1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

99

ἐφεξῆς πυρπολήσαντες χώρας καὶ τὸ Σαμόσατον ἐκπορ- θήσαντες, καὶ τῇ αὐτῇ ῥύμῃ τὸν Εὐφράτην περάσαντες κατὰ πολλὴν ἐρημίαν τῶν κωλυσόντων διὰ τὸ παραστρατοπεδεύειν τοὺς πολεμίους τῷ βασιλεῖ, καὶ πολλὴν λαβόντες αἰχμαλωσίαν καὶ λάφυρα, ὑπέστρεψαν πρὸς τὸν αὐτοκράτορα ετι πρὸς τῷ Ζαρ- νοὺχ ποταμῷ, ενθα τὸ Κεραμίσιον ἐστί, διατρίβοντα καὶ ἀργεῖν μὲν δοκοῦντα, τὰ δὲ τοιαῦτα πανσόφως διὰ τῶν ὑπὸ χεῖρα κατα- πραττόμενον. 269 40 ̓Εντεῦθεν αρας ὁ βασιλεὺς μετὰ παντὸς στρατοῦ τὴν ὡς ἐπὶ Μελιτηνὴν ἀπάγουσαν διῄει ὁδόν. πρὸς δὲ ταῖς οχθαις τοῦ Εὐφράτου γενόμενος, ὡς ειδεν αὐτὸν ωρᾳ θέρους πλημμυ- ροῦντα καὶ πελαγίζοντα, τὸ δὲ προσκαθῆσθαι τῇ διαβάσει καὶ ταπεινὸν προσμένειν γενέσθαι τὸν ποταμὸν ἀγεννὲς ἐνόμισε καὶ ἀνάξιον τῆς περὶ αὐτὸν δυνάμεως, γεφύρᾳ τοῦτον εγνω διαλαβεῖν, καὶ πάντα πρὸς τὸ εργον σπουδῇ ηὐτρεπίζετο. θέλων δὲ τὸν κόπον παραμυθεῖσθαι τῶν οἰκείων στρατιωτῶν καὶ τοὺς πόνους ῥᾳδίως ὑποφέρειν πεῖσαι, αμα δὲ καὶ ἑαυτὸν ἐν τοῖς ἑκουσίοις ἀποτρύχειν πόνοις, ινα εἰ καὶ ἀκούσιος πολλάκις συμβῇ, μὴ ξενοπαθῇ μηδὲ ἀήθης εὑρίσκοιτο, συνεφήπτετο τοῦ εργου τοῖς στρατιώταις καὶ μάλα προθύμως, καὶ τὰ μείζονα βάρη τοῖς οἰκείοις αιρων ωμοις πρὸς τὴν γέφυραν διεκόμιζεν. ειδεν αν τις τότε ἰσομέγεθες βάρος ουπερ ὁ βασιλεὺς ῥᾳδίως ἐβάσταζε, τρεῖς τῶν στρατιωτῶν ὁμοῦ μόλις διακομίζοντας. ουτω δὲ τὸν Εὐφράτην περαιωθεὶς τὸ φρού- ριον εὐθὺς ο ̔Ραψάκιον λέγεται ἐξεπόρθησεν. ἰδίᾳ δὲ τοὺς Χάλ- δους καὶ Κολωνιάτας τὴν μεταξὺ χώραν Εὐφράτου καὶ ̓Αρσίνου κελεύσας καταδραμεῖν, λείας πολλῆς καὶ ἀνδραπόδων δι' αὐτῶν ἐκυρίευσεν καὶ τὰ φρούρια τό τε Κουρτικίου καὶ τὸ Χαχὸν καὶ τὸ Αμερ καὶ τὸ Μουρινὶξ καλούμενον καὶ τὸ Αβδελα ἐξεπόρθησεν. αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλών, εὐανδρούσῃ τότε καὶ πλῆθος ἐχούσῃ βαρβάρων συχνόν, οι πρὸ τῆς πόλεως μετὰ βαρβαρικῶν 270 ἀλαλαγμῶν καὶ φρυαγμάτων ἀπήντων αὐτῷ, τὴν οἰκείαν ἀρετὴν ἐπεδείξατο, ὡς μὴ μόνον τοὺς ὑπ' αὐτὸν ἀλλὰ καὶ τοὺς πολεμίους περιφανῶς ἐκπλαγῆναι τὴν ἀνδρίαν αὐτοῦ καὶ εὐχέρειαν. ἐμφρό- νως γὰρ αμα καὶ νεανικῶς προσμίξας τοῖς πολεμίοις, καὶ κατὰ χεῖρα γενναῖος φανεὶς καὶ τόλμῃ διαφέρων, καὶ παρὰ δεινὰ ὁρώ- μενος εὐθαρσής τε καὶ ἀκατάπληκτος, πρῶτος τοὺς ἀντιτεταγμέ- νους ἐτρέψατο φόνῳ πολλῷ· ειθ' ουτως οἱ σὺν αὐτῷ τοὺς κατ' αὐτοὺς εκαστοι καὶ μέχρι τοῦ αστεος ἀναιροῦντες ἐδίωκον, ὡς πολ- λοῖς νεκροῖς τὸ πρὸς τῆς πόλεως πεδίον καταστρωθῆναι καὶ τὸ πρὸ τοῦ τείχους υδωρ αιματι κερασθῆναι, πολλοὺς δὲ καὶ ζῶντας ἁλῶναι, καὶ αλλους τῷ δέει ἑκόντας αὐτομολῆσαι, τοὺς δὲ περι- λιπεῖς εἰς τὸ αστυ συγκλεισθῆναι καὶ τοῦ λοιποῦ ἐξόδου παντάπα- σιν ειργεσθαι. ενθα διενοεῖτο μὲν ὁ βασιλεὺς μηχανάς τε πήγνυ- σθαι καὶ απαν οργανον πολιορκητικὸν μεταπέμπεσθαι καὶ εργα τόλμης καὶ γενναιότητος περὶ τὴν τειχομαχίαν ἐνδείξασθαι· ὡς δὲ ἑώρα τὴν πόλιν τειχῶν τε περιβολῇ καρτερὰν καὶ πλήθει τῶν ἀπὸ τοῦ τείχους ἀμυνομένων δυσάλωτον, ἐπύθετο δὲ παρὰ τῶν αὐτο- μόλων καὶ ἐπιτηδείων εχειν ἀφθονίαν πολλὴν καὶ μὴ δεδιέναι χρο- νίαν πολιορκίαν, αρας ἐντεῦθεν τῇ Μανιχαίων προσέβαλε γῇ. δενδροτομήσας δὲ ταύτην καὶ τὰς οἰκίας πυρὶ δοὺς καὶ πᾶν δια- φθείρων τὸ ἐν ποσί, τὸ ̓Αργαοὺθ λεγόμενον αὐτῶν φρούριον καὶ τὸ Κουτακίου καὶ Στεφάνου καὶ ̔Ραχὰτ ἐμπρήσας κατέσκαψεν. 271 ειτα τὸν ὑπὸ χεῖρα πάντα λαὸν πλουσίως φιλοφρονησάμενος, καὶ τῶν ἀριστευσάντων εκαστον ἀριστείοις τιμήσας, μετὰ πολλῶν λα- φύρων καὶ νικητικῶν στεφάνων ὑπέστρεψε πρὸς τὴν βασιλεύουσαν· καὶ διὰ τῶν Χρυσῶν πυλῶν εἰσελθὼν ὡς οἱ πάλαι κατὰ τὴν μεγα- λόδοξον ̔Ρώμην τῶν αὐτοκρατόρων τοὺς θριάμβους κατάγοντες, καὶ τὰς παρὰ τοῦ δήμου νικητικὰς ἐκβοήσεις καὶ εὐφημίας δεξά- μενος, καὶ πρὸς τὸ μέγα τῆς τοῦ θεοῦ σοφίας ἀνάκτορον, ὡς τὰς εὐχὰς καὶ τὴν προσήκουσαν εὐχαριστίαν ἀποδώσων, εὐθὺς ὡς ειχεν ἐξ ὁδοῦ