124
εργον καὶ ὁ κατὰ τοὺς Μαρκιανοῦ περιδρόμους μέγιστος τρίκλινος, καὶ Πεντακού- βουκλον λεγόμενον, ο καὶ αὐτὸ παντοίου κάλλους καὶ ὡραιότητος τὰ πρωτεῖα ἠνέγκατο· καθ' ο καὶ τὸ προμνημονευθὲν περικαλλὲς εὐκτήριον τοῦ αἰθεροδρόμου Παύλου, ῳ καὶ τὸ τῆς μάρτυρος Βαρβάρας συνήνωται τὸ ὑπὸ τοῦ σοφωτάτου Λέοντος δομηθέν, τὴν ιδρυσιν κέκτηται. ἀλλὰ καὶ τὰ ετερα βασιλικὰ καταγώγια, α τοῦ χρυσοῦ τῶν τρικλίνων ἀνατολικωτέραν καὶ μᾶλλον ὑπερκει- μένην εχει τὴν ιδρυσιν, δυτικώτερα τῆς νέας τυγχάνοντα τῶν ἐκ- κλησιῶν, ων ἡ ἐπὶ πολὺ τοῦ ἀέρος πρὸς υψος ἐπέκτασις καὶ τὴν ̓Αετοῦ προσηγορίαν ἐδέξατο, ἐν ῳ καὶ τὸ τῆς θεοτόκου ὡραῖον καὶ πάντερπνον τῆς προσευχῆς ἐστὶν ἱερόν, τοῦ αὐτοῦ βασιλέως εργα τυγχάνουσιν, ἐκ τοῦ πολυτελοῦς καὶ ἀφθόνου τῶν τιμωμένων ὑλῶν καὶ τοῦ καινοπρεποῦς τῶν σχημάτων καὶ τῆς μεγαλουργοῦ διαθέσεως τὸ μεγαλόψυχον καὶ φιλόκαλον τοῦ ἀνδρὸς ἀπεμφαί- 336 νοντα. καὶ τὰ δυτικώτερα δὲ τούτων πυραμοειδῆ κατοικητήρια, καθὼς καὶ ετερον τῆς τοῦ θεοῦ καὶ λόγου μητρὸς τυγχάνει εὐκτή- ριον, ἐκεῖνον χορηγὸν καὶ δημιουργὸν ἐπιγράφεται, τῷ περιττῷ τῆς κατασκευῆς καὶ καινοπρεπεῖ καθ' ἑτέρων πολλῶν τὸ πρωτεῖον φερόμενα. ων ἐστὶ κάτωθεν, κατ' αὐτὴν τὴν τῆς Μονοθύρου λεγομένης εισοδον, τὸ τερπνότατον ̓Ιωάννου τοῦ θεολόγου εὐκτή- ριον, ο καὶ αὐτὸ μετὰ τοῦ ἐκεῖθεν ἀρχομένου αἰθερίου καὶ ἡλιοβο- λουμένου μαρμαροστρώτου περιπάτου, τοῦ καὶ αχρι τοῦ Φάρου διήκοντος, ὁ αὐτὸς ἐτεκτήνατο βασιλεύς, μετὰ καὶ τῶν πρὸς ἀνα- τολὰς τούτου ἑδραιοτάτων οἰκημάτων, ων τὸ μὲν θησαυροφυλα- κεῖον ἐστί, τὸ δὲ χρηματίζει εἰς βεστιάριον· α μετὰ τοῦ τέρποντος καὶ τὸ ἀσφαλὲς περιττῶς ἐκληρώσαντο. καὶ τὸ κάλλιστον δὲ καὶ μέγιστον καὶ φανότατον τῶν βασιλείων λουτρόν, ο τῆς φιάλης λε- γομένης ὑπέρκειται, ητις ἀπὸ τῆς ἐκεῖσε πρότερον ἱσταμένης τοῦ τῶν βενέτων μέρους λιθίνης φιάλης τὸ ονομα σώζει περιλειπόμε- νον, ἐκεῖνός ἐστιν ὁ ἐμμελῶς δομησάμενος, εργον κάλλους ὁμοῦ καὶ τρυφῆς καὶ σωματικῆς εὐετηρίας καὶ ἀναπαύσεως. ἡ δὲ τοῦ ἑτέρου μέρους φιάλη, τῶν πρασίνων φημί, κατὰ τὴν πρὸς ἀνατο- λὰς τῶν βασιλείων αὐλὴν τὴν στάσιν ἐκέκτητο· ητις ἐν τῷ κτί- ζεσθαι τὸν ἐκεῖσε θεῖον ναὸν τῆς μεταθέσεως ετυχε, καὶ ἠλλοιώθη τῶν μερῶν ἡ περὶ ταύτας διατριβή, καὶ ἀπεπαύθη τὰ τελούμενα κατ' αὐτάς. 337 91 ̓Εκτὸς δὲ τῶν εἰρημένων τοῦ αὐτοῦ γενναίου βασιλέως εργον καὶ ὁ τὰ Μάγγανα λεγόμενος οικος βασιλικός, καὶ ὁ νέος οικος καλούμενος, ους ἀπὸ τοιαύτης προαιρέσεως κατεσκεύασεν. μὴ βουλόμενος γὰρ τὰ δημόσια χρήματα, απερ οἱ ἐκ τοῦ ὑπηκόου φόροι γεννῶντες αὐξάνουσιν, εἰς οἰκείας καταναλίσκειν χρείας καὶ τῶν ἀνὰ πᾶν ετος ὑπ' αὐτοῦ κεκλημένων καὶ τοὺς ἑτέρων πόνους τὴν τούτων τράπεζαν ἡδύνειν η συγκροτεῖν, τοὺς τοιούτους οικους ἐπενοήσατο, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν ἐν αὐτοῖς ἱκα- νάς, ἀφ' ων ἡ βασιλικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν μετ' αὐτὸν αφθονον καὶ δικαίαν τὴν χορηγίαν εμελλεν εχειν ἀεί. καὶ τὰ ἐν ταῖς καλουμέναις δὲ Πηγαῖς βασιλικὰ μεταβολῆς ενεκα καταγώγια καὶ ἐνδιαιτήματα ὁ αὐτὸς βασιλεὺς ἐκ βάθρων ἀνέστησεν, α καὶ ναῶν καλλοναῖς κατεκόσμησεν, ἐν οις ο τε τοῦ ἁγίου προφήτου ̓Ηλιοὺ τυγχάνει οικος σεπτὸς καὶ ὁ ̓Ελισσαίου τοῦ ἐκείνου διαδόχου καὶ φοιτητοῦ, ετι δὲ καὶ ὁ τοῦ πρώτως ἡμῶν εὐσεβῶς βασιλεύσαν- τος Κωνσταντίνου τοῦ μεγάλου, καὶ ὁ τῶν νεοφανῶν μαρτύρων τῶν δύο καὶ τεσσαράκοντα, καὶ πρὸς τούτοις ετεροι δύο οικοι εὐκτήριοι εἰς ονομα καὶ δόξαν εὐσεβῶς δομηθέντες τῆς θεομήτο- ρος. καὶ ἐν τοῖς τῆς ̔Ιερείας δὲ παλατίοις τοῦ αὐτοῦ προφήτου ̓Ηλιοὺ ἱερὸν εὐκτήριον ἐδομήσατο, οὐδενὸς τῶν αλλων ἐν κάλλει καὶ ὡραιότητι κρινόμενον δεύτερον. 92 ̓Εν δὲ ταῖς τοιαύταις κατὰ μεταφοίτησιν καὶ μεταβο- 338 λὴν βασιλείοις διατριβαῖς καὶ δεξαμενὴν τυγχάνουσαν υδατος, με- γάλην τε καὶ εὐρύχωρον, εργον καὶ πόνημα τοῦ