1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

129

ἐπαινούμενα αυξησιν· καὶ διὰ τοῦτο κονίεται κατ' αὐτοῦ καὶ οὑτωσί πως ἀνταγωνίζεται. ην τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων παρὰ τῷ ἀοιδίμῳ Βασιλείῳ μονα- 349 χός, ὡς ἐδόκει, καὶ ἱερεύς, καὶ φίλος αὐτῷ καὶ ὑπουργὸς δεξιός, ον Σανδαβαρηνὸν κατωνόμαζον· ος εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ' οὐκ ειχε παρὰ τοῖς αλλοις δόξαν χρηστὴν οὐδ' ὑπόληψιν ἀνεπίληπτον. καὶ διὰ τοῦτο πολλάκις καὶ ὑπὸ τοῦ σο- φωτάτου διεκωμῳδεῖτο Λέοντος ὡς γόης καὶ ἀπατεὼν καὶ εἰς α μὴ δεῖ τὸν βασιλέα παρασύρων καὶ τῶν καθηκόντων ἐκδιαιτῶν. α δὴ πυνθανόμενος ὁ φέναξ ἐκεῖνος καὶ πονηρὸς ευνοιαν πλάττεται καὶ φιλίαν πρὸς τὸν χρηστὸν ὑποκρίνεται Λέοντα, καὶ φησὶ πρὸς αὐτὸν ὡς ινα τί νεανίας ηδη ων καὶ παρὰ τῷ πατρί σου φιλούμε- νος μὴ ἐπιφέρῃ κρυπτῶς ῥομφαίαν η μάχαιραν, οταν κατ' ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ινα καὶ αὐτῷ, εἰ κατὰ θηρίου χρείαν σχῇ, ἐπιδιδῷς, καὶ ει τι λαθραῖον πολλάκις κατ' αὐτοῦ ἐπιβού- λευμα γένηται, μὴ ανοπλος εὑρεθῇς, ἀλλ' εχῃς τι μεθ' οτου δυνηθῇς τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνασθαι. οὐχ ὑπειδόμε- νος δὲ τὸν δόλον ἐκεῖνος οὐδὲ τὸ δολερὸν τοῦ ἀνδρὸς συννοήσας (τὸ γὰρ μὴ πρόχειρον εἰς κακίαν οὐδὲ ὑπονοεῖν ἐστὶ τὰ πονηρὰ εὐχερές) δέχεται τὴν βουλὴν καὶ πείθεται μάχαιραν τοῦ ὑποδήμα- τος ἐντὸς ἐπιφέρεσθαι. ὡς ουν ὁ ἐπίβουλος εγνω χωρήσασαν εἰς εργον τὴν αὐτοῦ συμβουλήν, ἀπαγγέλλει τῷ βασιλεῖ οτι ὁ υἱός σου ἐπιβουλεύει σε ἀνελεῖν· καὶ εἰ ἀπιστεῖς, οταν κατὰ θήραν η που αλλοθι μέλλεις τῆς βασιλίδος ὑπεξελθεῖν, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ, καὶ εἰ εὑρεθήσεται ξίφος ἐπιφερόμε- νος, γνῶθι οτι πρὸς τὴν σὴν αὐτὸ σφαγὴν ἡτοιμάσατο. καταγ- 350 γελθείσης ουν ἐξόδου βασιλικῆς συνεξῆλθεν απαν τὸ εἰωθός, καὶ κατά τινα τόπον γενομένων αὐτῶν προσποιεῖται χρείαν εχειν μα- χαίρας ὁ βασιλεύς, καὶ ἐπεζήτει ταύτην μετὰ σπουδῆς. συμπαρ- ὼν δὲ ὁ υἱός, καὶ μηδὲν τῶν ὑπονοουμένων τῷ πατρὶ προειδόμε- νος, ἀκάκως πάνυ καὶ ἀπονήρως ἐφελκυσάμενος ην ἐπεφέρετο μά- χαιραν ἐπιδίδωσι τῷ πατρί. γενομένου δὲ τούτου εδοξεν εὐθέως ἡ κατ' αὐτοῦ προσαγγελία πιστὴ καὶ αἱ παρ' αὐτοῦ ἀπολογίαι μάταιαι καὶ κεναί. ὑποστρεψάντων ουν αὐτίκα πρὸς τὰ βασίλεια, πρὸς ὀργὴν ὁ βασιλεὺς κατὰ τοῦ υἱοῦ διανίσταται, καὶ κατά τινα τῶν βασιλείων οικων, ος Μαργαρίτης κατονομάζεται, εμφρουρον τοῦτον πεποίηται, καὶ τῶν ἐρυθρῶν πεδίλων ἀπογυμνοῖ. διηρέ- θιστο δὲ παρὰ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ πρὸς τὸ καὶ τοὺς λύχνους ἐπισβέσαι τῶν ὀφθαλμῶν. ἀλλὰ τοῦτο μὲν ὑπὸ τοῦ τῆς βασιλί- δος ἀρχιερέως καὶ τῆς συγκλήτου βουλῆς κωλύεται διαπράξασθαι, τῆς εἱρκτῆς δ' ομως ειχεν ἐντός. χρόνου δὲ παραδραμόντος συ- χνοῦ, καὶ τῆς φύσεως οὐ γνωριζούσης ἑαυτὴν ἀλλ' ὑπὸ τῶν πονη- ρῶν πνευμάτων τραχυνομένης, τῶν δὲ τῆς γερουσίας ὑπερεχόντων πολλάκις βουληθέντων ὑπὲρ τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαπρεσβεύ- σασθαι, αλλοτε δὲ κατ' αλλην αἰτίαν κωλυομένων, ἀπὸ τοιαύτης προφάσεως ευλογον εσχον ἀφορμὴν εἰς τὸ κατανύσαι τὸ βούλημα. (101) ην τι ζῷον πτηνὸν ἐν ταλάρῳ πλεκτῷ κατὰ τὰ βασίλεια αἰωρούμενον, μιμηλὸν καὶ πολύφωνον, ο ψιττακὸς ὀνομάζεται· οπερ ειτε πρός τινων διδαχθὲν ειτε αλλως πως πολλάκις "αι αι κῦρ 351 Λέων" ἐφθέγγετο. πανδαισίας δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ορνι- θος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαι- τυμόνες καὶ τῆς εὐωχίας παυσάμενοι ἐπὶ συννοίας ἐκάθηντο. οις προσσχὼν ὁ βασιλεὺς τὴν αἰτίαν τῆς τῶν ἐδεστῶν ἀποχῆς ἐπυνθά- νετο. οἱ δὲ δακρύων ὑποπλησθέντες τοὺς ὀφθαλμοὺς "τίνα βρῶ- σιν" ειπον "φαγούμεθα, ουτως ὑπὸ τῆς φωνῆς τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι οἱ δοκοῦντες ἡμεῖς λογικοί τε καὶ φιλοδέσποτοι, οτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μὴ ἀδικήσαντος δεσποσύνου ἐλάβομεν. εἰ μὲν γὰρ ἐλέγχεται ἀδικῶν καὶ κατὰ τῆς πατρικῆς κεφαλῆς