1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

102

ἐννόμως τότε καὶ κανονικῶς τὸν σοφώτατον Φώτιον ἐπὶ τὴν σχολάζουσαν καθέδραν τῆς βασιλίδος τῶν πόλεων. οὐ μὴν οὐδὲ πρὸ τούτου διέλειπε φιλο- φρονούμενος αὐτὸν καὶ τιμῶν διὰ τὴν ἐν αὐτῷ παντοδαπῆ σοφίαν τε καὶ ἀρετήν, ἀλλὰ καν εἰ τῆς καθέδρας μετέστησεν, οὐδὲν τοῦ δικαίου θέλων αγειν ἐπίπροσθεν, ομως τῶν εἰς παραμυθίαν οὐδὲν ἐνέλειπε παρεχόμενος. οθεν κἀν τοῖς βασιλείοις διατριβὴν αὐτῷ 277 δοὺς τῶν οἰκείων παίδων ἀπέδειξε παιδευτὴν καὶ διδάσκαλον. ου- τως οὐδένα, καθ' οσον οιός τε ην, περιεώρα λυπούμενον, ἀλλὰ πᾶσιν εὐμενῶς τε καὶ προσηνῶς προσεφέρετο καὶ τὸν δυνατὸν τρό- πον οὐκ ἠμέλει παραμυθούμενος. 45 ̓Αλλὰ καίπερ ουτω πατρικῶς τε καὶ κηδεμονικῶς πρὸς τοὺς ὑπὸ χεῖρα διατιθέμενος, ειχεν ομως τοὺς μισοῦντας, μᾶλλον δὲ φθονοῦντας καὶ ἐπιβουλεύοντας αὐτοῦ τῇ ζωῇ. ὁ γὰρ ουτω λεγόμενος Κουρκούας ὑπὸ πλούτου καὶ τρυφῆς ἐξυβρίσας, ὡς εοικε, τυραννίδος ἐρᾷ, καὶ ὁμοφρόνων πληθὺν συνωμότας λαβὼν καιρὸν ἐζήτει τῆς ἐπιθέσεως. ὡς δὲ πρὸ τούτου τὰ τῆς συσκευῆς ἐξ ἑνὸς τῶν συνωμοτῶν ἐμηνύθη τῷ βασιλεῖ, παραδίδονται τοῖς νόμοις οἱ πονηροί. ἀλλὰ πάλιν ἡ τοῦ γενναίου βασιλέως φιλαν- θρωπία τὴν τῶν νόμων αὐστηρίαν παρέθραυεν καὶ τὰς ποινὰς ἐμε- τρίαζε· διὸ τοῦ προεξάρχοντος ἐκκοπέντος τοὺς ὀφθαλμούς, οἱ λοιποὶ διὰ τῶν εἰς τὸ σῶμα πληγῶν καὶ τῆς ἀφαιρέσεως τῶν τρι- χῶν φιλανθρώπως ἐσωφρονίζοντο. καὶ ουτοι μὲν ουτως πατρικῶς μᾶλλον η δεσποτικῶς πρὸς τὸ καθεστηκὸς ἐπανήγοντο. 46 Αὐτὸν δὲ οὐκ εια καθεύδειν ἡ ὑπὲρ τῶν ολων φρον- τὶς καὶ τὰ ετι περιλιπῆ τρόπαια. ἀλλὰ πρῶτον μὲν τὸ πλεῖστα τὴν ̔Ρωμαϊκὴν ἐπικράτειαν ὠφελοῦν ὀχυρώτατον κάστρον, τὸ Λοῦ- λον λεγόμενον, τῇ φθασάσῃ περιττῇ ῥᾳθυμίᾳ καὶ τῇ τῶν λυσιτε- 278 λῶν ὀλιγωρίᾳ αυτανδρον παρὰ τῶν ̓Αγαρηνῶν ληφθὲν καὶ διὰ τὴν ἀπὸ τοῦ τόπου ἀσφάλειαν ὀχυρωθὲν καὶ κρατούμενον, τῇ οἰκείᾳ συνέσει καὶ ἐπιμελείᾳ ὁ βασιλεὺς καὶ τῷ ἀφθόνῳ τῶν δωρεῶν, πειθὼ καὶ βίαν προσαγαγών, τῆς βαρβαρικῆς ἐπικρατείας μετέ- στησε καὶ πρὸς τὴν προτέραν ἐξουσίαν τῶν ̔Ρωμαίων μετήγαγεν· ἀφ' ου καὶ τὸ Μελοῦος κάστρον πρὸς αὐτὸν ἑκουσίως μετέθετο καὶ δεσπότην ἑαυτοῦ τὸν αὐτοκράτορα ἀνηγόρευσεν. τὴν δὲ τῶν Μανιχαίων πόλιν τὴν Καταβάταλα καλουμένην κατὰ τὸν καιρὸν ἐκεῖνον διὰ τῶν οἰκείων στρατηγῶν ἐξεπόρθησεν. ἀλλ' οὐ τοσοῦ- τον αὐτὸν ἡ δι' ἑτέρων πρόθεσις ευφραινεν, οσον ἠνία τὸ μὴ τοῖς αὐτοῦ πόνοις καὶ κινδύνοις τὰ τρόπαια ιστασθαι. διὰ τοῦτο αυθις καὶ Κωνσταντῖνον τὸν πρῶτον τῶν υἱῶν προσλαβόμενος, ὡς αν αὐτὸν οια γενναῖον σκύλακα πολεμίων γεύσῃ φόνου καὶ αὐτὸς αὐτῷ διδάσκαλος τῶν τακτικῶν καὶ τοῦ πρὸς τοὺς κινδύνους εὐθαρσοῦς παραστήματος γένηται, σὺν αὐτῷ κατὰ Συρίας ἐξώρμησε, καὶ τὴν πρὸς τῷ ̓Αργέᾳ Καισάρειαν τὴν πρώτην τῶν Καππαδόκων πόλιν καταλαβών, καὶ τακτικῶς τὸν ὑπ' αὐτὸν ἐξοπλίσας λαὸν λογάδων, ἐκ τούτων μοῖραν ἀπέτεμε καὶ ὡς προδιερευνητὰς καὶ προδιόπτας εμπροσθεν ἐξαπέστειλε, καὶ κατόπιν αὐτὸς μετὰ τῆς βαρείας δυνάμεως ειπετο, ινα ἐνεργοῦ μαχαίρας ἡγῆται τὸ ἀκμαιό- τατον, τὸ δὲ ετι στιβαρώτερον ἀπελαύνηται. οι τὰς ἐρήμους ὀξέως διαδραμόντες τὰ φρούρια, τό τε Ψιλοκάστελλον καὶ τὸ Παραμοκάστελλον, ἐξεπόρθησαν, καὶ τοὺς ἐν αὐτοῖς καταληφθέν- 279 τας ἠνδραποδίσαντο. καταπλαγέντες δὲ τῷ δέει τῆς ἐπιούσης δυνάμεως οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκου- σίως τῷ βασιλεῖ προσεχώρησαν. ὁ δὲ τοῦ Αμβρου υἱὸς ̓Απάβ-δελε ̓Αναζάρβης ἀμέρας, εως μὲν μακρὰν ἀπεῖχεν ὁ βασιλεύς, βαρβαρικῶς ἐθρασύνετο, τότε δὲ μετὰ τοῦ τῶν Μελιτηνῶν στίφους φυγῇ τὴν σωτηρίαν ἐπορίζετο, μόνην ἀσφάλειαν ἡγούμενος ἱκανὴν τὸ λαθεῖν οποι γῆς καταδέδυκεν. τῇ δὲ τῆς τοιαύτης ἐφόδου φθορᾷ καὶ τῆς Καϊσοῦ ητοι τῆς Κατασάμας καὶ τῆς ̔Ροβὰμ ητοι τῆς ̓Ενδελεχόνης ἡ πόρθησις γέγονεν, αμα δὲ καὶ ἡ τῆς ̓Ανδάλου καὶ ἡ τῆς ουτω λεγομένης ̓Ερημοσυκαίας, οτε