113
306 τὸν μὲν ̓Αποστύππην μετὰ τῶν Θρᾳκῶν τε καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν τῶν ἐχθρῶν καὶ πολὺν φό- νον ἐργάζεσθαι, τὸν δὲ Προκόπιον μετὰ τῶν Σκλαβηνῶν τε καὶ δυτικῶν κατὰ τὸ ετερον μέρος ἀντιταττόμενον ὑπὸ τῶν ἐναντίων πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ συστρατηγοῦ βοηθείας πρὸς τὸ πονοῦν διὰ τὴν προηγησαμένην φιλονεικίαν, ἐτράπη καθα- ρῶς τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς ἐκεῖνος ἐσφάγη κατὰ τὴν δίωξιν, τοῦ ιππου συμπεσόντος αὐτῷ. τοιοῦτον δὲ τέ- λος τῆς μάχης ἐκείνης λαβούσης, θέλων τι καὶ ετερον λαμπρὸν ὁ Λέων ἐργάσασθαι, ὡς αν τὸ ἐκ τῆς εριδος συσκιάσῃ συμβάν, τό τε οἰκεῖον στράτευμα λαβὼν καὶ τοὺς ἐκ τῆς φυγῆς διασωθέντας τῶν ταττομένων ὑπὸ τὸν Προκόπιον συμπεριλαβὼν τὸ κάστρον κατεπολέμησε Τάραντος, ετι κατεχόμενον ὑπὸ τῶν ̓Αγαρηνῶν, καὶ τοῦτο κατὰ κράτος ειλε, καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἐξην- δραποδίσατο· ἐξ ων τό τε στρατιωτικὸν ἀποχρώντως ὠφεληθῆναι συνεχώρησε καὶ βασιλεῖ συχνὰ προσήγαγε λάφυρα. ἀλλ' οὐκ ἐπεῖδε τούτοις ἡδέως ὁ βασιλεύς, οὐδὲ ὡς ἀριστέα τὸν Λέοντα ἀντημείψατο, ἀλλ' ἐπεὶ διερευνώμενος ευρισκεν ἐκ τῆς συμπεσού- σης φιλονεικίας κατ' αὐτὴν τοῦ πολέμου συμβολὴν ἀπολωλέναι τὸν ὁμοστράτηγον, τῆς τε ἀρχῆς παρέλυσε καὶ ἐξόριστον ἐν τῷ ἰδίῳ οικῳ ἀπέστειλε πλησίον Κοτυαείου τυγχάνοντι. 67 Τοιαύταις δὲ καὶ μετὰ ταῦτα τύχαις ὁ ̓Αποστύππης 307 ἐχρήσατο. συμφρονήσαντες γὰρ κατ' αὐτοῦ ο τε πρωτοστράτωρ Βαϊάνος καὶ Χαμάρετος ὁ κουβικουλάριος καὶ πρῶτος τῶν οἰκειο- τάτων αὐτῷ γραφὴν κατὰ τοῦ ἰδίου δεσπότου πρὸς βασιλέα συνέ- θεσαν, δι' ης ἐδηλοῦτο καὶ ὁ τοῦ πρωτοβεστιαρίου Προκοπίου θάνατος γνώμῃ τοῦ κυρίου αὐτῶν γεγονὼς καὶ καθοσιώσεως εγ- κλημα καὶ αλλα τινὰ βαρέα καὶ δυσχερῆ. ην ὁ Χαμάρετος λα- βὼν καὶ πρὸς τὴν βασιλεύουσαν εἰσελθὼν τῷ βασιλεῖ ἐπιδέδωκεν. μαθόντες δὲ τοῦτο οἱ τοῦ ̓Αποστύππη υἱοί, ο τε Βάρδας καὶ ὁ ∆αβίδ, αὐτόχειρες τοῦ Βαϊάνου καθίστανται, τοῖς ξίφεσιν αὐτὸν ἀνηλεῶς κατακόψαντες. διὰ δὲ τὸ τοιοῦτον τόλμημα καὶ τὸ ἐκ βασιλέως δέος ωρμησαν μετὰ τοῦ πατρὸς πρὸς Συρίαν φυγεῖν. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς σὺν τάχει πολλῷ Βαρτζαπέδονα τὸν μαγκλαβίτην ἀπέστειλε πρὸς τὸ κατασχεῖν αὐτοὺς καὶ πρὸς αὐτὸν ἀγαγεῖν. ους ηδη πρὸς Καππαδοκίαν κατέλαβε, τὴν πρὸς Συ- ρίαν ὁδὸν συντόνως ἐλαύνοντας. πειραθεὶς ουν αὐτοὺς κατὰ τὸ πρόσταγμα τὸ βασιλικὸν κατασχεῖν, ἐκείνων δὲ ἀντιστάντων καὶ ἀμυνομένων εἰς δύναμιν, συνέβη κατὰ τὴν τοιαύτην ἁψιμαχίαν καὶ στάσιν σφαγῆναι τοὺς δύο τοῦ ̓Αποστύππη υἱούς, αὐτὸν δὲ ληφθῆναι καὶ δέσμιον ἀχθῆναι πρὸς βασιλέα κατὰ τὰς ἐν ̔Ιερείᾳ βασιλικὰς οἰκίας τὸ τηνικαῦτα τυγχάνοντα· ος τῇ κρίσει Μανουὴλ τοῦ μαγίστρου βασιλικῇ κελεύσει ὑποπεσὼν καὶ τὸν ενα τῶν ὀφθαλ- μῶν ἐκκοπείς, ἀφαιρεθεὶς δὲ καὶ τῶν χειρῶν τὴν μίαν διά τε τὴν 308 ενδειξιν τὴν κατ' αὐτοῦ καὶ διὰ τὴν πεῖραν τῆς πρὸς τοὺς πολε- μίους φυγῆς, τὸ λοιπὸν ἐν Μεσημβρίᾳ ἐξόριστος κατεγήρασε. καὶ τὰ μὲν κατὰ τὸν ̓Αποστύππην, οὐδὲ αλλως οντα χρηστόν, τοιοῦτον τέλος ἐδέξατο. 68 ̓Εν οσῳ δὲ τὰ κατὰ τὴν ἑσπέραν διὰ τῶν ὑποστρατή- γων τῷ βασιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας ἀναπνεύσαντες Αραβες ἀργεῖν τε καὶ σχολάζειν καὶ ῥαθυμοῦν νομίσαντες ἀνεθάρρησαν, καὶ τῶν κατὰ θάλασσαν ἀνθάπτεσθαι πραγμάτων πάλιν διέγνωσαν, καὶ δὴ κατά τε τὴν Αιγυπτον καὶ τὰς ἐν Συρίᾳ παρα- θαλασσίους πόλεις ναῦς τεκτηνάμενοι κατὰ τῆς ὑποφόρου ̔Ρω- μαίοις γῆς καὶ θαλάσσης ἐκστρατεῦσαι διενοοῦντο. κρίναντες δὲ δεῖν διὰ κατασκόπων πρότερον τὰ βασιλέως πράγματα κατιδεῖν, τὸν ἐποψόμενον εκαστα καὶ πρὸς αὐτοὺς ἀπαγγελοῦντα, ̔Ρωμαϊκῇ στολῇ καὶ γλώσσῃ χρώμενον, ἐξαπέστειλαν. ὁ δὲ βασιλεὺς ταῖς περὶ τοῦ κοινοῦ φροντίσιν ἀεὶ ἀγρυπνῶν καὶ τὰ δέοντα προπαρα- σκευαζόμενος, ἐπεὶ μηδὲ τὰ ἐν Συρίᾳ ναυπηγούμενα πλοῖα τοῦ- τον διέλαθε,