1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

103

καὶ Σήμας ἐκεῖνος ὁ τοῦ Ταήλ, τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν ̔Ρωμαίων λυμαινόμενος ἐσχατιάς, πρὸς τὸν βασιλέα κατέφυγεν. 47 Εἰ δὲ συντόμως καὶ ψιλῶς τὰ ουτω μεγάλα οἱονεὶ κατ' ἐπιδρομὴν ἀπαγγέλλομεν, μηδεὶς θαυμαζέτω, ἀλλὰ μηδὲ ἐγκα- λείτω. αμα γὰρ τὴν ταχύτητα τῶν πράξεων ἐκείνων μιμεῖσθαι ἡ διήγησις εοικεν, καὶ διὰ τοῦτο ουτως ἐστὶν ἁπλῆ τε καὶ ἐπιτρέ- χουσα· θᾶττον γὰρ ᾑρέθη τότε ἐκεῖνα καὶ τῶν πράξεων ελαβε τὴν συντέλειαν η νῦν ἀπήγγελται. αλλως τε καὶ ἐπεὶ ὁ χρόνος ηδη ῥεύσας διὰ μέσου πολὺς τὰ καθ' εκαστα τῶν εργων διὰ τῆς μετα- ξὺ σιγῆς οιον ἠμαύρωσε, καὶ ουτε παρατάξεων τρόπους ουτε προσβολῶν ἐφόδους ουτε φαλάγγων ἐκτάσεις καὶ συστολὰς ουτε στρατηγημάτων ἐπικαίρους χρήσεις εἰδέναι καὶ ἀπαγγέλλειν εχο- 280 μεν, οὐκ εστι περὶ τὰ κατὰ μέρος ἐγχρονίζειν καὶ οιον ἐμφιλοχω- ρεῖν, ἐξ ων πλατύνεται τὸ διήγημα. τὰ δὲ ἀμάρτυρον εχοντα τὴν πίστιν, εἰ καὶ λέγεται πολλάκις, ἀλλ' ἡμεῖς ἀβασανίστως προσδέχεσθαι οὐ βουλόμεθα διὰ τὸ μὴ δόξαι πεπλασμένην μὴ γεγονότων πραγμάτων διήγησιν ἀνατιθέναι τῷ βασιλεῖ, μάλιστα οτι οὐδὲ ἐκεῖνος ετι ζῶν τὰ πρὸς χάριν θωπευτικῶς ὑποτρέχοντα ῥήματα ἐφαίνετο προσιέμενος. οἱ δὲ μηδὲ τὰ παρὰ πάντων ὁμο- λογούμενα δυνάμενοι η σχολάζοντες παραδοῦναι γραφῇ σχολῇ γε αν περὶ τὰ ἀμφίβολα τὸν λόγον ἀπομηκύνοιμεν. ἀλλ' ἀνακρουέ- σθω καὶ καθ' ὁδὸν τῆς ἐξ ἀρχῆς διηγήσεως ὁ λόγος ἀνατρεχέτω. 48 Μετὰ ταῦτα τοίνυν τὸν ̓Ονοπνίκτην λεγόμενον ποτα- μὸν καὶ τὸν Σαρὸν διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατεύματος ηλθε πρὸς Κουκουσόν, καὶ τὰς ἐκεῖσε λόχμας ἐμπρήσας καὶ τὴν αβατον τῇ τῶν δένδρων ἐκτομῇ βατὴν πεποιηκὼς τῶν ἐν ταύταις λόχων ἐκράτησε. πρὸς δὲ τὴν Καλλίπολιν καὶ Παδασίαν φθά- σας, ειτα διὰ δυσβάτων ὁδεύων ὁδῶν, τοῦ ιππου ἀποβὰς πεζὸς διεξῄει τὰ στενὰ τῆς ὁδοῦ, διὰ τοῦ οἰκείου κόπου τὸ ἀσθενὲς τῶν ὑπὸ χεῖρα παραμυθούμενος. τηνικαῦτα δὲ τῇ Γερμανικείᾳ προσ- βαλών, ἐπεὶ τὸ ἀνθιστάμενον απαν ἐκ ποδὸς ἐχώρει καὶ τοῖς τεί- χεσι συνεκλείετο καὶ οὐδεὶς τῶν πολεμίων ἐτόλμα εἰς χεῖρας ἐλθεῖν, τὰ περὶ αὐτὴν πάντα πυρὶ παραδοὺς καὶ τὰ πρὸ τῆς πόλεως κάλλη 281 ὡς πεδίον δείξας ἀφανισμοῦ πρὸς Αδατα παρεγένετο. τῶν δὲ τῆς τοιαύτης πόλεως μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις διαγωνίζεσθαι, ἀλλ' ἐντὸς τῶν τειχῶν συνελαθέντων καὶ διεγνωκότων τὴν πολιορ- κίαν ὑφίστασθαι, αὐτὸς τὰ πρὸ τῆς πόλεως καταληϊσάμενος, καὶ τὸ παρακείμενον πολίχνιον, οπερ ἐκάλουν Γέροντα, ἐκπορθήσας καὶ διαρπαγῆναι ἐφείς, καὶ προθυμοτέρους ἀπὸ τῶν ὠφελειῶν πρὸς τὸ πονεῖν τοὺς στρατιώτας πεποιηκώς, αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ ταῖς πρὸς πολιορκίαν ἐκέχρητο μηχαναῖς, καὶ ἐπ' ἐλπίδος ην οὐ μικρᾶς διὰ τὸ βάρος τῆς περὶ αὐτὸν δυνάμεως κατὰ κράτος τὴν πόλιν ἑλεῖν. ὁρῶν δὲ τοὺς ενδον ἀδεῶς τὰ προσ- πίπτοντα φέρεσθαι, καὶ οὐ ταραττομένους ἐπὶ προδήλῳ σχεδὸν ὀλέθρῳ τῆς πατρίδος αὐτῶν, ἐφ' οτῳ πεποιθότες ὀλίγον αὐτοῦ λόγον τῷ δοκεῖν ποιούμενοι φαίνονται ἐπυνθάνετο. καὶ δὴ παρ' ἑνὸς ἀκούσας τῶν ἐγχωρίων ὡς ὑπό τινος τῶν παρ' αὐτοῖς εὐλα- βῶν, ειτε ἀπό τινος θειοτέρας γνώσεως ειτε ἀπὸ ἐπιστημονικῆς μεθόδου γινώσκοντος, πληροφορίαν δεδεγμένοι τυγχάνουσιν οὐχ ὑπὸ σοῦ τοῦ νῦν πολιορκοῦντος αὐτούς, ἀλλ' ὑφ' ἑτέρου τινὸς τῶν κατὰ γένος σοι προσηκόντων, Κωνσταντίνου καλουμένου, πε- πρωμένον ειναι τὴν τοιαύτην ἁλῶναι πόλιν· καὶ διὰ τοῦτο τοῖς προσπίπτουσι μὴ ἐκπλήττεσθαι. τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος καὶ ὡς ουτω καλεῖται διδάξαντος, καὶ μηδὲ τὸ παρ' αὐτοῖς εἰπόντος διαπίπτειν πάντως πυθόχρηστον ἐν τῷ νῦν τὴν πόλιν ἁλίσκεσθαι, οὐ τοσοῦτον ὁ ἐξηγούμενος ελεγε τὸν Κωνσταντῖνον ἐκεῖνον ειναι 282 ος αὐτῶν μέλλει τὴν πόλιν ποιεῖσθαι ἀνάστατον, αλλον δέ τινα μετὰ χρόνον συχνὸν τῶν ἀπογόνων τῶν σῶν. ἐφ' οις ἐκεῖνος οιον διοργισθείς, καὶ βουληθεὶς ἐξελέγξαι δι' εργου λόγον αλλως κενὸν