1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

116

καὶ ὑγρᾶς κατὰ ἀνατολὴν καὶ δύσιν, τοιαῦτα καὶ τοσαῦτα ἐτύγχανεν. 72 Χρὴ δὲ αυθις τὸν λόγον ἀναδραμεῖν ἐπὶ τὰς πράξεις ἐκείνας ων αὐτουργὸς ὁ βασιλεὺς ἐχρημάτιζεν, καὶ διηγήσασθαι οπως ἀεὶ τοῖς κοινοῖς ἐνασχολούμενος πράγμασι καὶ πρὸς τὴν κοσμικὴν ἐπιμέλειαν τεταμένην εχων διηνεκῶς τὴν διάνοιαν αλλοτε μὲν τὰ πρὸς τὸ δέον τῇ εμφρονι μεταχειρίσει κατηύθυνεν, αλλοτε δὲ τὴν ἀκοὴν ὑπετίθει καὶ ἐπιμελῶς ἠκροᾶτο ἱστορικῶν τε διηγη- μάτων καὶ πολιτικῶν παραγγελμάτων καὶ ἠθικῶν παιδευμάτων καὶ πατρικῶν τε καὶ πνευματικῶν νουθετημάτων καὶ εἰσηγήσεων, αλλοτε δὲ καὶ τὴν χεῖρα πρὸς τὸν γραφικὸν ἐξεπαίδευε καὶ κατηύ- θυνε κάλαμον, καὶ νῦν μὲν στρατηγῶν τε καὶ αὐτοκρατόρων ἀν- δρῶν ηθη καὶ βίους καὶ μεταχειρίσεις πραγμάτων καὶ πολεμικοὺς ἀγῶνας διηρευνᾶτο, καὶ ἀνασκοπῶν, τὰ κράτιστα τούτων καὶ ἐπαινούμενα ἐκλεγόμενος, εἰς οἰκείας πράξεις ἐσπούδαζε τὴν μί- μησιν κατατίθεσθαι, νῦν δὲ τῶν ἐν τῇ κατὰ θεὸν ἀρίστῃ πολιτείᾳ διαπρεψάντων ἀνδρῶν τοὺς βίους ἐπιμελῶς καταμανθάνων καὶ τὰς ἀλόγους ὁρμὰς τῆς ψυχῆς περιέκοπτεν, αὐτὸν ἑαυτοῦ δεικνύειν ἐθέλων πρὸ τῶν ἐκτὸς αὐτοκράτορα, καὶ πολλὴν ἐντεῦθεν ἐκαρ- ποῦτο ὠφέλειαν. διὸ καὶ τοὺς ετι τῷ βίῳ περιόντας τῶν μακα- ρίων ἀνδρῶν, τῶν τὴν αϋλον πολιτείαν διαζώντων ἐν τῇ ὑλώδει ταύτῃ ζωῇ καὶ πολίτευμα μεταθεμένων ἐν οὐρανοῖς, γνωρίζειν καὶ 315 ἐντυγχάνειν καὶ ὁμιλεῖν ἐποιεῖτο περὶ πολλοῦ καὶ ἐν μεγάλῃ φρον- τίδι ἐτίθετο. ὑπὸ δὲ τῆς αγαν εὐλαβείας οὐ πρὸς ἑαυτὸν αὐτοὺς μετεστέλλετο, ἀλλ' οὐδὲν τὸν βασιλικὸν ογκον τιθέμενος ἐβάδιζε πρὸς αὐτούς, καὶ τῶν εὐχῶν αὐτῶν μετελάγχανε, καί πως ταῖς ἐξ αὐτῶν εὐλογίαις ἐστεφανοῦτο καὶ πρὸς τὸν θεῖον ἐστηρίζετο φόβον καὶ πρὸς τὰ τοῦ θεοῦ δικαιώματα κατηυθύνετο. καὶ ἀπὸ τούτου διηνεκῶς ἐνδιαιτωμένην παρ' αὐτῷ τὴν τῶν ἀρετῶν ὑπῆρ- χεν ὁρᾶν τετρακτύν, καὶ ἐθαυμάζετο αὐτοῦ μετὰ τῆς ἀνδρίας τὸ φρόνημα καὶ μετὰ τῆς σωφροσύνης τὸ δίκαιον, καὶ πάντα ειχε τὴν πρὸς τὸ κρεῖττον ἐπίδοσιν. καὶ ἐδόκει αυθις ὁ βίος ἐπὶ τῆς ἀρχαίας γενέσθαι εὐταξίας καὶ καταστάσεως, αὐτοῦ τε διηνεκῆ κεκτημένου πρόνοιαν ὑπὲρ τοῦ εὐσταθεῖν τὸ ὑπήκοον καὶ ὑπὸ μη- δενὸς μηδένα ἐπηρεάζεσθαι, καὶ τῶν εἰς τὰς ἀρχὰς προβαλλομέ- νων ἑκάστοτε μιμεῖσθαι σπουδαζόντων τὴν δεσποτικὴν καὶ περὶ τὸ θεῖον εὐλάβειαν καὶ πρὸς τοὺς ἱερεῖς καὶ μονάζοντας αἰδῶ καὶ τὸν πρὸς τοὺς πένητας ελεον καὶ τὴν πρὸς πάντας δικαιοσύνην καὶ ἰσό- τητα. ἐκείνου γὰρ ην ἐντολὴ καὶ παράγγελμα τὸ μήτε τὸν ηττονα ὑπὸ τοῦ μείζονος καταδυναστεύεσθαι μήτε τὸν ὑπερέχοντα ὑπὸ τοῦ ἐνδεοῦς λοιδορεῖσθαι η διαβάλλεσθαι, ἀλλ' ἐκεῖνόν τε ὡς ἀδελφὸν ἀγκαλίζεσθαι καὶ περιέπειν τὸν πένητα, καὶ τοῦτον ὡς κοινὸν πατέρα καὶ σωτῆρα τὸν ὑπερέχοντα εὐλογεῖν καὶ ἀδόλως 316 αὐτῷ τὰ ἀγαθὰ παρὰ τοῦ κυρίου ἐπεύχεσθαι. ουτω δὲ τὸν βίον αὐτοῦ ῥυθμίζων καὶ τῆς θείας προνοίας τὴν οἰκείαν ἐξαρτῶν πολλὰ τῶν δεόντων κατὰ τοὺς υπνους ἐναργῶς ἐδιδάσκετο· καὶ οταν εμφροντις ἐπὶ τὴν κοίτην ῃει καὶ περί τινος τῶν κοινῶν ἐσφάδαζε μεριμνῶν, πολλάκις οναρ ἑώρα τὸ ἐκβησόμενον καὶ ἐπ' ἐλπίδος ἐγίνετο ἀγαθῆς καὶ τὸν τῆς ψυχῆς κατέστελλε θόρυβον. καὶ οὐ- δὲν θαυμαστὸν τοὺς λειτουργίαν ωσπερ τινὰ τὴν ἐπὶ τῆς γῆς ἐξου- σίαν ἀνύοντας καὶ τὴν θείαν τῷ οντι διακονίαν ἐκτελοῦντας ἐν τοῖς κάτω περὶ ἡμᾶς, καὶ πρὸς τὸ κρεῖττον ἀφωμοιωμένους παρά- δειγμα τὸν δυνατὸν τρόπον, ὑπὸ τῆς προνοίας παραθαρρύνεσθαι καὶ πρὸς τὸ συμφέρον ἰθύνεσθαι καὶ τὰ μέλλοντα προδιδάσκε- σθαι. 73 ̓Αλλ' οπερ ἡ ῥύμη τοῦ λόγου παρήνεγκε φέρουσα καὶ κατὰ τὸν οἰκεῖον ῥηθῆναι καιρὸν οὐκ ἐπέτρεψεν, ἐνταῦθα ηδη μετὰ τὸ σχολάσαι τῶν πολεμικῶν ἀγώνων τὸν λόγον καὶ τῶν πολεμικῶν ἀφηγήσεων καλὸν ἀναγράψασθαι. λέγω δὲ τὸ περὶ τὴν μνήμην καὶ ἀμοιβὴν τῶν ἐν τῇ ἐλάττονι ετι τύχῃ οντα θεραπευ- σάντων τὸν βασιλέα, καὶ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν