1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

109

ποιήσασθαι τὸ λαλούμενον, εφη βού- λεσθαι τὸν ῥῆγα πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγ- γίας σιδηροδεσμίους ἐκπέμψαι ὡς οὐκ αλλως ουσης αὐτῷ ἀσφα- λοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. τῶν δὲ μὴ πάνυ πιστὸν τέως ἡγησαμένων τὸ μηνυόμενον, ζητούντων δὲ σαφεστέ- ραν ετι κατάληψιν, πάλιν πρὸς τὸν ῥῆγα ὁ Σολδάνος τοιαῦτα φησίν, ὡς οὐκ εστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατά- σχεσις, εως οἱ τούτων αρχοντες ἐνταῦθα ἐπιχωριάζουσιν· ἀλλ' εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, τούτους θᾶττον πρὸς Φραγγίαν δεσμίους ἀπόστειλον. πεισθεὶς ουν τοῖς τοιούτοις λόγοις ὁ ῥὴξ ἁλύσεις διωρίσατο συντόμως χαλκευθῆναι ὡς ἐπὶ χρείᾳ κατεπει- γούσῃ τινί. ἰδὼν ουν αυθις ὁ Σολδάνος τοὺς αρχοντας, "οὐδ' ετι μοι" φησὶ "πιστεύετε περὶ ων ελεγον; ἐρευνήσαντες ιδετε τί οἱ χαλκεῖς πάντες ἐργάζονται τῇ τοῦ ῥηγὸς προστάξει· καὶ ἐὰν 296 ευρητε ἁλύσεις τε καὶ δεσμά, μὴ ἀπιστήσητε τῶν πρὸς σωτηρίαν ὑμῶν λεγομένων ὑμῖν." γνόντες ουν ἐν τούτοις τὸν βάρβαρον οἱ αρχοντες ἀληθεύοντα οὐδὲ πρὸς ταλλα ετι ἠπίστησαν, τρόπον δὲ ἐζήτουν οπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ μετ' ὀλίγον πρὸς κυ- νηγέσιον ἐξελθόντος αὐτοῦ, ἀποκλείουσι κατ' αὐτοῦ τὰς πύλας καὶ οὐκέτι τὴν εισοδον συγχωροῦσιν αὐτῷ. ὁ δὲ μηδὲν ἐκ τούτου παραχρῆμα δυνάμενος πράξασθαι πρὸς τὴν ἰδίαν χώραν αυθις ἀνθυπενόστησε. (58) πρόσεισιν ουν τοῖς αρχουσιν ὁ Σολδάνος, τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν· ἡ δὲ ην τὸ πρὸς τὴν οἰκείαν πατρίδα συγχωρηθῆναι αὐτῷ ἀπελθεῖν. συγχωρηθεὶς ουν καὶ κατὰ Καρχηδόνα γενόμενος καὶ τὴν οἰκείαν ἀρχὴν ἀπολαβὼν καὶ τοῦ κακὸς ειναι μὴ ἐκστὰς ἐκστρατεύει κατὰ Καπύης τε καὶ Βενε- βενδοῦ, τὰ χαριστήρια τούτοις τῆς σωτηρίας ἀποδιδούς. οἱ δὲ πρὸς τὸν ῥῆγα διαπρεσβεύονται. ἀλλὰ μεθ' υβρεως ἀποπέμπον- ται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐτῶν. στέλλουσιν αγγελον πρὸς τὸν βασιλέα οἱ τῶν τοιούτων κάστρων ἐξηγούμενοι. συμ- παθὴς ουν ὁ βασιλεὺς καὶ φιλάνθρωπος ων θᾶττον ἐκπέμπει τὸν πρεσβευτὴν δηλώσοντα τούτοις προσδέχεσθαι συντόμως τὴν ἐν- τεῦθεν βοήθειαν. γίνεται δὲ τοῖς πολεμίοις ἐγκρατὴς ὁ τῆς ἀγγε- λίας διάκονος πρὸ τοῦ δοῦναι τὰς ἀποκρίσεις τοῖς ἀποστείλασι. λέγει ουν πρὸς αὐτὸν ὁ Σολδάνος ὡς εἰ ὑπηρετήσεις μου τῷ βου- λήματι, καὶ σωτηρίας ἀξιωθήσῃ καὶ δωρεῶν ἀπολαύσεις. τοῦ 297 δὲ συνθεμένου τὸ κεκελευσμένον απαν ποιεῖν, "βούλομαι" εφη "στῆναί σε τοῦ κάστρου ἐκτός, καὶ τοῖς ενδον εἰπεῖν ὡς ἐγὼ μὲν τὴν διακονίαν μου ἐξεπλήρωσα καὶ τὰ προσταγέντα μοι πάντα πε- ποίηκα· ἀλλ' ἐκ τοῦ βασιλέως βοήθειαν μὴ προσδέχεσθε· οὐ γὰρ ηκουσεν ὑμῶν τῆς δεήσεως." ὑποσχομένου δὲ αὐτοῦ ταῦτα ουτως ἐρεῖν, ἀποστέλλεται μετὰ τῶν τοῦ Σολδάνου ὑπηρετῶν τοῦ ταῦτα πρὸς τοὺς ἐν τῇ πόλει εἰπεῖν. ὁ δὲ πλησίον τοῦ τείχους γενόμενος, καὶ τοὺς πρώτους παραγενέσθαι τῆς πόλεως πρὸς τὴν ἀκρόασιν αἰτησάμενος, εφη "εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος καὶ ἐν χερσὶν ἡ σφαγή, ἀλλ' ομως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. πλὴν αἰτῶ καὶ ὁρκίζω ὑμᾶς ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ εκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ω κύριοί μου, εἰ καὶ νῦν ταῖς τῶν πολεμίων περιεσχέθην χερσίν, ἀλλ' ομως τὴν διακονίαν μου ἐπλήρωσα καὶ τὴν παρ' ὑμῶν πρεσβείαν τῷ βασιλεῖ ̔Ρωμαίων προσήγαγον, καὶ συντόμως προσδέχεσθε τὴν ἐκεῖθεν βοήθειαν. διὸ στῆτε γενναίως καὶ μὴ δειλανδρήσητε· ερχεται γὰρ ὁ ὑμᾶς ῥυόμενος, εἰ καὶ μὴ ἐμέ." ταῦτα ουν οἱ τοῦ Σολδάνου ὑπηρέται ἀκούσαντες καὶ πρὸς τὴν ἀπάτην ἐκμανέντες σφοδρῶς, εὐθέως αὐτὸν τοῖς ξίφεσι κατακόπτουσι. φοβηθεὶς ουν ὁ Σολδάνος τὴν ἐκ βασιλέως προσδοκωμένην δύναμιν ελυσε τὴν πολιορκίαν καὶ πρὸς τὴν οἰκείαν χώραν ὑπέστρεψεν. καὶ τὸ ἀπὸ τούτου διέμει- ναν πιστοὶ βασιλεῖ οἱ τῶν τοιούτων ἐξηγούμενοι κάστρων, καὶ ταῦτα πρὸς τὴν αὐτοῦ συνετήρησαν δούλωσιν. 298 59 Συνέβη δὲ κατὰ τοὺς καιροὺς ἐκείνους καὶ αλλον στό- λον ̓Αγαρηνῶν κατὰ τῆς