1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

127

Χριστια- νῶν πίστεως, εἰσκαλεῖται ὁ αρτι πρὸς αὐτοὺς φοιτήσας ἀρχιερεύς, καὶ τίνα τὰ παρ' αὐτοῦ καταγγελλόμενα καὶ αὐτοὺς διδάσκεσθαι μέλλοντα ἐπυνθάνετο. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου βίβλον προτείναντος, καί τινα τῶν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ θαυμάτων αὐτοῖς ἀπαγγείλαντος, καὶ τῶν ὑπὸ τοῦ θεοῦ τερατουρ- γηθέντων κατὰ τὴν παλαιὰν τὴν ἱστορίαν αὐτοῖς ἀναπτύξαντος, "εἰ μή τι τῶν ὁμοίων" εφασαν εὐθέως οἱ ̔Ρῶς "καὶ ἡμεῖς θεασό- μεθα, καὶ μάλιστα οιον τὸ ἐν τῇ καμίνῳ τῶν τριῶν λέγεις παίδων, οὐκ αν σοι ολως πιστεύσωμεν, οὐδὲ τὰς ἀκοὰς ἡμῶν ετι τοῖς ὑπὸ σοῦ λεγομένοις ὑπόσχωμεν." ὁ δὲ πεποιθὼς ἐπὶ τῷ ἀψευδεῖ τοῦ εἰπόντος οτι ο ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου λήψεσθε καὶ οτι ὁ πιστεύων εἰς ἐμὲ τὰ εργα, α ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, οταν οὐ πρὸς ἐπίδειξιν ἀλλὰ πρὸς σωτη- ρίαν ψυχῶν μέλλει γίνεσθαι τὰ γινόμενα, εφη πρὸς αὐτούς "εἰ 344 καὶ μὴ εξεστιν ἐκπειράζειν κύριον τὸν θεόν, ἀλλ' ομως εἰ ἐκ ψυ- χῆς διεγνώκατε προσελθεῖν τῷ θεῷ, αἰτήσασθε οπερ καὶ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν πίστιν ὑμῶν ὁ θεός, καν ἡμεῖς ἐσμὲν εὐτελεῖς καὶ ἐλάχιστοι." οἱ δὲ ᾐτήσαντο αὐτὸ τὸ τῆς πί- στεως τῶν Χριστιανῶν βιβλίον, ητοι τὸ θεῖον καὶ ἱερὸν εὐαγγέ- λιον, ἐν τῇ ὑπ' αὐτῶν ἀναφθείσῃ ἐμβληθῆναι πυρκαϊᾷ· καὶ εἰ ἀβλαβὲς τηρηθείη καὶ ακαυστον, προσελθεῖν τῷ παρ' αὐτοῦ κη- ρυσσομένῳ θεῷ. ῥηθέντων δὲ τούτων, καὶ τοῦ ἱερέως πρὸς τὸν θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος, καὶ εἰπόντος οτι δόξασόν σου τὸ αγιον ονομα, ̓Ιησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν, καὶ νῦν ἐν ὀφθαλμοῖς τοῦ εθνους τούτου παντός, ἐρρίφη εἰς τὴν κά- μινον τοῦ πυρὸς ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος. ὡρῶν δὲ διελη- λυθυιῶν ἱκανῶν, ειτα τῆς καμίνου κατασβεσθείσης, εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον καὶ μηδεμίαν ὑπὸ τοῦ πυρὸς δεξάμενον λύμην η μείωσιν, ὡς μηδὲ τῶν ἐν τοῖς κλει- δώμασι τῆς βίβλου κροσσῶν τὴν οἱανοῦν ὑπομεινάντων φθορὰν η ἀλλοίωσιν. οπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλα- γέντες τοῦ θαύματος, ἀνενδοιάστως βαπτίζεσθαι ηρξαντο. 98 Ουτως ουν τῶν τοιούτων εργων ἐν τοῖς χρόνοις τῆς βασιλείας τοῦ συνετοῦ βασιλέως Βασιλείου καταπραττομένων, καὶ δεξιῶς κατὰ νοῦν τῶν πραγμάτων χωρούντων αὐτῷ, καὶ τοῦ καθ' ἡμέραν θάλλοντος βίου, καὶ εὐθυμίας χορευούσης περὶ τὴν πόλιν 345 καὶ τὰ βασίλεια, καὶ γαλήνης ἡπλωμένης ἀνὰ πᾶσαν σχεδὸν νῆσον καὶ ηπειρον, ἐξαίφνης λαῖλαψ καὶ ζάλη καὶ καταιγὶς συμφορῶν τοῖς ἀνακτόροις ἐκώμασε, κοπετὸς καὶ θρῆνος καὶ ̓Ιλιὰς λυπηρῶν καὶ τραγῳδία θλιβερῶν ἐχόρευσε περὶ τὰ βασίλεια. ὁ γὰρ φίλτα- τος καὶ πρωτότοκος υἱὸς τῷ βασιλεῖ Κωνσταντῖνος ἐν αὐτῷ τῷ ανθει τῆς ἡλικίας, ἐν τῇ ἀκμῇ τῆς νεότητος, ἐν τῷ πρὸς ζῆλον αρχεσθαι τρέχειν τῆς πατρικῆς γενναιότητος, ὀξείᾳ νόσῳ περιπε- σὼν καὶ ἐπὶ ὀλίγαις ἡμέραις τῷ πυρετῷ καυσωθείς, πᾶσαν τὴν ζωτικὴν ἰκμάδα τοῦ παρὰ φύσιν λάβρου πυρὸς συντόμως ἐκδα- πανήσαντος, τὸν βίον ἐξέλιπε, πένθος ἀμύθητον καταλιπὼν τῷ πατρί. πλὴν ἐπεὶ λόγῳ κρατεῖν ὀφείλει τῶν ἀλόγων παθῶν ὁ πε- παιδευμένος ἀνήρ, καὶ αὐτὸς ανθρωπος ων καὶ θνητὸς ῃδει καὶ τὸν υἱὸν εχων ὁμοίως θνητόν, καὶ διὰ τοῦτο τὸ πέρα τοῦ μετρίου τὸ συμβὰν ἀποδύρεσθαι ὡς ἀγεννές τε καὶ ανανδρον τῇ γυναικωνί- τιδι διδοὺς θᾶττον ἐγένετο ἑαυτοῦ, καὶ τὴν εὐχάριστον τοῦ γεν- ναίου ̓Ιὼβ φωνὴν ἀνεφθέγξατο, "ὁ κύριος εδωκεν" εἰπών, "ὁ κύ- ριος αυθις ἀφείλατο. ὡς τῷ κυρίῳ εδοξεν, ουτω καὶ γέγονεν. ειη αὐτοῦ εὐλογημένον τὸ ονομα." καὶ "τί" φησί "θαυμαστόν, εἰ ὁ δοὺς πάλιν ἀπείληφεν, ὡς ἐβούλευεν, οπερ δέδωκεν;" καὶ μᾶλλον εἰς παραμυθίαν τῆς μητρὸς καὶ τῶν ἀδελφῶν γεγονὼς ην ἐπὶ τῶν συνήθων αυθις, προϊστάμενος ὀρφανῶν, χήραις ἐπικου- 346 ρῶν, χορηγῶν στρατιώταις καὶ πένησιν, ἀδικουμένοις ἐπαμύνων, καὶ τῶν φοβουμένων τὸν κύριον ἡδέως καὶ εὐμενῶς ἀκροώμενος, τὰ λυσιτελῆ καὶ σωτήρια καὶ τὴν ανω βασιλείαν