1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

118

τὸν αὐτὸν καὶ τὴν κάθοδον. (76) κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον καὶ ὁ περικαλλὴς ουτος ναὸς καὶ περίοπτος ᾠκοδομεῖτο ον νέαν βασιλικὴν ἐκκλησίαν λέγειν εἰώθαμεν, ος ἐπ' ὀνόματι τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ καὶ Μιχαὴλ τοῦ πρώ- του τῶν ἀγγέλων καὶ ̓Ηλιοὺ τοῦ Θεσβίτου ἠγείρετο. λαβοῦσα δὲ μέτρα τοῦ ενδον τούτου χωρήματος ἡ γυνὴ εἰργάσατο καὶ ἀπέ- στειλε νακοτάπητας μεγάλους, τοὺς παρ' ἡμῖν ἀπὸ τῆς εὐχῆς τὸ ἐπώνυμον φέροντας, ὑφ' ων απαν τὸ εδαφος, ἐκ διαφόρων ἐντί- μων λίθων, ψηφίδων δίκην ἐνηρμοσμένων, πρὸς ἀλλήλους συν- τεθειμένων, ποικιλίαν καὶ κάλλος ταώνων μιμούμενον, καλύπτε- σθαι εμελλε, θαύματος ἀξίους μεγέθει καὶ ὡραιότητι. ἀλλὰ καὶ καθ' εκαστον χρόνον, εως εζη ὁ βασιλεύς, οὐκ ἐλάττονα τῶν παρ' αὐτῆς εἰσαχθέντων ἀπέστελλεν. ἐπεὶ δὲ ετυχε μακρόβιον 320 γενέσθαι αὐτὴν καὶ πλέον τῆς τοῦ βασιλέως ζωῆς τὴν ἐκείνης ἐπεκταθῆναι ζωήν, ζῶντος δὲ ετι καὶ τοῦ προορατικοῦ ἐκείνου μοναχοῦ ηκουσε παρ' αὐτοῦ οτι μετὰ δεύτερον χρόνον μέλλει ἀπαίρειν τοῦ ζῆν, ἐπεθύμησε καὶ τὸν ἐκείνου υἱὸν Λέοντα, ηδη τὴν αὐτοκράτορα λαβόντα ἀρχήν, ἀνελθοῦσα ἰδεῖν, καὶ πάλιν κατὰ τὸν τρόπον τὸν πρότερον ὑπὸ νεανίσκων ἐκκρίτων αἰρομένη τὸ τοσοῦτον διάστημα τῆς ὁδοῦ διήνυσεν εὐμαρῶς καὶ ἀβαρῶς. ἰδοῦσα δὲ τὸν σοφώτατον καὶ πρᾶον βασιλέα Λέοντα, καὶ θαυ- μαστὰ δῶρα καὶ πρὸς τοῦτον εἰσαγαγοῦσα καὶ κληρονόμον αὐτὸν τῆς οἰκείας ποιησαμένη ὑπάρξεως (ηδη γὰρ ὁ ταύτης υἱὸς ̓Ιωάν- νης ἐτύγχανε τὸν βίον ἀπολιπών), αἰτησαμένη δὲ καὶ βασιλικὸν ἀποσταλῆναι τὸν ἀπογράψασθαι καὶ παραλαβεῖν ὀφείλοντα τὴν περιουσίαν αὐτῆς, ἀπῆρεν αυθις συνταξαμένη τῷ χρηστῷ βασιλεῖ ἐπὶ τὸ τῆς πατρίδος θρεψάμενον εδαφος, ὡς αν ἐν τούτῳ καὶ τὸν τῆς σαρκὸς ἀπόθηται χοῦν. καὶ δὴ κατελθοῦσα μετὰ μικρὸν ἐτε- λεύτησεν. (77) ὁ δὲ πρωτοσπαθάριος Ζηνόβιος, ος ην ὁρι- σθεὶς καὶ ἀποσταλεὶς πρὸς τὸ πάντα τὰ παρὰ τῆς γραὸς αἰτη- θέντα καὶ διατυπωθέντα ἀποπληρῶσαι, εἰς τὸ κάστρον Ναυπά- κτου ηδη καταλαβὼν ἀνέμαθε παρὰ ∆ανιὴλ τοῦ ἐκγόνου αὐτῆς τὴν πρὸς τὸν ἐκεῖθεν βίον ἐκδημίαν αὐτῆς. ἀφικόμενος δὲ εἰς τὸν οικον αὐτῆς καὶ τὸ ισον τῆς διατάξεως αὐτῆς ἐπὶ χεῖρας λα- βὼν κατὰ τὴν ἐκείνης βούλησιν καὶ διάταξιν τὰ πάντα διῴκησεν. ευρε δὲ καὶ χρυσὸν ἐν νομίσμασι πάμπολυν καὶ αλλην περιουσίαν 321 εν τε ἀργυρώμασι καὶ χρυσώμασιν ἐσθῆτί τε καὶ χαλκῷ καὶ ἀν- δραπόδοις καὶ κτήνεσι, πάντα ἰδιωτικὸν ὑπερβαίνουσαν πλοῦτον, μᾶλλον δὲ καὶ τυραννικῶν ὀλίγον καταδεέστερον. ἐπεὶ δὲ τὰ οἰ- κετικὰ ταύτης ἀνδράποδα εἰς πλῆθος απειρον ην, κελεύσει βασι- λικῇ ἐκ τούτων ωσπερ εἰς ἀποικίαν ἐπ' ἐλευθερίᾳ ἐστάλησαν εἰς τὸ θέμα Λαγοβαρδίας τρισχίλια σώματα. διενεμήθη δὲ καὶ τὰ λοιπὰ ταύτης κτήματα καὶ χρήματα καὶ ψυχάρια ὡς ἐκείνη κατὰ τὴν διάταξιν αὐτῆς διωρίσατο, καὶ κατελείφθη καὶ τῷ κληρονόμῳ ταύτης βασιλεῖ εἰς ιδιον κλῆρον τῶν αλλων χωρὶς προάστεια ὀγ- δοήκοντα. Ταῦτα εἰ καὶ πολὺ τοῖς χρόνοις τὰ μὲν ἐτύγχανε πρότερα τῶν ἱστορουμένων κατὰ τὸ προκείμενον μέρος πραγμάτων τε καὶ καιρῶν, τὰ δὲ οὐκ ὀλίγον υστερον, καὶ οὐδὲ σφόδρα ἀναγκαῖον ἐδόκει τῇ ἱστορίᾳ, ἀλλ' ομως εἰς χάριν τῆς εἰρημένης γραὸς καὶ ενδειξιν τοῦ πλούτου καὶ τῆς εὐγενείας αὐτῆς καὶ τῆς προαιρέσεως ἐνταῦθα κείσθω κατὰ παρέκβασιν. 78 ̔Ο δὲ φιλόχριστος. Βασίλειος ὁ βασιλεὺς μεταξὺ τῶν πολεμικῶν ἀγώνων, ους διὰ τῶν ὑπὸ χεῖρα πολλάκις ωσπερ ἀγω- νοθετῶν πρὸς τὸ δέον κατηύθυνε, πολλοὺς τῶν ἱερῶν καὶ θείων ναῶν, ἐκ τῶν προγεγονότων διαρραγέντας σεισμῶν καὶ η κατα- βληθέντας παντελῶς η πτῶσιν ἀπὸ τῶν ῥηγμάτων σύντομον ὑπο- μεῖναι δηλοῦντας, ἐπιμελείᾳ τε διηνεκεῖ καὶ τῶν πρὸς τὴν χρείαν 322 ἐπιτηδείων ἀφθόνῳ χορηγίᾳ καὶ παροχῇ τοὺς μὲν τοῦ πτώματος ηγειρε, τῇ ἀσφαλείᾳ καὶ κάλλος προσθείς, τῶν δὲ τὸ ἀσθενὲς ἐνισχύσας διὰ τῆς τῶν δεόντων ἐπιβολῆς καὶ ἐπανορθώσεως τοῦ μὴ καταρρυῆναι ἀλλὰ πρὸς ἀκμὴν αυθις