123
τοῦ βασιλέως ̔Ηράκλεια αθλα καὶ οἱ ὑπὲρ τοῦ ὑπηκόου πόνοι καὶ οἱ τῶν πολεμικῶν ἀγώνων ἱδρῶτες καὶ τὰ ἐκ θεοῦ νικη- τήρια, ὑφ' ων ὡς οὐρανὸς ὑπ' ἀστέρων ὑπέρλαμπρος ἐξανίσχει κοιτὼν ὑπὸ τοῦ αὐτοῦ φιλοτεχνηθεὶς αὐτοκράτορος, ὡραῖός τε καὶ παμποίκιλος καὶ κατὰ πάντων σχεδὸν τὰ τοῦ κάλλους φερόμενος 333 νικητήρια. εὐθὺς γὰρ κατὰ τὸ τοῦ ἐδάφους μεσαίτατον τὸ Μη- δικὸν ορνεον ὁ ταὼς ἐκ ψηφίδων λαμπρῶν τῇ λιθοξόῳ τέχνῃ δια- μεμόρφωται, ἐν εὐθυτόρνῳ κύκλῳ ἐκ λίθου Καρικῆς συγκλειόμε- νος, ἀφ' ουπερ ἀκτῖνες ἀπὸ λίθου τῆς αὐτῆς πρὸς αλλον μείζονα κύκλον ἐκπέμπονται. εξωθεν δὲ καὶ τούτου καθάπερ τινὲς ῥύακες η ποταμοὶ ἐκ λίθου Θετταλῆς, η τὸ πράσιον χρῶμα κεκλήρωται, κατὰ τὸ τοῦ οικου τετράγωνον σχῆμα ἐφήπλωνται, κατὰ τὰς ἐν- τὸς λαγόνας τέτταρας ἀετοὺς ἐκ ψηφίδων ποικίλων τε καὶ λεπτῶν περισφίγγουσαι, εἰς τοσοῦτον ἀκριβοῦντα τὴν μίμησιν απαντα ὡς εἰκάζειν αὐτὰ ζῆν καὶ ιπτασθαι βούλεσθαι. οἱ δὲ παρ' ἑκάτερα τοῖχοι ὑάλου πολυχρόοις πλαξὶ περισκέπονται, διαφόρων ἀνθέων δοκοῦντες μορφαῖς ὡραΐζεσθαι. υπερθεν δὲ τούτων κόσμος τις αλλος περιηνθισμένος διαθέσει χρυσῷ, ὑφ' ου διείργεσθαι τὰ κα- τώτερα τῶν ανω δοκεῖ· ον ἐκ χρυσοῦ ψηφίδων διαδέχεται τερ- πνότης αλλη, ενθρονον δεικνῦσα τὸν τοῦ εργου δημιουργὸν αὐτο- κράτορα καὶ τὴν σύζυγον Εὐδοκίαν, στολαῖς κεκοσμημένους βασι- λικαῖς καὶ ταινιουμένους τοῖς στέμμασιν. οἱ δὲ κοινοὶ παῖδες ὡς ἀστέρες λαμπροὶ τοῦ δόμου πέριξ ἱστόρηνται, ταῖς βασιλείοις καὶ αὐτοὶ στολαῖς καὶ τοῖς στέμμασι καταγλαϊζόμενοι. ων οἱ μὲν αρ- ρενες τόμους ἐπιφερόμενοι δείκνυνται τὰς θείας ἐντολάς, αις στοι- χεῖν ἐπαιδεύοντο, περιέχοντας, τὸ δὲ θῆλυ γένος καὶ αὐτὸ βίβλους τινὰς κατέχον ὁρᾶται, νόμων θείων ἐχούσας περιοχήν, βουλομέ- νου δεῖξαι τοῦ τεχνίτου τυχὸν ὡς οὐ μόνον ἡ αρρην γονὴ ἀλλὰ καὶ ἡ θήλεια τὰ ἱερὰ μεμύηται γράμματα καὶ τῆς θείας σοφίας οὐκ 334 εστιν ἀμέτοχος, καὶ καν ὁ φυτοσπόρος τούτων οὐκ εσχεν ἐξ ἀρχῆς οἰκείως πρὸς γράμματα διὰ τὴν βιωτικὴν περιπέτειαν, ἀλλ' ουν τοὺς οἰκείους απαντας βλαστοὺς ἐν μετοχῇ σοφίας πεποίηκε· τοῦτο δέ, καὶ τῆς ἱστορίας δίχα, διὰ τῆς γραφικῆς ἐβουλήθη τοῖς ὁρῶσι σημαίνεσθαι. καὶ ταῦτα μὲν τὰ κάλλη τῷ τετραμερεῖ τῶν τοίχων αχρι τῆς ὀροφῆς περιέχεται· αὐτὴ δὲ ἡ τοῦ τοιούτου κοιτῶνος ὀροφὴ οὐκ ἀνεστηκυῖα πρὸς υψος ἐπαίρεται, ἀλλὰ τῷ τετραγώνῳ σχήματι τοῖς τοίχοις ἐγκάθηται, χρυσίῳ διόλου κατηγλαϊσμένη καὶ στίλβουσα, κατὰ τὸ μεσαίτατον φέρουσα τὸν νικοποιὸν σταυρόν, ὑάλῳ πρασίῳ διαμορφούμενον, περὶ ον ὡς αστρα κατ' οὐρανὸν θεάσῃ ἐκλάμποντα αὐτόν τε τὸν ἀοίδιμον βασιλέα καὶ μετὰ τῶν τέκνων πάντων τὴν σύνευνον, πρός τε θεὸν καὶ τὸ τοῦ σταυροῦ ζωοποιὸν σημεῖον τὴς χεῖρας ἐπαίροντας, καὶ τοῦτο μόνον οὐχὶ βοῶντας, οτι διὰ τοῦδε τοῦ νικοποιοῦ συμβόλου πᾶν ἀγαθὸν καὶ φίλον θεῷ ἐν ταῖς ἡμέραις τῆς ἡμετέρας βασιλείας διαπέπρακται καὶ κατώρθωται. περιέχεται δὲ καὶ εὐχαριστία ἐγγράμματος παρά τε τῶν φυσάντων ὑπὲρ τῶν τέκνων λεγομένη πρὸς τὸν θεὸν καὶ παρὰ τῶν τέκνων αυθις ὑπὲρ τῶν γεννητόρων. καὶ ἡ μὲν παρὰ τῶν γονέων οὑτωσί πως ἐπὶ λέξεως εχουσα δείκνυται "εὐχαριστοῦ- μέν σοι, θεὲ ὑπεράγαθε καὶ βασιλεῦ τῶν βασιλευόντων, οτι περι- έστησας ἡμῖν τέκνα εὐχαριστοῦντα τῇ μεγαλοπρεπείᾳ τῶν θαυμα- σίων σου. ἀλλὰ φύλαξον αὐτοὺς ἐν τῷ θελήματί σου, μή τις αὐτῶν παραδράμῃ τι τῶν σῶν ἐντολῶν, ινα καὶ ἐν τούτῳ εὐχαρι- 335 στῶμεν τῇ σῇ ἀγαθότητι." ἡ δὲ τῶν παίδων αυθις ταῦτα διαγο- ρεύουσα δείκνυται "εὐχαριστοῦμέν σοι, λόγε τοῦ θεοῦ, οτι ἐκ πτωχείας ∆αυϊτικῆς ἀνύψωσας τὸν πατέρα ἡμῶν, καὶ εχρισας αὐ- τὸν τῷ χρίσματι τοῦ ἁγίου σου πνεύματος. ἀλλὰ φύλαξον αὐτὸν τῇ χειρί σου σὺν τῇ τεκούσῃ ἡμᾶς, ἀξιῶν αὐτοὺς καὶ ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας." καὶ τὰ μὲν τοῦ εἰρημένου κοι- τῶνος εργα καὶ κάλλη ἐν τούτοις περιγεγράφθω. 90 Τῆς αὐτῆς δὲ χειρὸς καὶ γνώμης