105
Ταρσοῦ παρετάξατο καὶ νενίκηκε. γράψαντος δέ ποτε πρὸς αὐ- τὸν τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ λόγους βλασφημίας καὶ ἀπο- νοίας μεστοὺς κατὰ τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ καὶ θεοῦ καὶ τῆς ὑπεραγίας αὐτοῦ μητρός, οτι ιδω τί σοι ὁ τῆς Μαρίας ὠφε- λήσει υἱὸς καὶ αυτη ἡ τοῦτον γεννήσασα ἐν τῷ μετὰ δυνάμεως ἁδρᾶς ἀπιέναι με κατὰ σοῦ, λαβὼν ἐκεῖνος τὸ λοίδορον γραμμα- 285 τεῖον μετὰ δακρύων πολλῶν τῇ εἰκόνι τῆς θεομήτορος, ἠγκαλισμέ- νον φερούσης καὶ τὸν υἱόν, προσανέθετο, ἐπειπὼν "ιδε, ω μῆ- τερ τοῦ λόγου τε καὶ θεοῦ, καὶ σὺ ὁ προαιώνιος ἐκ πατρὸς καὶ ὑπὸ χρόνον ἐκ τῆς μητρός, οια ὠνείδισε καὶ ἐφρυάξατο κατὰ τοῦ σοῦ περιουσίου λαοῦ ὁ βάρβαρος ουτος καὶ ἀλαζὼν ὁ νέος Σεναχη- ρίμ, καὶ γενοῦ βοηθὸς καὶ ὑπερασπιστὴς τῶν δούλων σου, καὶ γνώτω πάντα τὰ εθνη τὸ κράτος τῆς δυναστείας σου." ταῦτα πρὸς θεὸν μετὰ συντριβῆς καρδίας καὶ δακρύων πολλῶν προσευ- ξάμενος καὶ εἰπών, αρας τὰς ̔Ρωμαϊκὰς δυνάμεις ἀπῄει κατὰ Ταρσοῦ. καὶ δὴ κατὰ τὸν τόπον γενόμενος ος λέγεται Ποδανδός, ενθα καὶ ὁ ὁμώνυμος ῥεῖ ποταμός, τὸ βαρβαρικὸν ευρεν ἀντιπα- ραταττόμενον στράτευμα. προσβαλὼν δὲ μετὰ τῆς εἰς θεὸν πε- ποιθήσεως ὁ γενναῖος ουτος μετὰ τῆς περὶ αὐτὸν ἁπάσης δυνά- μεως, ην τοῖς παρακλητικοῖς τῶν λόγων πρότερον πρὸς τὸν ἀγῶνα ἐπέρρωσε, καὶ πολλὰ καὶ συνέσεως καὶ ἀνδρίας εργα ἐπιδειξάμε- νος, καὶ τῶν ὑπ' αὐτὸν δὲ ὑποστρατήγων ταξιαρχῶν τε καὶ λοχα- γῶν καὶ σύμπαντος τοῦ πλήθους ἀνδρικῶς ἀγωνισαμένων, τρέπε- ται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρότερον αὐτοῦ πε- σόντος τοῦ ἀμηρᾶ καὶ τῆς περὶ αὐτὸν ἀνθούσης πάσης δυνάμεως. ὀλίγοι δέ τινες τῶν ἐπὶ τοῦ χάρακος καὶ τῶν ἐν ἐσχάτοις που τε- ταγμένων, διαφυγόντες μόλις τὸν κίνδυνον, πρὸς Ταρσὸν ἀπο- σώζονται. θάψας ουν τοὺς οἰκείους, τοὺς δὲ πολεμίους εἰς ενα χῶρον συναγαγὼν καὶ μέγαν ἀπὸ τούτων ποιησάμενος κολωνόν, 286 ὡς ἀντὶ στήλης ειη καὶ τοῖς μετέπειτα, εἰς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λείας καὶ λαφύρων καὶ αἰχμαλώτων πολλῶν, σωφρόνως περὶ τὴν νίκην διατεθεὶς καὶ μόνου θεοῦ τὸ εργον ποιούμενος καὶ ἐκείνῳ ἐπιγράφων τὴν στρατηγίαν καὶ τὸ μέγα τοῦτο ἐκνίκημα. διὸ καὶ δείσας μὴ ἀπληστίᾳ νίκης καὶ τῇ ἐφέσει τοῦ πλείονος καὶ τὰ προϋπ- ηργμένα, οια συμβαίνει πολλάκις, τὸ τῆς Νεμέσεως λυμήνηται φθονερόν, ἀπέσχετο τοῦ πρόσω χωρεῖν. δῆλα δὲ τὰ καταπρα- χθέντα τῷ αὐτοκράτορι ποιησάμενος ἐκωλύθη διὰ τὸν τῶν ὁμοτί- μων φθόνον αξια τῶν εργων τὰ βραβεῖα λαβεῖν, οι συνεχῶς διε- θρύλουν προκαταλαμβάνοντες τὰς βασιλικὰς ἀκοὰς καὶ τὸν ανδρα διαβάλλοντες ὡς ἐθελοκακήσαντα καὶ ἀποστερήσαντα ̔Ρωμαίους τὴν αλωσιν τῆς Ταρσοῦ· "οτε" γάρ φασιν "εἰς χεῖρας ἡμῶν ταύ- την δέδωκεν ὁ θεός, εἰ ἐπεξῆλθε τῇ νίκῃ, τεθαρρηκότος τοῦ πλή- θους οις κατειργάσαντο, ἀπωλέσαμεν ταύτην τῇ ῥᾳθυμίᾳ τοῦ στρατηγοῦ." ὑφ' ων πολλάκις λεγομένων ὁ βασιλεὺς παραπεί- θεται (ἀπατῶνται γὰρ πολλάκις καὶ φρόνιμοι λεγομένων αὐτοῖς τῶν καθ' ἡδονὴν) καὶ παραλύει τῆς ἀρχῆς τὸν ̓Ανδρέαν ὡς μὴ τελείως ἐπεξελθόντα τοῖς κατὰ τῶν ἐχθρῶν ἀριστεύμασιν, καὶ ἀντ' ἐκείνου προβάλλεται εἰς τὸ τῶν ταγμάτων ἐξηγεῖσθαι καὶ παντὸς τοῦ στρατοῦ ἐκεῖνον τὸν Κεστὰ τὸν Στυππιώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνούμενον καὶ αλλα πολλὰ καὶ γενναῖα ἀφρόνως οἰόμενον καταπράξεσθαι. (51) ος αὐτίκα πάσας τὰς 287 ̔Ρωμαϊκὰς δυνάμεις λαβὼν καὶ ἐξορμήσας κατὰ Ταρσοῦ εδειξε τὸν ̓Ανδρέαν οὐκ ἐθελόκακον καὶ δειλὸν ἀλλὰ περιεσκεμμένον καὶ φρόνιμον καὶ αριστον στρατηγόν. ἡγησάμενος γὰρ τοὺς βαρβά- ρους ἑτοίμην λείαν καὶ οὐδὲν τῶν δεόντων προδιασκεψάμενος, οὐδὲ προλοχίσας, οὐδὲ στρατηγικῆς ἐμπειρίας καὶ εὐβουλίας ἐπά- ξιόν τι φρονήσας, πλησίον γίνεται τῆς Ταρσοῦ κατὰ τὸν τόπον ος Χρυσόβουλλον λέγεται, μετὰ φρονήματος ἀνοήτου καὶ θρά- σους ἀπερισκέπτου. οἱ δὲ βάρβαροι τὸ ἀπροφύλακτον αὐτοῦ κα- τασκεψάμενοι ἐκ τοῦ μήτε τόπους ὀχυροὺς καταλαβέσθαι μήτε χάρακα