταῖς καθαρῶς καὶ ἀμιάντως τῷ ἀθα- νάτῳ νυμφίῳ νυμφευομέναις παρθένοις Χριστῷ. ταῦτα δὲ εἰ καὶ τοῖς χρόνοις υστερον τυχὸν γέγονεν, ἀλλ' ουν ἐνταῦθα κείσθω 265 συνημμένα, ωσπερ τῇ φύσει, ουτω δὴ καὶ τῇ διηγήσει τῆς τε- τρακτύος τῶν ἀδελφῶν. 36 ̓Επεὶ ουν τὰ οικοι καλῶς ειχεν αὐτῷ καὶ κατὰ σκοπὸν εὐσεβῆ καὶ θεάρεστον, ἐκάλει δὲ αὐτὸν ἡ ζέουσα περὶ τῶν ολων φροντὶς καὶ πρὸς ὑπερορίους στρατείας, ὡς αν τοῖς οἰκείοις πόνοις καὶ τῇ αὐτοῦ ἀνδρίᾳ καὶ γενναιότητι πλατύνῃ μὲν τὰ ορια τῆς ἀρχῆς, πορρωτέρω δὲ συνώσῃ καὶ ἀπελάσῃ τὸ δυσμενές, οὐδὲ τούτων ἠμέλησεν, ἀλλὰ πρῶτα μὲν τοὺς στρατιωτικοὺς καταλόγους ἐλαττωθέντας ἐκ τοῦ περικοπῆναι τὰς διδομένας τούτοις φιλοτι- μίας καὶ ῥόγας καὶ τὰ βασιλικὰ σιτηρέσια διὰ νέων συλλογῆς τε καὶ ἐκλογῆς ἀνεπλήρωσεν καὶ διὰ τῆς τῶν δεόντων παροχῆς τε καὶ ἐπιδόσεως ερρωσεν· επειτα γυμνάσας τούτους ταῖς τακτικαῖς μελέ- ταις, καὶ τοῖς ἐνδελεχέσι πόνοις ἐμπείρους τῆς πολεμικῆς ἀγωνίας πεποιηκώς, καὶ εὐταξίας οτι μάλιστα λόγον εχειν ἐθίσας καὶ πε- φροντικέναι τοῦ εὐπειθοῦς, ουτω μετ' αὐτῶν ὑπὲρ τῶν φυλετῶν καὶ συγγενῶν καὶ ὑπηκόων κατὰ βαρβάρων ἐστράτευσεν. ῃδει γὰρ ὡς οὐδὲ τῶν βαναύσων καὶ χυδαίων τούτων τεχνῶν οὐδεμίαν εστιν εἰδέναι πρὸ τοῦ μαθεῖν, οὐδ' εστιν οστις διδασκάλου χωρὶς ουτε ὑποδηματοράφος, μήτι γε τῶν σπουδαιοτέρων τινὰ τεχνῶν κατ- ωρθωκὼς φαίνεται. τὴν δὲ πολεμικὴν ἐπιστήμην η τέχνην εἰ δίχα μαθήσεως καὶ ἱκανῆς ἐμπειρίας ἐξῆν εἰδέναι τῷ