1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

112

η προσφθέγξασθαι, ἐπιτίμιον δὲ τῆς τόλμης ὁρίσασθαι θάνατον, καὶ τούτους ὡς δῆθεν ἐξάρχους τῶν λειποτακτησάντων ἐκείνων πλωΐμων ἐν τῷ ἱπποδρόμῳ διὰ μαστίγων ἐπεξελθεῖν, καὶ ἑτοίμως διὰ τῆς κατὰ τὴν πόλιν ἀγορᾶς περιηγκωνισμένους διεξελθεῖν, ειτα ποδοκάκαις ἀσφαλισθέντας ἐκπεμφθῆναι πρὸς Πελοπόννησον, ὡς αν ἐν τῷ τόπῳ οθεν ἀποφυγεῖν ἐνομίζοντο, καὶ τὴν προσήκου- σαν τιμωρίαν προσδέξωνται. ὑπηρετήσασθαι δὲ πρὸς τοῦτο ̓Ιωάν- νης ὁ στρατηγὸς ἐπετράπη Πελοποννήσου, ὁ λεγόμενος Κρητικός· ος τῇ βασιλικῇ κελεύσει καθυπουργῶν ἰσαρίθμους τῶν ἀποστα- λέντων δεσμίων ἐν Μεθώνῃ φούρκας στῆναι προσέταξε καὶ τοὺς ὡς ἐξάρχους τῆς φυγῆς πεμφθέντας ἀνεσκολόπισεν. απερ ὁ ̔Ρω- μαϊκὸς στόλος ἀκούσας τε καὶ ἰδὼν ἐκείνους τε ὡς δειλοὺς καὶ ἀθλίους ᾠκτείρησε καὶ αὐτὸς ἐπερρώσθη πρὸς τὰ δεινά, πᾶσαν ἀποθέμενος μαλακίαν τε καὶ τρυφήν, καὶ αγειν αὐτοὺς ταχέως πρὸς τοὺς ὑπεναντίους παρεκάλουν τὸν ἡγεμόνα. 63 ̓Εν τούτῳ δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατείας ἀπὸ 304 τῶν κατὰ Πελοπόννησον στρατιωτῶν καὶ Μαρδαϊτῶν ἀναπληρώ- σας, καὶ τὸν στρατηγὸν συνεργὸν προσλαβόμενος, πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ Σαρακηνῶν ηδη πολλὴν δειλίαν τοῦ ̔Ρω- μαϊκοῦ καταγνόντων στόλου διὰ τὸ δοκεῖν τὸν μεταξὺ χρόνον μά- την αὐτοῖς κατατρίβεσθαι, καὶ ἐπ' ἀδείας πολλῆς ἀπὸ τῶν οἰ- κείων ἐξερχομένων νεῶν καὶ τὰς ὑποκειμένας ληϊζομένων χώρας καὶ νήσους, ἐξαίφνης πλησίον αὐτῶν ἀφανῶς γεγονὼς ὁ τῶν ̔Ρω- μαίων στρατὸς ναυτικός, τὸ σύνθημα δόντος τοῦ στρατηγοῦ, ἐπι- τίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆ- ναι μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν δυστυχῶς ἀπεσφάτ- τοντο, καὶ αἱ τούτων ναῦς πυρὶ μετὰ τῶν ἐπιβατῶν καὶ τῶν σὺν αὐτοῖς κατεφλέγοντο. οσαι δὲ τὸν τοῦ πυρὸς κίνδυνον διέφυγον, ταύτας τῇ ἐν Μεθώνῃ τοῦ θεοῦ ἐκκλησίᾳ φέρων ὁ Νάσαρ ὡς χαριστήρια ἐδωρήσατο, καὶ ἀπὸ τῶν λαφύρων καὶ τῶν περιλει- φθέντων σωμάτων ὠφεληθῆναι τὸν ὑπ' αὐτὸν λαὸν συνεχώρησεν. δηλοποιεῖ δὲ ταῦτα θᾶττον τῷ βασιλεῖ, καὶ περὶ τοῦ τί χρὴ τὸ ἐντεῦθεν πράττειν καὶ ποῖ τραπέσθαι πυνθάνεται. ον ἐπὶ τοῖς πεπραγμένοις ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐγκε- λεύεται. 64 ̓Επεὶ ουν τοῖς προκατειργασμένοις πρόθυμος ην ὁ στρατός, διαπεραιοῦται πρὸς Σικελίαν καὶ Πάνορμον, καὶ τὰς ἐνταῦθα πόλεις, οσαι τοῖς ἐκ Καρχηδόνος ̓Αγαρηνοῖς ἐτέλουν ὑπό- φοροι, ἐπιὼν ἐληΐζετο· καὶ φορτηγῶν νεῶν καὶ σκαφῶν παμπολ- λῶν ἐκράτησεν, ων ὁ φόρτος ελαιόν τε δαψιλὲς ην καὶ αλλα τῶν 305 τιμιωτέρων πολλά. τοσοῦτον δέ φασιν ἐπευωνηθῆναι τότε τὸ ελαιον ἐκ τῆς τοιαύτης προσαγωγῆς ωστε ὀβολοῦ τὴν λίτραν πι- πράσκεσθαι. (65) διαπεράσας δὲ καὶ πρὸς τὰ τῆς ̓Ιταλίας μέρη ὁ αὐτὸς στόλος, καὶ ταῖς ὁπλιτικαῖς καὶ ἱππικαῖς τῶν ̔Ρωμαίων δυνάμεσιν ἑνωθείς, ων Προκόπιος ὁ τοῦ βασιλέως ἡγεῖτο πρωτο- βεστιάριος καὶ Λέων ὁ τῶν Θρᾳκῶν καὶ Μακεδόνων τότε στρα- τηγός, ον ̓Αποστύππην ἐκάλουν, πολλὰ καὶ ἐπωφελῆ τῇ ̔Ρωμαίων ἀρχῇ κατεπράξατο· τόν τε γὰρ ἐξ ̓Αφρικῆς αυθις ἐξελθόντα στό- λον ἐν τῇ νήσῳ τῇ καλουμένῃ Στῆλαι ὁ αὐτὸς Νάσαρ κατεπολέ- μησε, καὶ τὰ ὑπὸ τῶν ̓Αγαρηνῶν κατεχόμενα κάστρα εν τε Κα- λαβρίᾳ καὶ Λαγοβαρδίᾳ, πλὴν ὀλίγων πάνυ, πάντα τῆς βαρβα- ρικῆς χειρὸς ἠλευθέρωσε καὶ πρὸς τὴν ̔Ρωμαίων ἐξουσίαν μετή- γαγε. καὶ ουτω μὲν ὁ ναυτικὸς στρατὸς κρείττων δόλου καὶ φθόνου φανεὶς καὶ νεμέσεως μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν στεφάνων ἐπανῆλθε πρὸς βασιλέα, εὐφροσύνης ἐμπλήσας πᾶν τὸ πολίτευμα, καὶ βασιλεῖ πολλὰς ἀφορμὰς παρασχὼν τῆς πρὸς θεὸν εὐχαριστίας καὶ ἀνθομολογήσεως. 66 Αἱ πεζικαὶ δὲ δυνάμεις οὐ πάντῃ τὸν φθόνον διέφυ- γον, ἀλλ' εργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ κατειργάσαντο, ἐξ εριδος δὲ καὶ φιλονεικίας κατ' αὐτὸν τὸν ἀγῶνα συμπεσούσης ἀπώλεσαν τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος διενεχθέντος πρὸς τὸν Προκόπιον, συμβαλόντων δὲ ομως τοῖς πολεμίοις, συνέβη